- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:176-177
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者通过将米太亚德与斯巴达诸领袖及民粹煽动家对比,论证其无可指责的德行与节制,驳斥了指其谄媚的污名并结束了对他的辩护,进而转入对地米斯托克利的辩护。
Ἀγησίλαον, ὃς φιλότιμος ὢν καὶ φιλέταιρος πέρα τοῦ μετρίου παραλαβὼν τὴν πόλιν τὴν Λακεδαιμονίων γῆς καὶ θαλάττης ἄρχουσαν οὐ διεφύλαξεν ἐν τούτῳ τῷ σχήματι. καὶ σκόπει παρʼ οὕστινας αὐτὸν ἐξετάζω· Λυκοῦργον, Παυσανίαν, Λύσανδρον, Ἀγησίλαον. ἀλλὰ ταῦτα μὲν οὐδʼ ἂν εἷς αἰτιάσαιτο· ἐκρατεῖτο δὲ ὑπὸ τῶν τοῦ σώματος ἡδονῶν, ὥσπερ Θίβρωνα τὸν Σπαρτιάτην ἤδη τινὲς ᾐτιάσαντο καὶ μυρίους ἑτέρους ἔστι λέγειν καὶ Ἑλλήνων καὶ βαρβάρων. ἀλλʼ οἷα δὴ τὰ τῆς δημοκρατίας ἐπιχώρια, φαίνειν, ἐνδεικνύναι, δημεύειν,1 ὥσπερ Κλέωνα καὶ Κλεοφῶντα καὶ Ὑπέρβολον καὶ ἑτέρους ἀνθρώπους, οὐ ῥήτορας οὐδαμῶς, —οὔκουν εἴπερ γε ἦσαν τοιοῦτοι—εἴδωλον δέ τι ῥητορικῆς ἀπειληφότας, εἰ δὴ τὸ μηδαμῆ μὲν ὅμοιον, πανταχῆ δʼ ἀσθενέστερον εἴδωλον χρὴ καλεῖν. ἀλλʼ ἐκεῖνός γε πάντων τούτων καθαρός. πῶς οὖν οὐκ ἐλυσιτέλει τοῖς Ἕλλησι τοιοῦτος ὤν; ἢ πῶς οὐκ ἐποίει βελτίους, εἴ τις προσεῖχεν αὐτῷ τὸν νοῦν; πολλῆς ταῦτα τῆς ἀνάγκης ἐστίν. εἰ δὲ μὴ σοφὸς ἦν τὰ μετέωρα ὥσπερ Ἀναξαγόρας, οὐδὲ Σωκράτης σοφὸς ἦν ταῦτά γε, καὶ ταῦτά γε, ὥς φασιν, ὁμιλήσας ἐκείνῳ. ἀλλʼ οὐδὲ Σωκράτης Ἀναξαγόρου φαυλότερος, οὔκουν, ὥς γε ὑμεῖς ἂν φαίητε, οὐδὲ Μιλτιάδης οὐδὲν ἴσως τῶν σοφιστῶν. οἶμαι δὲ κἂν ἐν θεῶν δικαστηρίῳ Μιλτιάδην κρινόμενον ἁπάσαις ἀποφυγεῖν,2 οὐχ ὥσπερ τὸν Ὀρέστην φασὶ τὰς ἡμισείας μεταλαβόντα. εἰκότως· ὁ μὲν γὰρ τὴν μητέρα ἀπέκτεινε δικαίως, ὁ δὲ τὴν Ἑλλάδα ἔσωσε δικαίως, καὶ τὰ τροφεῖα κάλλιστα ἀνθρώπων ἐξέτισεν οὐ μόνον τῇ πατρίδι, ἀλλὰ καὶ τῇ κοινῇ φύσει τοῦ γένους τοῦ Ἑλληνικοῦ. καὶ γάρ τοι κατὰ πόλεις μὲν ἄλλους ἄλλοι νομίζουσιν ἀρχηγέτας, κοινὸν δὲ τῆς Ἑλλάδος ἀρχηγέτην ἐκεῖνον δικαίως ἄν τις ἡγοῖτο. νομίζω δʼ ἔγωγε καὶ τὴν αἰτίαν ἣν ὕστερον ἔσχεν, εἰ δεῖ τι καὶ περὶ ταύτης εἰπεῖν ἤδη, μέγιστον σύμβολον εἶναι τοῦ πολλῷ τινι τῶν ἄλλων ἐκεῖνον διενεγκεῖν.3 ἅπαντας γὰρ ἠξίουν ἡττᾶσθαι τῆς ἀρετῆς τῆς ἐκείνου καὶ μηδὲν ἀήττητον εἶναι μηδὲ ἀνάλωτον, ὅπου Μιλτιάδης παρείη. εἶτʼ ἐγὼ τὸν οὕτως ἀνδρεῖον καὶ φρόνιμον καὶ σώφρονα, τὸν διὰ βίου μελετήσαντα ἀρετὴν, τοῦτον κολακείας μορίῳ σχολάσαι δοκῶ; τὸν οὐδʼ ὅτʼ ἐκρίνετο οὐδὲν πλέον τοῖς δικασταῖς δείξαντα τοῦ τραύματος, οὐ δακρύσαντα, οὐ παιδία ἀναβιβασάμενον, ὄντος αὐτῷ Κίμωνος, τοῦτον ἐγὼ κόλακα οὑτωσὶ προσείπω μεγαλοπρεπῶς; καὶ τοῦτʼ ἦν τὸ κεφάλαιον τῶν ἐκείνῳ πεπολιτευμένων καὶ βεβιωμένων, κολακεία; καὶ πῶς οὐ δικαίως ἄν τις ἡμᾶς αἰτιῷτο αὐτοὺς κολακεύειν καὶ διακόνων ἔργον, οὐκ ἐλευθέρων ποιεῖν, εἰ τὴν ἑτέρου χάριν διώκοντες τἀληθὲς ἑκόντες διαφθείροιμεν; καὶ μὴν Πλάτωνι μὲν ἂν καὶ ἄλλα πολλὰ χαριζοίμεθα, ἐκείνου δὲ εἰ ταῦτα καταψηφιούμεθα, ἄλλην τίνʼ ἂν αὐτῷ τιμὴν ἀποδοίημεν ἔγωγε οὐχ ὁρῶ. λοιπὸς τοίνυν Θεμιστοκλῆς, ἥκιστα δὴ πάντων ἄξιος ἐκ δευτερείων τὰ πρωτεῖα ἔχειν,4 εἰ τὰ μάλιστα καὶ τοῦτʼ αὐτὸ ἐκείνῳ μόνῳ τῶν πάντων ὑπάρξαν φαίνεται. ἀλλὰ μᾶλλον ὅστις ἐκείνου δεύτερος, τοῦτʼ ἴσως ἔργον εὑρεῖν. τοσούτῳ γὰρ ἡμῖν τὸν Μαραθῶνι, τὸν πάνυ, τὸν ὡς
如阿格西劳斯那般;他因过分热衷于名誉与朋党之私,接掌了称霸陆海的拉栖代梦人之城邦,却未能将其保全于此等气象之中。且看我是将他与何人相提并论:吕库古、鲍萨尼亚斯、吕散德、阿格西劳斯。然而,至于上述诸事,绝无一人能归咎于他。难道他是屈服于肉体之享乐,如同某些人曾谴责斯巴达人西布隆那样,且在希腊人与异族人中尚可指名道姓者数以万计?抑或是他沉溺于民主政体的本土恶习——检举、控告、抄家没产,如同克里昂、克勒奥丰、许珀耳博罗斯等人那样?他们绝非演说家——倘若他们果真是这类人,便断非如此——而不过是攫取了修辞术的某种幻象,倘若毫无相似之处且在各方面皆更为羸弱之物亦当被称为幻象的话。然而米太亚德却全然免于这一切。