← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§170-171

驳家奴比喻与作为训练师的米太亚德

作者驳斥了柏拉图将米太亚德贬为庸俗舵手或卑微家奴的观点,指出他磨砺雅典人为了自由与祖国视死如归并夺得胜利,实应比作培育健儿夺冠并自身亦获桂冠的体操教练,而听从其号召阵亡的将士亦当如赫西俄德笔下的黄金种族一般被尊为大地的神圣守护者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§170

προηγόρευον Ἀθηναίοις ὅτι δεῖ μελετᾶν τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα καὶ μὴ λιπεῖν τὴν τοῦ φρονήματος τάξιν, καὶ οὐ τὰ ὅπλα ῥίψαντας οὐδὲ τοῖς φόβοις εἴξαντας, ἀλλʼ ἀναλαβόντας τὰ ὅπλα καὶ τῶν φόβων κρείττους γενομένους, μᾶλλον δʼ ἕνα τοῦτον φόβον καὶ δεινὸν καὶ ἀφόρητον νομίσαντας εἶξαι τοῖς χείροσι καὶ παραχωρῆσαι τοῦ πατρίου σχήματος,1 εἰ ταῦτα λέγοντας καὶ οὕτω παρεσκευασμένους ἠξίουν ἀπαντᾶν2 ἐπὶ τὴν κρίσιν τὴν περὶ τῶν ὅλων καὶ δέχεσθαι τὸ ἐκβησόμενον ὡς ἐπʼ ἀμφότερα ὁμοίως κερδανοῦντας,3 οὐχ ὁρῶ τίνα ταῦτʼ ἔχει διακονίαν ἀγεννῆ ἢ πῶς ἔοικε τοῖς τοῦ κυβερνήτου λογισμοῖς. ἀλλʼ εἰ μὲν τοῦτο λέγεις ὡς τὸν αὐτὸν τρόπον ὥσπερ ἐν νηὶ μέγιστον ὁ κυβερνήτης καὶ πρὸς τοῦτον ἅπαντα καὶ τὰ τῶν ναυτῶν καὶ τὰ τῶν ἐμπλεόντων, οὕτω καὶ τότʼ εἰς ἐκείνους ἧκε τὰ τῶν Ἑλλήνων πράγματα καὶ ὑπὸ τῆς ἐκείνων γνώμης ἤγετο, εἰ τοῦτο λέγεις καὶ ὅσον παραδείγματι χρῇ τῷ κυβερνήτῃ, ὥσπερ Ὅμηρος τοῖς λέουσι καὶ τοῖς κάπροις καὶ πολλοῖς τοῖς ἄλλοις οὐκ εἰσάπαξ εἰκάζων, ἀλλʼ εἰς ὅσον προσήκει τῷ λόγῳ, εἰ κατὰ τοῦτο τὸ μέρος καὶ σὺ μέμνησαι τοῦ κυβερνήτου, δίδωμι καὶ συγχωρῶ· εἰ δʼ ἐπὶ πᾶσι τοῖς αὐτοῖς καταχρῇ τῷ λόγῳ καὶ ταὐτὸ δίκαιον ἐπʼ ἀμφοτέροις τάττεις, οὐκ οἶδα ὅστις ταῦτα ἀποδέξεται, οἶμαι δὲ οὐδὲ αὐτὸς σὺ σαυτοῦ. δύο, φῂς, ὀβολοὺς λαβὼν ἢ δραχμὰς ὁ κυβερνήτης ἀπήλλακται. ἀλλʼ οὐ Μιλτιάδης δυοῖν ὀβολοῖν οὐδὲ δραχμαῖν, οἶμαι δὲ οὐδὲ πολλῶν χρημάτων ἐν Ἀθηναίοις ταῦτα ἐπολιτεύετο, μᾶλλον δʼ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐν ἅπασι τοῖς Ἕλλησιν, ἀλλʼ ἄμισθον τὴν ἀρετὴν εἰς τὸ μέσον παρείχετο τῇ Ἑλλάδι, ὥσπερ σὺ φῂς τὸν Σωκράτη τοῖς νέοις. οὐδὲν βελτίους ὁ κυβερνήτης ποιεῖ τότε τοὺς ἐμβάντας εἰς τὴν ναῦν. ὑπερεῦ γε, ὦ Πλάτων, καίτοι καὶ ὁ κυβερνήτης ἴσως βελτίους τοὺς ναύτας τά γε ναυτικὰ ποιεῖ. ἀλλʼ ἐῶ τοῦτο. ἔστω μηδένα μηδὲν ὁ κυβερνήτης βελτίω ποιῶν, ἀλλὰ Μιλτιάδης καὶ πρὶν εἰς τὸν κίνδυνον ἐμβαίνειν ἅπαντας ἤσκει πρὸς τὸ βέλτιστον, καὶ ἰδιώτας ἐξαγαγὼν ὡς εἰπεῖν ἐπανήγαγε νικηφόρους. μὴ τοίνυν κατὰ τὸν κυβερνήτην θῇς αὐτὸν, ὦ χρηστὲ, τὸν εἰς τὴν Ὀλυμπίαν κομίζοντα, ἀλλὰ μᾶλλον φῶμεν αὐτὸν ἐοικέναι τῷ γυμναστῇ, ὃς πάλαι παρασκευάσας ἐκεῖσε τὸν ἀθλητὴν, εἶτα ἐξαγαγὼν νικῶντα ἐπανήγαγεν. εἰ δὲ δὴ προσέσται τούτῳ τὸ καὶ αὐτὸν ἀνῃρῆσθαι τὰ πρῶτα τῆς ἀγωνίας ἐπὶ τῆς αὐτῆς Ὀλυμπιάδος, Ἡράκλεις, τίς ἂν διακονίαν τοῦ τοιούτου κατηγοροίη, ἢ τίς οὐκ ἂν τῶν στεφάνων συνήδοιτο; οὐκ ἔνι τῷ κυβερνήτῃ πρὸς οὐδένα τῶν ἐμπλεόντων εἰπεῖν ὅτι χρὴ τοῦ θανάτου καταφρονῆσαι, οὐδʼ ὅτι ἐξεπίτηδες αὑτὸν εἰς τὴν θάλατταν ῥῖψαι, ἀλλʼ ὅσον τῶν σκευῶν ἐκβαλεῖν, καὶ ταῦτα ὑπὲρ σωτηρίας τῶν σωμάτων, ἄχρι τούτου κελεύειν ὁ κυβερνήτης κύριος.4 τὸ δὲ σύμπαν σώζειν προείρηται παρὰ τῆς τέχνης αὐτῷ καὶ μὴ πολυπραγμονεῖν. ἀλλʼ οὐκ ἐν τοῖς Μιλτιάδου λόγοις ταῦτʼ ἐνῆν ἐκ παντὸς τρόπου σώζεσθαι, καὶ οὐδὲ τὰ ὅπλα, ἂν οὕτω τύχῃ, ῥίψαντας ὑπὲρ τούτου. πόθεν; ἀλλʼ αὐτὸ τοὐναντίον, μὴ ζητεῖν ἐκ παντὸς τρόπου σωθῆναι, ἀλλʼ εἰ καὶ τεθνάναι δέοι, τολμᾶν ὑπὲρ πατρίδος καὶ ἱερῶν καὶ τάφων καὶ πολιτείας· ὁρᾷς ὅσῳ καὶ τὸν κυβερνήτην παρελήλυθε. καὶ γάρ τοι ὅσοι μὲν τοῦτʼ ἐπείσθησαν αὐτῷ, σεμνοὶ σεμνῶς κεῖνται, κάλλιστα δὴ πάντων Ἑλλήνων καταλύσαντες τὸν αἰῶνα, μνημεῖον τῆς ἀρετῆς τὸν τάφον κεκτημένοι καὶ ὑπὸ γῆς ὄντες τὴν γῆν φυλάττοντες αὐτὴν, ἀλλʼ οὐχ ὑπʼ αὐτῆς ἐχόμενοι, τῆς Ἡσιόδου προσρήσεως ἐγγύτατα ἥκοντες μετέχειν, ἣν ἐκεῖνος εἰς τὴν τελευτὴν τοῦ χρυσοῦ γένους ἐποίησεν εἰπὼν "οἱ μὲν δαίμονες ἁγνοὶ ὑποχθόνιοι καλέονται, ἐσθλοὶ, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων." κἀκείνους πλὴν ὅσον οὐ δαίμονας, ἀλλὰ δαιμονίους καλῶν, θαρρούντως ἂν ἔχοις λέγειν, ὑποχθονίους τινὰς φύλακας καὶ σωτῆρας τῶν Ἑλλήνων, ἀλεξικάκους καὶ πάντα

