← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§168-169

米太亚德舍弃私利与保卫希腊的正义

演说者指出米太亚德放弃了与僭主或波斯勾结的机会,将自身奉献给祖国和希腊的共同防卫,并在波斯席卷诸国的大危机中展现出真正的正义与非凡的勇气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§168

Ἕλλησιν οὐδὲν πρότερον τῆς κοινῆς σωτηρίας ἐποιήσατο, οὐδʼ ἰδίᾳ περὶ τῶν ἑαυτοῦ πραγμάτων ἐσκέψατο, οὐδʼ ἀνεβάλετο εἰς ἕτερον καιρὸν τὴν ἀρετὴν δεῖξαι τὴν ἑαυτοῦ. καίτοι παρῆν αὐτῷ1 μὴ πρὸς τὸ βέλτιστον ὁρῶντι, ἀλλὰ ταὐτὰ τοῖς τυράννοις διώκοντι, εἰ μὲν ἐβούλετο μετὰ Ἱππίου καὶ τῶν Πεισιστρατιδῶν συνεπιστρατεύειν ἐπὶ τὴν Ἑλλάδα, εἰ δὲ ἐβούλετο μετʼ Ἀλευαδῶν ἐκ Θετταλίας, ἢ πρό γε Ἀλευαδῶν. οἶμαι δὲ οὐδʼ ἂν ἐκ Λακεδαίμονος τῶν ταὐτὰ βουλομένων ἠπόρησε. καὶ μὴν οὐδʼ οἱ βάρβαροί γʼ ἂν ἧττον ἐκεῖνον ἡδέως ἐδέξαντο ἢ πολλοὺς ἑτέρους. ἀλλʼ ὡς ἔοικεν, οὐ πρὸς αὑτοῦ ταῦθʼ ἡγεῖτο Μιλτιάδης, ἀλλὰ ταῦτα πάντα ἀφεὶς καὶ παριδὼν καὶ τοῦ μηδενὸς ἄξια κρίνας εἰς ἀρετῆς λόγον τῇ κοινῇ χρείᾳ τῆς πατρίδος καὶ τῶν Ἑλλήνων προσένειμεν αὑτόν. καίτοι ταῦτα ποιῶν καὶ ταῦτα προαιρούμενος πότερον δικαιοσύνης καὶ καλοκαγαθίας, ἢ κακίας καὶ ἀδικίας δεῖγμα ἐξέφερεν; ἢ οὐδετέρου φήσομεν; ἐγὼ μὲν γὰρ εὐδαίμονα καὶ ζηλωτὸν ἀκούειν οὐδὲν κωλύειν ἐκεῖνον ἡγοῦμαι, εἴπερ ἀληθὴς ὁ Πλάτωνος λόγος ὡς τό γε δίκαιον αὐτὸ λαμπρὸν ἔπεστι τοῖς πεπολιτευμένοις. εἶεν. ἀλλʼ ὑπὲρ τῆς ἀνδρείας τῆς ἐκείνου δείσομεν, ἢ μικρούς τινας καὶ φαύλους καιροὺς τοὺς δείξαντας αὐτὴν εἶναι φήσομεν; οὐ πάντες μὲν ἄνθρωποι μικροῦ δέω λέγειν τότε Πέρσαις ὑποπεπτώκεσαν, τὰ δὲ πλεῖστα ἐξ ἐντολῆς τῷ βασιλεῖ κατειργάζετο; ὅποι δʼ ὁρμήσειαν, ἔχειν ὑπελάμβανον, οἵ γε καὶ ἐπὶ Σκύθας ἐλθόντες ἔδοξαν δυστυχῆσαι, ὅτι οὐκ ἠδυνήθησαν εὑρεῖν αὐτούς· Αἰγύπτιοι δὲ οἱ σοφώτατοι πάντων μίαν τῶν πασῶν μηχανὴν οὐχ εὗρον, διʼ ἧς ἐκφεύξονται τὸ μὴ δουλεῦσαι.2 Λιβύην δʼ οὐδεὶς λόγος ἦν ὁ διαιρῶν ἀπὸ τῆς Ἀσίας τότε, ἀλλʼ ἦν ἅπαντα μία ἤπειρος ὡς Πέρσαις εἶναι.3 τῶν δὲ Ἑλλήνων οἱ μὲν τὴν Ἀσίαν οἰκοῦντες οἱ μὲν ἐκ τριγονίας ἐδούλευον, οἱ δʼ ἐκ πλείονος, αἱ νῆσοι δʼ οὐδὲν ἦσαν πρᾶγμα, Ἐρετριεῖς δʼ Εὐβοέων χεῖρας ἀνταράμενοι τριῶν ἡμερῶν ἤγοντο πανοικησίᾳ· τῶν δʼ ἄλλων τῶν ἐν τῇ Εὐρώπῃ οἱ μὲν τὸ ὕδωρ καὶ τὴν γῆν ἐδεδώκεσαν, οἱ δὲ τὸ μέλλον ἀπεσκόπουν, τοσοῦτον αὑτοὺς Ἐρετριέων εὐτυχεστέρους νομίζοντες, ὅσον ὕστεροι ταὐτὰ πείσεσθαι. Λακεδαιμόνιοι δὲ, εἴθʼ ὑπὸ τοῦ πρὸς Μεσσηνίους πολέμου εἴτε καὶ τὴν πανσέληνον μένοντες, οὐδὲ αὐτοὶ βοηθεῖν εἶχον. ὁ δὲ στρατὸς ἦν καὶ δὴ Μαραθῶνι κατηρκὼς ἐξ Ἐρετρίας ὡς ἐπὶ τοῖς ἴσοις. οὐ διακόνων ἐκεῖνος ὁ καιρὸς ἦν,4 οὐδʼ ὑφειμένων ἀνθρώπων, οὐδʼ ἐκ πολλοῦ τὸ κελευόμενον ποιεῖν εἰδότων, οὐδʼ εἰς τὸ δοκοῦν ἑτέροις βλεπόντων, οὐδʼ ὅπως ἀσφαλῶς βιώσονται ζητούντων, οὐδὲ τοῦθʼ ἡγουμένων ἀρκεῖν, ἀλλʼ ἐκεῖνος ὁ καιρὸς ὥσπερ κήρυξ ἐκάλει τῶν Ἑλλήνων τὸν ἀνδρειότατον καὶ τὸν ἐκ πλείστου τοῖς ἀρίστοις λογισμοῖς ὡμιληκότα, καὶ ὅστις οἶδεν ὅπως δεῖ σώζειν τε καὶ σώζεσθαι. οὐδʼ ἡμεῖς τῶν ἀνδρῶν ἐκείνων τοῦτο ἐπαινοῦμεν, λέγω τῶν ἐν ἐκείνοις τοῖς χρόνοις προστάντων, ὅτι τὴν Ἑλλάδα ἔσωζον ὁπωσοῦν, ὥσπερ ὃν σὺ λέγεις τὸν κυβερνήτην τὸν ἐξ Αἰγίνης ἢ τοῦ Πόντου κομίζοντα· ἀλλʼ ὅτι ἔσωζον καὶ πολίτας καὶ πάντας σὺν καλῷ τῷ σχήματι. εἰ μὲν γὰρ τὰ ὅπλα παραδόντας ἢ τοῖς κήρυξιν ὁμολογήσαντας, ἢ τὸν Περσῶν βασιλέα δεσπότην ἀντὶ τῶν νόμων ἑλομένους ἠξίουν σώζεσθαι, οὐκ ἂν ἔγωγε συγχαίρειν ᾤμην δεῖν οὔτε τοῖς πείθουσι τῶν λόγων οὔτε τοῖς πεισθεῖσι τῆς σωτηρίας, ἀλλʼ ὡς ἀληθῶς διακόνους ἂν ἐκείνους εἶχον καλεῖν, καὶ τοῦ πρὸς ἡμέραν ὑπηρέτας ὥσπερ τοὺς πορθμέας, οὐ μόνον, εἰ βούλει, τοὺς κυβερνήτας. εἰ δʼ ἀπʼ αὐτῶν τῶν κηρύκων ἀρξάμενοι καὶ τῆς ἀποκρίσεως

