← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§178-179

地米斯托克利超越米太亚德的功业与薛西斯入侵

演说者论证地米斯托克利战胜薛西斯本人的功业远超米太亚德,指出他面对重重危难展现了全方位的治国才能与智谋,并进而铺陈波斯历时十年筹备浩大东征的史实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§178

βούλει λέγε, τοσούτῳ δʼ οὖν ἐκεῖνον ὑπερεβάλετο πᾶσι τοῖς εἰς αὐτὸν ἐλθοῦσι πῶς ἂν εἴποιμι ὁμολογουμένως, ὅσῳ Ξέρξης Δαρεῖον ταῖς παρασκευαῖς ἅπασι δῆλός ἐστιν ὑπερβαλόμενος. καὶ μὴν ὁ μὲν τοὺς ὑπάρχους τοῦ βασιλέως, ὁ δʼ αὐτὸν ἐνίκα βασιλέα· καὶ μετὰ μέν γε τὴν Μαραθῶνι μάχην αὖθις ἐπεστράτευσε, μετὰ δὲ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν φεύγων ᾤχετο. πρὸς μὲν γὰρ ἐκείνην τὴν ἧτταν παρωξύνθη, πρὸς δὲ ταύτην ἀπεῖπεν, ὥσθʼ ἱκανὸν κέρδος ἡγεῖτο, ἂν σωθῇ. ᾔδει γὰρ τότε μὲν πολλοστὸν μέρος τῆς πάσης ἐλθὸν δυνάμεως, νῦν δὲ σχεδὸν μετὰ πάντων ἀνθρώπων ἡττώμενος. οὔτʼ οὖν αὐτὸς ἐθάρρει μένειν οὔτʼ ἄλλον ἔπεμψε τοῦ λοιποῦ· οὐ γὰρ ἦν ὅ τι ἐλπίσοι. ἀλλὰ καὶ ὃν κατέλιπε Μαρδόνιον θανατῶντα ὡς εἰπεῖν κατέλιπε, καὶ ἅμα ἐμοὶ δοκεῖν ὅπως ἔχοιεν πρὸς ὃν ἀσχολοῖντο οἱ Ἕλληνες.1 Μιλτιάδῃ μὲν οὖν εἰς ἓν κεφάλαιον ἡ τῆς ἀνδρείας ἀπόδειξις ἧκεν, εἰ καὶ τὰ μάλιστα ἐχρῆτο αὐτῇ παρὰ πᾶσαν τὴν πολιτείαν· Θεμιστοκλέα δὲ τὰ δεύτερα ἀεὶ τῶν προτέρων μείζονα ἐξεδέχετο καὶ τὸ τῆς παροιμίας αὐτῷ περιειστήκει· τὸ μὲν γὰρ ἔλιπεν αὐτὸν κῦμα, τὸ δὲ ἐγκατελάμβανεν, ἕως διεξῆλθε διὰ τῶν τρικυμιῶν νικῶν. καὶ Μιλτιάδῃ μὲν σχεδὸν ἀνδρείας μᾶλλον ἢ σοφίας ἔδει πρὸς τὰ παρόντα, Θεμιστοκλεῖ δὲ ἀνδρείας μὲν οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ καὶ μείζους οἱ φόβοι· πρὸς δὲ τούτῳ καὶ ἄλλων πολλῶν καὶ οὐδὲν ἀτιμοτέρων ὑπεύθυνος ἦν ἐκ τῶν περιεστηκότων, συνέσεως, μαντικῆς μὲν οὖν ὡς εἰπεῖν, μεγαλοψυχίας, δεινότητος, πραότητος, καρτερίας, εὐαρμοστίας2 πρὸς τοὺς καιροὺς, πρὸς τὰ πράγματα, πρὸς τοὺς ἄνδρας τοὺς ἀπὸ τῆς πόλεως, τοὺς ἀπὸ τῆς Ἑλλάδος, τοὺς πολεμίους. καί μοι δοκεῖ τὸ μὲν Μιλτιάδου στρατηγίᾳ μᾶλλον ἐοικὸς συμβῆναι πρὸς τοὺς βαρβάρους, τὸ δὲ τοῦ Θεμιστοκλέους ἀκριβῶς πολιτεία γενέσθαι ἐν ἅπασι τοῖς Ἕλλησιν ἐξεταζομένη. τοσαῦτʼ ἦν τὰ πραττόμενα καὶ δημιουργούμενα, τὰ μὲν ἐν τῇ γῇ, τὰ δʼ ἐν τῇ θαλάττῃ· περὶ ὧν ἔμοιγε δοκεῖ καὶ Ὅμηρος ἂν, εἰ περιῆν, βουληθεὶς εἰπεῖν οὐχ ἧττον καλέσαι τὰς Μούσας ἢ περὶ τοῦ πῶς ἐνεπρήσθη ναῦς μία τῶν Θετταλῶν· εἰ δὲ βούλει, τίς πρῶτος ἀντῆρε τῷ Ἀγαμέμνονι τῶν ἐπικούρων ἢ τῶν Τρώων αὐτῶν. μᾶλλον δὲ τοῦτο μὲν οὐκ εἶχεν οἶμαι πυθέσθαι τίς ἦν ὁ πρῶτος ἀντάρας τῷ βασιλεῖ τῆς Ἀσίας, μικροῦ καὶ τῆς Εὐρώπης· ἀπὸ ποίων δέ τινων ἔργων ἢ λόγων ταῦτα ἠδυνήθη τελέσασθαι καὶ πρὸς πόσας τινὰς τῶν πολεμίων ναῦς καὶ πρὸς ποίαν τινὰ τὴν πᾶσαν παρασκευὴν καὶ ἔφοδον τοῦ βαρβάρου παρετάξατο, καὶ πῶς εἶχε τότε τἀνθρώπεια, τοῦτʼ ἔμοιγʼ ἂν ἐρωτᾶν δοκεῖ καὶ δεῖσθαι φράζειν, εἴπερ καὶ κατὰ μικρὸν ἔμελλε τῆς ἀξίας ἐφάψεσθαι. τί οὖν κωλύει καὶ νῦν ἡμᾶς, ἀρχὴ δὲ ἡμῖν ἐκ θεῶν, ἐξετάσαι πάλιν πῶς εἶχε τὰ τῶν καιρῶν, τὸν αὐτὸν τρόπον ὅνπερ ἀρτίως ἐξητάσαμεν, καὶ δεῖξαι διὰ βραχέων ἐν ποίοις τισὶ πράγμασι ποῖός τις ἦν ὁ Θεμιστοκλῆς; καίτοι τοῦτό γε οὐδὲν ἴσως προὔργου. ἃ γὰρ οὐκ ἔστιν ἐνδείξασθαι τῷ λόγῳ, πῶς ἄν τις ἐκ τούτων ἐκεῖνον θεωρήσειε; πλὴν εἰ τοῦτό γε αὐτὸ ἐνθυμηθεὶς,3 ὅτι ὑπὲρ ὧν οὐδʼ εἰπεῖν ὡς βούλεταί τις ἐγχωρεῖ, ταῦτʼ ἐκεῖνος μετεχείρισεν ὡς ἐβούλετο. δέκα μὲν γὰρ ἑξῆς ἔτη ὤδινεν ἅπασα ἡ ἤπειρος, φιλονεικοῦντες ἅπαντες ἄνθρωποι δίκην τῆς Μαραθῶνι μάχης λαβεῖν, ἡτοιμάζετο δὲ ἐκ πάσης γῆς καὶ θαλάττης πάντα. Αἰγύπτου δὲ ἀποστάσης ἐν τῷ διὰ μέσου βασιλεὺς οὐδὲν σπουδάσας αὖθις ἦν ἐν τοῖς αὐτοῖς· οὕτω ῥᾳδίως ἐκείνην παρεστήσατο. δεκάτῳ δὲ ἔτει συνῆλθον ἐσχατιαὶ πᾶσαι καὶ γένη