假若他们从传令官本身及其答复开始,便向雅典人昭示:必须为希腊人的自由之战全力以赴,不可背弃意气高昂的战阵;不可抛弃兵刃,亦不可屈从于恐惧,而应当操起武器、战胜恐惧,甚或应当认定唯有屈服于卑劣者并放弃祖传的崇高风范,才是唯一可怕、可怖且不可忍受之事;假若他们要求人们口含此言并怀抱如此准备去迎接关乎全希腊命运的决战,且无论胜负死生皆视为同等获益而坦然承受结局,那么我真看不出这其中有何卑贱的奴仆之举,抑或它何以类似于舵手的盘算。但是,如果你是指这一点:正如在船上舵手至高无上,水手与乘船者的一切事务皆仰赖于他,同样在当时希腊人的局势也交付于他们之手并受其智谋引导;如果你是这个意思,并且像荷马将人物比作雄狮、野猪以及许多其他事物那样,并非全盘生搬硬套,而仅仅在切合论述的限度内将舵手作为范例使用;若你也是仅在此种意义上提及舵手,我便认可并赞同。然而,若你将此论述滥用于所有细节,并在两者身上强加完全相同的评判标准,我不知有谁会接受这一观点,而且我想连你自己也不会赞同你自己的说法。你说,舵手取了两枚奥波尔或两枚德拉克马便走人了。然而米太亚德在雅典人当中——或者说句实话,在所有希腊人当中——主持政务,既非为了两枚奥波尔或两枚德拉克马,我想亦非为了巨额财富,而是如同你谈及苏格拉底对待青年那样,毫无报酬地将自身美德公之于世以奉献给希腊。〔你说〕,舵手并未使登船者变得更好。说得太好了,柏拉图啊!尽管舵手或许至少在航海技能方面确实使水手们变得更好了。但我姑且不谈这一点。就算舵手未能使任何人变得更好,但米太亚德在人们投身危险之前便已将所有人往至善的方向磨砺,率领可以说是一介布衣的凡人出征,又将他们作为胜利者带回。那么,我的善人啊,切莫将他与载客前往奥林匹亚的舵手相提并论,我们倒不如说他类似于体操教练——教练久前便为赴彼处栽培运动员,随后率其出征,又在获胜后将其领回。假若在此之上还要加上他在同一届奥林匹亚赛会上自己亦斩获了竞技头奖的事实,凭赫拉克勒斯起誓,谁还能指责这样的人行的是奴仆之举,谁又会不为其桂冠而同声庆贺呢?舵手根本不可能对任何乘船者说应当轻视死亡,或者应当故意将自己投入大海;舵手有权下达的命令仅限于抛弃物资,而且这还必须是为了保全生命——舵手的权威仅以此为限。总而言之,凭其技艺,他被赋予的使命只是保全性命,不可多管闲事。然而,在米太亚德的说辞中,绝不存在不择手段苟且偷生,若情势需要甚至为此缴械投降之意。怎么可能呢?恰恰相反,是不可寻求不择手段苟全性命,而是纵然必须赴死,亦当为了祖国、圣所、陵墓与国制挺身涉险。你看见他究竟超越了舵手多少吧!正因如此,凡听从了他这番话的人,皆庄严端肃地长眠于此,以全希腊人中最壮美的方式结束了生命,以陵墓作为其美德的纪念碑,身处地下却守护着大地本身,而非被大地所拘禁,从而最深切地得以分享赫西俄德在论及黄金时代的种族之死时所作的称号,他说: ‘他们被称为地下圣洁的守护神,高尚,辟邪禳灾,凡人的守护者。’ 将他们就算不称为守护神,也称为神圣之士,你便能坦然称其为希腊人的地下守护者与拯救者,辟邪禳灾之人,以及一切……

