- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:174-175
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里斯提德驳斥了柏拉图将米太亚德贬为厨子或仆役的论调,论证了米太亚德在马拉松取得空前大捷后始终严守节制,绝未重蹈鲍萨尼亚斯或吕散德那种狂妄自大与挑起党争的覆辙。
οὐδείς. διὸ δὴ καὶ προὐκρίθη μόνος ἐξ ἁπάντων, ὥς φασι, τὴν χεῖρα ἐκτετακὼς γραφῆναι, ὡς τότε ἔτυχε τοῖς στρατιώταις παρακελευόμενος. οὕτως ἐκεῖνός γε οὐ μόνον ἐν πνυκὶ [τῇ ἐκκλησίᾳ], ἀλλὰ καὶ Μαραθῶνι ῥήτωρ χρηστὸς ἦν καὶ τὸ τῶν λόγων ἀγαθὸν παρείχετο σῶν πανταχοῦ. ἔπειτʼ Ἀθηναῖοι μὲν καὶ τοὺς πεσόντας τόθʼ αὑτῶν ἔθαψαν ἐν αὐτῷ τῷ χωρίῳ καὶ οὐκ ἀνέμιξαν τοῖς ἄλλοις τοῖς ἐν τοῖς δημοσίοις μνήμασι κειμένοις, ἀλλʼ ἀξιοῦντες κρείττους ἢ κατὰ τοὺς ἄλλους εἶναι τὴν ἀρετὴν ἰδίας καὶ τῆς τιμῆς ἠξίωσαν· σὺ δὲ τὸν τούτων ἡγούμενον καὶ τὸν ἅπασι τοῖς Ἕλλησι τῶν ἀναγκαιοτάτων ἅμα καὶ τῶν καλλίστων κατάρξαντα, σωτηρίας, ἐλευθερίας, εὐκλείας, οὐκ ᾐσχύνθης τιθεὶς μετὰ τῶν ὀψοποιῶν, καὶ τοῖς ἐσχάτοις ὀνείδεσι δουλείας εἰ μὴ περιβαλεῖς, οὐκ ἀρκεῖν ἀξιῶν.1 τί λέγεις; δοῦλος Μιλτιάδης, διʼ ὃν οὐκ ἐδούλευσεν ἡ Ἑλλάς; καὶ διακονῶν Ἀθηναίοις διεγένετο, διʼ ὃν οὐ διηκόνησαν Ἀθηναῖοι Πέρσαις τὰ αἴσχιστα καὶ διʼ ὃν οὐκ ἠδυνήθη Δᾶτις τῷ βασιλεῖ διακονῆσαι τὰ ἐπεσταλμένα; καὶ τῆς περὶ τὴν κομμωτικὴν συμμορίας ἀπογράψομεν ἄνδρα οὕτως αὐχμῶντα καὶ κεκονιμένον κάλλιον ἢ τῶν παλαισάντων καὶ τῶν γυμναστικῶν ὁστισοῦν; πολλὴν μέντἂν ὄφλοιμεν τὴν ἀλογίαν. σκέψαι δὴ καὶ τοῦθʼ ὁπόσον τι τῆς ἐκείνου σωφροσύνης τεκμήριον, καὶ ὅτι εἰ χρυσῆν ἐτύγχανεν ἔχων τὴν ψυχὴν, οὐκ ἂν αὐτῇ καλλίω βάσανον προσήνεγκεν. ἐκεῖνος γὰρ τοσοῦτον ἔργον ἐξεργασάμενος καὶ τοῖς Ἕλλησιν αἰτιώτατος τῆς ἐλευθερίας γενόμενος καὶ μονονοὺ κρείττων ἢ κατʼ ἄνθρωπον νομισθεὶς, οὐκ ἔπαθε ταυτὸν Παυσανίᾳ τῷ τὴν Πλαταιᾶσι μάχην