——随你怎么称呼他——然而,正如众所周知薛西斯在军备上远胜大流士一样,地米斯托克利在所遭遇的一切危难中远胜于那位英雄(米太亚德),对此我又该如何表达才能令众人心悦诚服呢?诚然,前者战胜的是波斯王的部将,而后者战胜的是波斯王本人;马拉松战役之后波斯王再度兴师出征,而萨拉米斯海战之后他却仓皇逃遁而去。盖因面对前一次失败他被激起了怒火,面对后一次失败他却彻底丧胆,以致认为只要能保全性命便是足够的幸事。因为他知道,那时出动的不过是全军力量的九牛一毛,而如今他几乎是统帅全人类却遭致溃败。是以他自己既无勇气留驻,此后亦未派遣他人,盖因他已无任何希望可寄。甚至他所留下的马铎尼斯,亦可谓形同留下一介垂死之人,在我看来,同时亦不过是为了让希腊人有个疲于应对的目标而已。故而对米太亚德而言,其勇气的证明归结为一个总括的极点(纵使他在整个执政生涯中极力施展了此种勇气);然而迎候地米斯托克利的,却是后继之危总是重于先前之险,正应了那句谚语所云:一道浪涛方才退去,另一道浪涛又已扑面而来,直至他劈波斩浪、克敌制胜。对米太亚德而言,面对眼前的局势所需要的几乎主要是勇气而非智慧;但对地米斯托克利而言,所需之勇气绝不逊色,甚至犹有过之,因其所面临的恐惧更为巨大;除此以外,周围的时势还责成他必须展现出诸多其他绝不稍逊的德行:敏锐的领悟力——甚至可以说是预见未来的神算——宽广的胸怀、非凡的才智、温和、坚忍,以及对时机、对政务、对来自本城邦之人、对来自全希腊之人乃至对敌人的圆融调适能力。在我看来,米太亚德所成就的功业更接近于针对异族的军事指挥,而地米斯托克利的所作所为,则不折不扣是在全体希腊人面前接受检视的政治治国之道。在陆地与海洋中所践行、所成就的伟业是如此浩瀚,以至于在我看来,纵使荷马在世,欲歌颂此等功业,亦当召唤缪斯,其虔诚决不下于歌颂色萨利人的一艘战船如何被焚毁,或者,随你意愿,歌颂在盟军或特洛伊人自身之中究竟何人率先起而反抗阿伽门农。更准确地说,我认为他无须探问究竟谁是率先起而对抗这位亚洲乃至几乎全欧洲之王的人;但凭借何等言行方能成此伟业,面对敌人的几许战船,又是在抵御蛮族何等庞大的全部军备与侵袭之下布阵迎敌,以及当时人类的处境究竟如何——在我看来,若荷马欲稍稍触及此等题旨的真正尊崇,他定会对此发问并恳请〔缪斯〕告知。既然如此,如今由神明肇始的我们,又有何妨碍不能依照方才考察的方式,再度考察当年的时局如何,并简要展示地米斯托克利在何种境遇之下展现了何等的为人?然而,此举或许根本无济于事。盖因那些无法用言语充分表达之事,人们又怎能从中领会其人的真容呢?除非深思这一事实:那些甚至无人能够随心所欲加以描述之事,他当年却能随心所欲地运筹帷幄。盖因在整整十个接续的年头里,整片大陆皆处于剧烈的阵痛之中,万众一心争相要为马拉松战役复仇雪耻,各方从一切陆地与海洋中筹备所有资财战备。其中虽有埃及反叛,波斯王亦丝毫未费心力,旋即重投旧业,盖因他降服该国易如反掌。到了第十年,所有极边之地与部族万方汇聚

