- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:172-173
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演讲者赞颂了马拉松战役的阵亡将士与统帅米太亚德,援引潘神的庇佑及阿里斯提德的谦逊退让,批驳柏拉图对米太亚德的贬损与指责。
ἀγαθοὺς, καὶ ῥύεσθαί γε τὴν χώραν οὐ χεῖρον ἢ τὸν ἐν Κολωνῷ κείμενον Οἰδίπουν, ἢ εἴ τις ἄλλοθί που τῆς χώρας ἐν καιρῷ τοῖς ζῶσι κεῖσθαι1 πεπίστευται. καὶ τοσούτῳ γέ μοι δοκοῦσι τὸν Σόλωνα παρελθεῖν τὸν ἀρχηγέτην ὥσθʼ ὁ μὲν ἐν τῇ Σαλαμῖνι σπαρεὶς φυλάττειν τὴν νῆσον Ἀθηναίοις δοκεῖ, οἱ δὲ ὑπὲρ ἧς ἐτάχθησαν πεσόντες διετήρησαν ἅπασαν τὴν Ἀττικὴν, μᾶλλον δὲ καὶ τὴν ἄλλην Ἑλλάδα πᾶσαν, οὐ μόνον οἷς αὐτοὶ παρέσχοντο οὐδʼ οἷς ἐκώλυσαν τοὺς ἐπελθόντας, ἀλλʼ ὅτι καὶ τοῖς ὕστερον κατέδειξαν ὁποίους τινὰς εἶναι δεῖ καιρῶν ὁμοίων ἐπιστάντων. ἀλλὰ μὴν ὅτε καὶ τοῖς τελευτήσασιν αὐτῶν οὐ χαμᾶζε ἔπεσε τὸ κέρδος, ἀλλʼ ἀπέλαυσαν τῆς διανοίας καὶ αὐτοὶ τῆς ἑαυτῶν καὶ οἱ ἄλλοι πάντες τῆς ἐκείνων, πόσον τι τοῖς γε ζῶσι καὶ κρατήσασι περιεγένετο; οἶμαι δʼ ἔγωγε καὶ τὸν Ἡρακλέα καὶ τὸν Πᾶνα καὶ τοὺς ἐπὶ τὴν μάχην ἀπαντήσαντας καὶ συστρατηγήσαντας Μιλτιάδῃ μάρτυρας ἀξιόχρεως τῆς ἀνδρείας τῆς ἐκείνου πρὸς ἅπαντας ἀνθρώπους εἶναι καὶ φέρειν οὐκ ἐλάττω τοῦτο Μιλτιάδῃ φιλοτιμίαν εἰς ἅπασαν τὴν πολιτείαν ἢ Πινδάρῳ φασὶν εἰς τὴν μουσικὴν τὸ τὸν αὐτὸν τοῦτον θεὸν ὀρχήσασθαί τι τῶν ᾀσμάτων αὐτῷ. καὶ μὴν τεχνικόν γε εἶναι περὶ λόγους Πᾶνα τὸν Ἑρμοῦ Πλάτωνος ἡ φωνή· ἀλλαχοῦ δὲ καὶ λόγον αὐτὸν εἶναι λέγει, ἤτοι λόγου γε ἀδελφόν. φαίνεται τοίνυν οὗτος οὕτως αὐτῷ χαίρων τῷ Μιλτιάδῃ, οὐκ ἂν, εἴ γε ἑώρα φαῦλον περὶ τοὺς λόγους ὄντα.2 οὐκοῦν πάνθʼ ἅμα μαρτυρεῖ καὶ τὴν ῥητορικὴν τέχνην, ἀλλὰ μὴ ἄτεχνον τριβὴν εἶναι, καὶ τὸν Μιλτιάδην καὶ τοῦ λέγειν τεχνίτην καὶ τὴν ἀνδρείαν ἐπὶ τῶν ἔργων τοῖς λόγοις παραπλήσιον. ἆρά γε ἢ πρὸς ἀνθρώπων ἢ πρὸς θεῶν βέλτιον περὶ Μιλτιάδου τι βλασφημεῖν; ἄτοπον δʼ ἄν τις ἡγήσαιτο Ἀθηναίους μὲν ἐκ τούτων τῶν ἔργων ἱδρύσασθαι τῷ Πανὶ τὸν νεὼν, οὐ πρότερον συννοήσαντας, Πλάτωνα δὲ τῶν ἔργων τούτων ὑπαρχόντων περὶ Μιλτιάδου τολμᾶν τὰ χείρω λέγειν καὶ τοσοῦτον ἀπέχειν τοῦ τιμᾶν ὥστε καὶ τὴν ὑπάρχουσαν αὐτῷ δικαίως τιμὴν τὸ καθʼ αὑτὸν ἀποστερεῖν· ὅστις καὶ δέκατος αὐτὸς στρατηγήσας μόνος ὡς εἰπεῖν ὀνομάζεται, καὶ ταῦτα Ἀριστείδου τοῦ Λυσιμάχου παρόντος, ὃν οὐδὲ Πλάτων αἰτιάσασθαι μόνον τῶν πάντων