为了希腊人,他绝未将任何事情置于共同得救之前,既未在私下盘算自己的私利,也未将展现自身美德之事推延至另一时机。然而,若他不着眼于至善,而是追求与僭主们相同的目标,他本可以随心所欲地同希庇亚斯及庇西特拉图家族一起联合进军希腊;若他愿意,也可以同色萨利的阿琉阿斯家族一同进军,甚至走在阿琉阿斯家族之前。而且我想,在斯巴达他也绝不会缺少志同道合之人。况且,野蛮人接纳他也决不会不如接纳其他许多人那样欣然。但显而易见的是,米太亚德认为这些并不符合自己的操守,反而是摒弃并忽视了这一切,依美德的标准判定它们一文不值,而将自己奉献给了祖国与希腊人的共同需求。然而,做出这些事并做出这种抉择,他所展现出来的究竟是正义与崇高德性的明证,还是邪恶与不义的明证呢?抑或我们要说两者皆非?依我之见,只要柏拉图关于“纯正的正义本身辉映着从政者的作为”这一论断是真实的,那么就没有任何东西能阻碍人们称他为幸福与值得歆羡的人。好罢。然而难道我们要对他的勇敢心存疑惧,抑或要断言展现其勇敢的时机是微不足道、微乎其微的吗?当时几乎所有人——我敢说——难道不都已经屈服于波斯人之下,大部分事情难道不都在依从国王的一道命令便得以完成吗?他们以为凡进军所至之地皆已入其彀中,以至于他们甚至进军斯基泰人时,也仅仅被认为是不幸没能找到敌人而已;而众人中最聪慧的埃及人,也未能从所有计策中找出一个能够逃脱沦为奴隶的办法。当时没有任何说法将利比亚与亚洲割裂开来,对于波斯人而言,一切皆为同一片大陆。在希腊人中,居住在亚洲的人要么已受奴役达三代之久,要么甚至更长;诸岛屿更不足挂齿;而优卑亚的埃雷特里亚人虽举兵抵抗,却在三天之内便举族被虏;欧洲的其余人中,有人献出了水与土,有人则惴惴观望未来,认为自己比埃雷特里亚人幸运之处,仅仅在于自己将在较晚的时候遭受相同的命运。斯巴达人无论是由于对麦塞尼亚人的战争,还是在等待满月,自己也无法施援。而〔波斯〕大军已然从埃雷特里亚开拔,在马拉松靠岸,仿佛要达成同样的结果。那个危急关头并不属于奴仆之辈,不属于卑躬屈膝之人,不属于久已只会奉命行事之人,不属于只顾迎合他人意愿之人,不属于只求苟且偷生之人,亦不属于以为如此便已足够之人;相反,那个关头像传令官一样,呼唤着希腊人中最勇敢之士、与最崇高的理性思考相伴最久之人,以及深谙当如何拯救他人并自救之人。对于那些人物——我指的是在那些时期主持城邦大计的人——我们之所以称赞他们,也绝非因为他们以无论何种方式救了希腊,就像你所说的从埃癸那或本都载客而来的舵手那样;而是因为他们以光彩夺目的风骨拯救了公民和所有希腊人。因为假若他们以为让〔人们〕靠缴械投降,或是依顺传令官的要求,或是选择波斯国王作为主人以取代法律来保全性命是合宜的,那么我绝不会认为应当为了其说辞而向劝说者道贺,抑或为了其得救而向被劝说者道贺;相反,我本可以名正言顺地称那些人为真正的家奴,不仅是舵手,如果你愿意的话,更像是如摆渡人般伺候一日生计的杂役。但如果从传令官本身及其答复开始……