语法注3 条
  1. 178ὅπως ἔχοιεν πρὸς ὃν ἀσχολοῖντο οἱ Ἕλληνες

    在以 ὅπως 引出的目的从句(支配希求语气动词 ἔχοιεν)内,嵌套了由关系代词 ὅν 引出的希求语气从句(πρὸς ὃν ἀσχολοῖντο)。由于主句动词 κατέλιπε 为过去时,从句动词均按历史时态序列采用希求语气,表达波斯王的意图:“使希腊人能拥有一个忙于与之周旋的对象”。

  2. 178ὑπεύθυνος ἦν ἐκ τῶν περιεστηκότων, συνέσεως, μαντικῆς μὲν οὖν ὡς εἰπεῖν, μεγαλοψυχίας, δεινότητος, πραότητος, καρτερίας, εὐαρμοστίας

    形容词 ὑπεύθυνος(原义为“须接受账目审计的”、“负有清算责任的”)在此处支配一系列德行的属格(συνέσεως、μαντικῆς 等),引申表示“有责任展现出……/被要求具备……”。介词短语 ἐκ τῶν περιεστηκότων(“鉴于周围的形势”)说明了这种要求的成因与来源。

  3. 179πλὴν εἰ τοῦτό γε αὐτὸ ἐνθυμηθεὶς

    紧接前文修辞反问(πῶς ἄν τις ἐκ τούτων ἐκεῖνον θεωρήσειε;,“人们又怎能观取他?”)的省略句。连词 πλὴν εἰ(“除非”)后仅接阳性单数不定过去时分词 ἐνθυμηθεὶς,省去了限定动词,需从上文补足 θεωρήσειε 之意,意为“除非在深思这一事实之后[方能领会他]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:178-179