κατορθώσαντι, οὐδʼ ἐπήρθη τοῖς πεπραγμένοις, οὐδʼ ἐξύβρισεν, οὐδʼ ἐφρόνησε μεῖζον οὐδὲν ἢ πρὸ τῆς μάχης. οὕτως εὔτακτος καὶ κόσμιος ἦν διὰ τέλους. καίτοι Παυσανίας μὲν οὔτε πρῶτος δή που τοὺς βαρβάρους ἐνενικήκει, ἀλλʼ εἰς παράδειγμα βλέπων τὴν Μαραθῶνι μάχην ἠγωνίζετο, οὔτε μόνους Λακεδαιμονίους ἔχων, ὥσπερ Μιλτιάδης Ἀθηναίους, ἀλλὰ καὶ αὐτῶν τῶν Ἀθηναίων παρόντων καὶ τῶν ἄλλων Ἑλλήνων, οἷς ταῦτα ἤρεσκε· καὶ σχεδὸν τῶν γε Ἀθηναίων κἀκεῖ τὰ πλεῖστα συνεπεξεργασαμένων λέγονταί γε καὶ τὴν ἵππον τῶν βαρβάρων διαφθεῖραι καὶ τῶν Ἑλλήνων τῶν ἀντιτεταγμένων κρατῆσαι, καὶ τά γε τῆς τειχομαχίας ἐπʼ ἐκείνους παντελῶς ἐλθεῖν. ἀλλʼ ὁ Μιλτιάδης οὐκ ἀνέμεινε τοὺς Λακεδαιμονίους τότε οὐδʼ ἄλλους ἀνθρώπους οὐδένας, οὐδʼ ἐκοίνωσε τὸ ἔργον, ἀλλὰ τοὺς ἀπὸ τῆς πόλεως ἔχων, ὅτι μὴ2 Πλαταιέων φασί τινας προσδραμεῖν, τὸν μὲν κίνδυνον αὑτοῦ, τὴν δʼ ὠφέλειαν κοινὴν ἐποιήσατο ἁπάντων, πρῶτος καὶ μόνος τῶν Ἑλλήνων νικήσας ἓξ καὶ τετταράκοντα ἔθνη τὰ σύμπαντα. ὥστʼ ἐκεῖνον προσῆκεν ἐπιγράφειν ὅτι στρατὸν ὤλεσε Μήδων. αὐτοῦ γὰρ ὡς εἰπεῖν ἦν τὸ ἔργον. καὶ τό γε τούτου πρότερον, τὸ Ἑλλήνων ἀρχηγὸς ἀκριβῶς ἥρμοττεν αὐτῷ· πᾶσι γὰρ αὐτὸς ἦρξε τῆς ἐλευθερίας. ἀλλʼ ὅμως καὶ ταῦτα πράξας ἠπίστατο σωφρονεῖν καὶ οὐδεὶς αὐτοῦ κατηγόρησε τοιοῦτον οὐδὲν οἷα Παυσανίας πολλὰ κατηγορήθη. ἀλλὰ στάσεσι καὶ θορύβοις ἔχοιμεν ἂν εὑρεῖν αὐτὸν προσκείμενον,3 ὥσπερ Λύσανδρον τὸν ἐν Αἰγὸς ποταμοῖς τὰ θαυμαστὰ δὴ πράξαντα καὶ δόξαντα μὲν καθελεῖν τὸν πόλεμον τὸν πρὸς Ἀθηναίους, τῇ δʼ ἀληθείᾳ πολλῶν καὶ μεγάλων κακῶν αὐτὸν τοῖς Ἕλλησιν ἄρξαντα. ἀλλὰ τοιοῦτον μὲν οὐδὲν οὔτε πράξαντα οὔτε βουλεύσαντα Μιλτιάδην, ἡττηθέντα δέ πως φιλοτιμίας καὶ τῷ τοὺς φίλους τοὺς ἑαυτοῦ συναύξειν ζητεῖν τὸ κοινῇ συμφέρον παρορῶντα ἐνίοτε, ὥσπερ