语法注4 条
  1. 168παρῆν αὐτῷ

    表示可能性的未完成过去时非人称动词 παρῆν 在由 εἰ 引领(εἰ μὲν ἐβούλετο...)的与过去事实相反的条件句中充当主句谓语。表示可能性、能力或义务的动词(如 ἔδει、ἐξῆν、παρῆν 等)在反事实主句中通常省略语气小词 ἄν。

  2. 168ἐκφεύξονται τὸ μὴ δουλεῦσαι

    表示逃避的动词 ἐκφεύξονται 之宾语即带冠词的不定词 τὸ δουλεῦσαι,其前赘加了否定词 μή。在含有阻碍、防止或逃避之意的动词后,不定词通常带有这种赘疣性否定词 μή。

  3. 169ὡς Πέρσαις εἶναι

    表示限制或视角的绝对不定词短语。与格 Πέρσαις 为表示立场的“视点与格”(dative of viewpoint/reference),意为“就波斯人的角度而言”。

  4. 169οὐ διακόνων ἐκεῖνος ὁ καιρὸς ἦν

    表征属格(所有/从属属格),意为“那个危机并不属于奴仆/不是仆从之辈所能应付的”。此处直接呼应了柏拉图《高尔吉亚篇》(517b-c)中将佩里克里斯、米太亚德等人贬为迎合民众欲望之“仆人”(διάκονοι)的论调。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:168-169