那么,身为这样的人,他怎会对希腊人无益?或者说,若有人留意倾听于他,他又怎会未能使他们变得更为优秀?这些结论乃是极为必然的。纵使他不通晓如阿那克萨哥拉那般的天象之学,苏格拉底对这些亦不精通,况且据说苏格拉底还曾与那位学者交往过。然而苏格拉底并不逊色于阿那克萨哥拉——至少依你们所言是如此——而米太亚德或许亦丝毫不见得逊于那些智者。我认为,纵使在众神的法庭受审,米太亚德亦会获得全票无罪赦免,绝不像人们所说的那样,俄瑞斯忒斯仅仅获得了半数之票。此乃理所当然:盖因前者乃依正义诛杀其母,而后者乃依正义拯救希腊,并且他在世人之中最美好地偿清了养育之恩,不仅是对其祖国,亦是对全希腊民族的共同本性。是以各城邦之人各自尊崇不同的领袖始祖,但若将他公正地奉为全希腊共同的始祖统帅,亦当之无愧。而我本人认为,他后来所蒙受的指控——若此刻亦须对此略作陈述的话——亦是他远胜常人的最大明证。盖因人们曾期望所有人皆屈服于他的德能,以为凡有米太亚德在场之处,便无不可战胜、无可攻陷之物。既然如此,对于这位如此勇敢、明智且节制,一生恪守德行之人,难道我会认为他竟委身于丝毫的阿谀奉承之中?对于这样一个即便受审之时亦未向审判官多展示伤口之外的任何事物、未曾流泪、即便育有客蒙亦未领幼子登台之人,难道我竟能如此大言不惭地称他为谄媚之徒?难道他从政与立身行事的全部总纲,竟是阿谀奉承?再者,如果我们为了迎合他人的心意而蓄意败坏真相,岂非理所应当受人指责,斥责我们自身在阿谀谄媚、行仆役之事而非自由人之举?诚然,我们在许多其他方面皆可顺从柏拉图,但若在这些事上投票定米太亚德有罪,我实不知还能向他奉上何种荣光。 那么,余下的便是地米斯托克利了;从第二等跃居魁首,他是所有人中最不当得此待遇者——哪怕这事本身在所有人之中显然唯独发生在他一人身上。倒不如说,找出谁能居于他之后位,或许才是真正的难事。因为在我们看来,〔他〕竟以如此之差将马拉松的那位人物、那位卓绝之人、那位...
- 176ἀλλʼ οἷα δὴ τὰ τῆς δημοκρατίας ἐπιχώρια, φαίνειν, ἐνδεικνύναι, δημεύειν
承接前文疑问句(ἐκρατεῖτο δὲ...)的省略性反问结构。既可在句中补出谓语动词(如 προσέκειτο,意为“难道他沉溺于……”),亦可将三个不定式(φαίνειν, ἐνδεικνύναι, δημεύειν)视作中性复数名词化短语 τὰ τῆς δημοκρατίας ἐπιχώρια(民主政体的固有习俗)的同位语说明,意在反问他是否染指了这些诉讼煽动恶习。
- 176ἁπάσαις ἀποφυγεῖν
法庭诉讼的惯用表达,阴性复数与格 ἁπάσαις 省略了名词 ταῖς ψήφοις(凭借全部选票)。动词 ἀποφεύγω 在司法语境中意为“被宣告无罪”,在此构成以 Μιλτιάδην 为逻辑主语的对格不定式结构。此处与下文俄瑞斯忒斯仅凭借雅典娜的断案票获得“半数之票”(τὰς ἡμισείας [ψήφους])免罪形成鲜明对比。
- 177τοῦ πολλῷ τινι τῶν ἄλλων ἐκεῖνον διενεγκεῖν
带冠词的不定式属格短语(τοῦ ... διενεγκεῖν)。此处无前置词,用作说明性(同位语性)属格,用以界定和补足前述名词短语 μέγιστον σύμβολον 的具体内容,即“他是远超常人这一事实的最大明证”。
- 177ἥκιστα δὴ πάντων ἄξιος ἐκ δευτερείων τὰ πρωτεῖα ἔχειν
这一反讽/逆说表达化用了萨拉米斯海战后将领投票的著名典故:每位将领都把第一票投给自己,第二票投给地米斯托克利,从而使他凭借次选票的总和跃居第一。句法上为 ἄξιος 搭配不定式 ἔχειν(“最不配凭借第二等而居首位”),意指他的卓越本应是毋庸置疑的第一,而不该仅被视作退而求其次的折中妥协之选。