绝无他人。正因如此,正如人们所说,他才从所有人中独独被选中,以伸出手的姿态被绘入画卷,正如他当时激励将士们的那样。如此看来,他不仅在普纽克斯,而且在马拉松亦是一位出色的演说家,随处都完整无缺地展现着言辞的益处。再者,雅典人当时将自家的阵亡将士就地安葬于战场,并未将他们与安息在公墓中的其他人混杂在一起,而是认为他们在德行上超越了凡常之人,理应享有独特的殊荣。然而,你却毫不羞愧地将这些人的统帅、将全希腊人最迫切且最美好的事物——拯救、自由与威名——的开创者与厨子之流相提并论,若不用最下贱的奴役耻辱加诸其身便誓不罢休。你在说什么?难道因为他而未遭奴役的希腊,其救主米太亚德反成了奴仆?难道使雅典人免于向波斯人奉上至丑至辱之役侍、使达提斯无法向大王复命交差的米太亚德,反倒成了终生供雅典人差遣的仆役?难道我们要将一位比任何摔跤手和体操家都更为光荣地满身污垢、遍体尘灰的男子,编入服侍容饰的行当之中?果真如此,我们便要背负极大的荒谬之名了。 现在且看这一点,看它是其节制的何等巨大的明证;即使他恰好拥有一颗黄金般的灵魂,人们也绝不可能为其施加更为完美的试金石。因为他在立下如此伟业、成为希腊人自由的最主要缔造者、且几乎被视作超越凡人之后,并未重蹈在普拉提亚战役中克敌制胜的鲍萨尼亚斯之覆辙,未因自己的建树而狂妄自大,未曾飞扬跋扈,亦未比战前有丝毫更为自命不凡之态。他自始至终都是如此恪守秩序、谦抑自持。尽管鲍萨尼亚斯绝非首位击溃异族之人,而是仰望马拉松战役的榜样而奋战;他统领的亦非仅仅是拉栖代梦人(如同米太亚德只率领雅典人那样),而是雅典人自身以及其他赞成此役的希腊人皆在场;而且可以说,雅典人甚至在彼处也协同完成了绝大部分功业——据说正是他们歼灭了异族的骑兵,制服了与之为敌的希腊叛邦,并且攻陷营寨的战功也完全归于他们。然而,当年的米太亚德既未等待拉栖代梦人,亦未等候任何旁人,更未分润这功业,而是仅率领本城之军(除据说有若干普拉提亚人奔赴策应外),将凶险留给自己,将福祉普惠于大众,成为希腊人中首位且唯一一人彻底击溃总计四十六个部族的人。因此,由他题写这句题铭本是理所应当: 他覆灭了米底人的军队。 因为可以说,这功勋本就完全属于他一人。而在此之前的这一句,即希腊人的统帅,亦与他丝丝入扣;因为是他率先为所有人开启了自由之门。然而,尽管建立了这般伟业,他仍深谙节制自处之道,从未有人因鲍萨尼亚斯屡遭指控的那些罪名而对他提出丝毫控告。难道我们竟能在党争与纷乱之中发现他的身影,如同在埃戈斯波塔米立下那般赫赫战功、看似终结了对雅典人战争、实则成为希腊人众多巨大灾祸元凶的吕散德那样吗?抑或〔我们能发现〕米太亚德虽未曾行此等之事、亦未曾作此等谋划,却多少屈从于名誉之心,因图谋提携己友而有时忽视了共同利益,正如同
- 174εἰ μὴ περιβαλεῖς, οὐκ ἀρκεῖν ἀξιῶν
条件从句“εἰ + 将来时直陈式(περιβαλεῖς)”依附于分词短语 ἀξιῶν,意为“若不……便认为不足”。在条件从句中使用将来时直陈式带有一种强烈的情感色彩与论辩性责问(即“若不誓将……强加于其身便不甘休”)。
- 175ὅτι μὴ
短语 ὅτι μή 是相当于 εἰ μή 的惯用表达,意为“除……之外”。此处引导从句 φασί τινας προσδραμεῖν(“据说有若干普拉提亚人奔赴策应”),构成了对米太亚德仅率雅典孤军奋战这一论断的唯一例外限定。
- 175ἀλλὰ στάσεσι καὶ θορύβοις ἔχοιμεν ἂν εὑρεῖν αὐτὸν προσκείμενον
带有 ἄν 的潜能希求式(ἔχοιμεν ἂν εὑρεῖν)构成了修辞性反问或假设:“难道我们竟能发现他投身于党争与骚乱吗?(显然不能)。”紧随其后的下一句中,宾格分词短语(ἀλλὰ τοιοῦτον μὲν οὐδὲν οὔτε πράξαντα...)承接了 εὑρεῖν 所支配的宾语及其补足语结构,在逻辑上与之呼应。