ἠξίωσεν, ἀλλʼ ᾐσχύνθη. ἀλλʼ ὅμως ἐκεῖνος Πλαταιᾶσι μὲν ἐκφανὴς ἦν μετὰ Παυσανίου στρατηγῶν, Μαραθῶνι δὲ ἐκρύπτετο ὑπὸ τῷ Μιλτιάδῃ καὶ οὐκ ἠμφισβήτει τῶν ἴσων, δίκαιος ὢν, ὡς σὺ φῂς, καὶ ταῦτα ἀμέλει δίκαια ποιῶν. καὶ γὰρ ὁ τὴν μάχην γενέσθαι σπεύσας καὶ οὐ περιιδὼν διαφθαρέντα τὰ πράγματα ἐν τῇ τριβῇ καὶ ὁ πάντα εἰς ἑαυτὸν ἀναδεξάμενος καὶ δείξας ὃ σὺ χρησμῳδεῖς, οὐκ ἐν ἄλλοις εἰκὸς ἔχειν τὰς ἐλπίδας, ὧν ἢ εὖ ἢ κακῶς πραξάντων ἀνάγκη πλανᾶσθαι καὶ αὐτὸν καὶ τὰ αὐτοῦ τινὸς, ἀλλʼ αὐτὸν ἐν αὑτῷ, τόν γε δὴ σώφρονα καὶ τὸν ἀνδρεῖον καὶ φρόνιμον, Μιλτιάδης εἷς ἀνήρ ἐστιν, οὐκ ἄλλος3
高尚,并且庇护这片土地丝毫不亚于长眠于科罗诺斯的俄狄浦斯,或国土中任何其他被深信在恰当时机为了生者之福祉而长眠的人。在我看来,他们超越始祖梭伦之处如此之大,以至于梭伦撒骨灰于萨拉米斯,被认为是在为雅典人守护那座岛屿,而他们为了受命驻守的阵地而阵亡,却保全了整个阿提卡,甚至保全了希腊其余的所有土地;这不仅凭借他们自身的建树,亦不仅凭借他们对进犯者的阻击,更在于他们向后人昭示了当同类危机降临时应当成为何种人。再者,当阵亡者所得的赏报都未曾化为乌有,而是不仅他们自己享用了自身志向的果实,其余所有人亦享用了他们的心志成果时,对于活着且克敌制胜的人而言,所得的荣耀该是何其宏大!依我之见,赫拉克勒斯、潘神以及赶赴战场与米太亚德并肩作战的诸神,在全人类面前都是他英勇无畏的可靠见证者;而这件事带给米太亚德在全部政治活动上的殊荣,绝不亚于人们谈及品达在诗乐之域的荣光——据说这位神明曾亲自伴着品达的一首颂歌翩翩起舞。况且,赫尔墨斯之子潘神精于辞令,这本是柏拉图本人的原话;他在别处甚至说潘神即是言辞本身,或者至少是言辞的兄弟。显而易见,这位神明对米太亚德如此青睐,若非看到他在言辞上绝非平庸之辈,是绝不可能这般的。因此,这一切岂不同时证明了修辞术乃是一门技艺而非缺乏技艺的盲目经验,证明了米太亚德既是言辞的大师,其行事上的英勇亦与他的言辞并驾齐驱?那么,无论是在人面前还是在神面前,对米太亚德加以任何诋毁,难道是更好的做法吗?人们完全有理由认为这是荒唐透顶的:雅典人因这些功绩而为潘神修建了神庙(此前从未有过此念),柏拉图在这些功绩历历在目的情况下,却竟敢贬损米太亚德,非但不予以尊崇,甚至还在自身力所能及之处剥夺其理应享有的荣誉;米太亚德本人身为十位将军之一,却可以说是唯一名留青史之人,而且这还是在阿里斯提德(吕西马科斯之子)在场的情况下发生的——连柏拉图也在众人之中唯独不愿指责阿里斯提德,反倒敬畏他。然而尽管如此,阿里斯提德在普拉提亚与鲍萨尼亚斯共同统帅时名震一时,但在马拉松却掩映在米太亚德的光芒之下,并不与之争夺同等荣誉,因为正如你所言,他是一个公正之人,而他在此时确实行事公正。因为正是那位力主速战、未曾坐视局势在拖延中毁弃的人,那位将一切重任担于一身的人,那位向人证明了你所宣谕的道理——即节制、勇敢而睿智之人绝不应将希望寄托于旁人(无论旁人行事顺逆,自身及其切身利益势必随之动荡),而当寄托于自身——正是米太亚德一人,而非他人。
- 172ἐν καιρῷ τοῖς ζῶσι κεῖσθαι
短语 ἐν καιρῷ 作副词性修饰,意为“合乎时宜地”或“有益地”,与与格 τοῖς ζῶσι(“对生者而言”)连用,表示死者安息于墓中对活着的人起到了适时的庇护与裨益。
- 173οὐκ ἂν, εἴ γε ἑώρα φαῦλον περὶ τοὺς λόγους ὄντα
在此反事实条件句的结论从句中,主谓语动词(如 ἔχαιρεν)承接前文分词 χαίρων 而被省略(即“若他见到米太亚德拙于辞令,便决不会如此青睐他”)。
- 173καὶ γὰρ ὁ τὴν μάχην γενέσθαι σπεύσας ... Μιλτιάδης εἷς ἀνήρ ἐστιν, οὐκ ἄλλος
该长句的骨干结构是由带冠词的分词短语(ὁ ... σπεύσας καὶ οὐ περιιδὼν ... καὶ ὁ ... ἀναδεξάμενος καὶ δείξας ...)作主语,并在句末由谓语 Μιλτιάδης εἷς ἀνήρ ἐστιν, οὐκ ἄλλος(“正是米太亚德一人,而非他人”)加以承接。关系代词 ὃ(“你所宣示的道理”)的内容通过后续的不定式短语 οὐκ ... ἔχειν τὰς ἐλπίδας ... ἀλλʼ αὐτὸν ἐν αὑτῷ(“不把希望寄托于他人……而寄托于自身”)展开。