语法注4 条
  1. 170ἕνα τοῦτον φόβον καὶ δεινὸν καὶ ἀφόρητον νομίσαντας εἶξαι τοῖς χείροσι καὶ παραχωρῆσαι τοῦ πατρίου σχήματος

    不定词 εἶξαι 与 παραχωρῆσαι 与分词 νομίσαντας 的宾语 ἕνα τοῦτον φόβον(“这唯一的恐惧”)构成同位解释关系,意为“认定唯有屈服于卑劣者并放弃祖传风范,才是唯一可怕之事”。

  2. 170προηγόρευον Ἀθηναίοις ὅτι δεῖ μελετᾶν ... εἰ ταῦτα λέγοντας καὶ οὕτω παρεσκευασμένους ἠξίουν ἀπαντᾶν

    动词 προηγόρευον 接续上一段落结尾处的条件从句“εἰ δʼ ἀπʼ αὐτῶν τῶν κηρύκων ἀρξάμενοι...”,随后又通过“εἰ ταῦτα λέγοντας... ἠξίουν”(“假若他们要求口含此言者……”)对条件从句进行复述重开(resumptive εἰ),最终引出主句“οὐχ ὁρῶ τίνα ταῦτʼ ἔχει διακονίαν...”。理清这一长句的嵌套与复述结构是理解全句的关键。

  3. 170ὡς ἐπʼ ἀμφότερα ὁμοίως κερδανοῦντας

    “ὡς + 宾格阳性复数将来分词(κερδανοῦντας)”结构表示奔赴战场的雅典人的主观信念或心理状态。ἐπʼ ἀμφότερα 指生死两种结局:“深信无论哪种结果都同样获益/获胜”。

  4. 171ἄχρι τούτου κελεύειν ὁ κυβερνήτης κύριος

    不定词 κελεύειν 依附于表语形容词 κύριος,构成限制形容词的不定词结构(“有权下令”)。ἄχρι τούτου 回指前文的“将货物抛入海中”,划定了舵手权力的严格界限。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:170-171