← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§166-167

公民差异与米太亚德造福全希腊

辩者指出人性无法使所有公民均等至善的现实,并依据论敌自身对正义的定义,论证米太亚德不仅造福了整个城邦,更改善了全希腊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§166

ἁπάντων οἴου δεῖν ἐφεξῆς εἶναι, ἀλλὰ καὶ χείρους τινὰς λίπε, ἐπεὶ οὔτοι πάντες ὁμοῖοι ἀνέρες ἐν πολέμῳ.1 οὔκουν οὐδʼ ἐν πόλει πάντες ὅμοιοι τὴν γνώμην, οὐ μᾶλλόν γε ἢ τὰ σώματα πάντες ἴσοι καὶ παραπλήσιοι· ἀλλʼ ὥσπερ τῶν προστατῶν αὐτῶν οἱ μὲν χείρους, οἱ δὲ βελτίους, οὕτω καὶ δῆμος οὐκ ἄν ποτε εἷς ἀκριβῶς γένοιτο, ἀλλʼ ἀνάγκη τοὺς μὲν χεῖρον, τοὺς δὲ βέλτιον ἔχειν πρὸς αὐτὸ τὸ πείθεσθαι τοῖς προεστῶσιν. οἴου τοίνυν καὶ Μιλτιάδου προεστῶτος τοὺς μὲν ὡς πλεῖστον τῆς ἐκείνου δυνάμεως ἀπολαῦσαι, τοὺς δὲ μέσως, κἀν τῷ μέσῳ τὸ παραλλὰξ αὖ τίθει.2 γένοιτο δʼ ἄν τις ἐν πλήθει καὶ περὶ ὦτα ἀτυχέστερος. οὔτοι πάντας οὐδʼ ὁ ἥλιος οἷός τʼ ἐστὶ θερμαίνειν, ἀλλʼ ἤδη τις ἐν καθαρῷ τῆς μεσημβρίας ἐρρίγωσε τῆς καταβολῆς ἐπελθούσης. ἂν οὕτω μετρίως καὶ πρὸς δύναμιν τῆς φύσεως ἐξετάζῃς, φανεῖταί σοι καὶ Μιλτιάδης ὅλην τὴν πόλιν εὖ πεποιηκώς. εἰ δὲ κατʼ ἄνδρα ζητήσεις τοὺς ἀρίστους, οὐδὲ τοὺς ἵππους τοὺς Θετταλοὺς ἐφεξῆς ἅπαντας ἀρίστους εὑρήσεις, οὐδὲ τὰς κύνας τὰς Λακαίνας, ἀλλʼ ὅμως σώζεται τοῖς γένεσι τοὔνομα. οὕτω δὴ καὶ τοὺς Ἀθηναίους ἐξέταζε, τὸ πᾶν ἦθος τῆς πολιτείας ὁρῶν αὐτῶν καὶ πῶς ἔπραττον κατʼ ἐκείνους τοὺς χρόνους κοινῇ, ὥσπερ που καὶ φαμὲν πόλιν εὐνομεῖσθαι, καίτοι γʼ οὐ δυνατὸν γενέσθαι πόλιν τοιαύτην, ἐν ᾗ μηδὲν μήτε μεῖζον μήτʼ ἔλαττον ἁμάρτημα συμβαίνει μηδʼ ἁμαρτάνει μηδείς. καὶ μὴν καθʼ ὑμᾶς τοὺς σοφοὺς ἔχοι τις ἂν ὡδὶ προσβιβάζειν τῷ λόγῳ, ὡς ἄρʼ ἂν ἡ πόλις εὐνομῆται, ἀνάγκη τοὺς οἰκοῦντας αὐτὴν πάντας εὐνόμους εἶναι, καὶ ἄνδρας καὶ γυναῖκας· εἰ δʼ εὐνόμους, εὐτάκτους· εἰ δʼ εὐτάκτους, σώφρονας· εἰ δὲ σώφρονας, καὶ φρονίμους· φρονίμων δʼ ὄντων ἁπάντων οὐχ οἷόν τε δήπουθεν ἁμαρτάνειν οὐδένα· ὥσθʼ ἕως ἂν ἡ πόλις εὐνομῆται, ἀνάγκη μηδένα μηδὲν ἁμαρτάνειν. ἀλλʼ οὔτε τοῦτο οἶμαι δυνατὸν οὔθʼ ὡς εἰ μὴ τοῦτο γενήσεται, οὐδεμίαν δοκεῖν δεῖ πόλιν εὐνομεῖσθαι φαίης ποτʼ ἂν, ἀλλὰ τὸ κοινὸν σχῆμα τῆς πολιτείας ἐξετάζων καὶ ἅμα πρὸς τὰς ἄλλας πόλεις τὴν πόλιν κρίνων τὰ μὲν τοῖς νόμοις, οἶμαι, καὶ τοῖς ἔθεσι λογίζει, τὰ δὲ ταῖς τῆς φύσεως ἀνάγκαις ἀποδίδως. ἐὰν οὕτω σκοπῇς καὶ τοὺς Ἀθηναίους καὶ μὴ καθʼ ἕκαστον ὥσπερ τοὺς θεσμοθέτας ἀνακρίνῃς, ἔχω σοι καὶ ἑτέραν προσθήκην ἔτι μείζω καὶ θαυμασιωτέραν εἰπεῖν, ὅτι Μιλτιάδης οὐ μόνον τὴν πόλιν βελτίονα ἐποίησεν, ἀλλὰ καὶ τὴν Ἑλλάδα πᾶσαν πρὸς τῇ πόλει· καὶ ὥσπερ σὺ λέγεις, τίνα τῶν πολιτῶν ἢ τῶν ξένων, οὕτως ἐγώ φημι καὶ πολίτας καὶ τοὺς ἄλλους ἅπαντας Ἕλληνας ὅτι βελτίους ἐκεῖνος ὁ ἀνὴρ ἀπειργάσατο. πᾶσι γὰρ ἡγεῖτο πρὸς τὰ κάλλιστα, ὥστε χείρω μὲν οὐδένα, βελτίους δʼ ἅπαντας ἐποίει τό γʼ αὑτοῦ μέρος. σκόπει δʼ ἐξ ὧν αὐτὸς ὡρίσω, μηδὲν τοῖς ἐμοῖς προσέχων λόγοις, εἰ μή τι ἀπὸ τῆς ἀνάγκης συμβαίνοι. ἄλλο τι ἢ τοῦτο λέγεις3 παρʼ ὅλον τὸν λόγον, ὡς ἡ δικαιοσύνη καλὸν καὶ ὡς ὅ τι ἄν τις πράττῃ σὺν τούτῳ πρακτέον καὶ τῇ ῥητορικῇ χρηστέον πρὸς τὸ δίκαιον ἀεί; κἂν τύπτῃ μέ τις, φῂς, δικαίως ἢ μὴ, διαφέρει, κἂν ἐξελαύνῃ τις, ἐὰν ἀδίκως, ἄθλιος, καὶ πανταχοῦ ταύταις χρῇ ταῖς προσθήκαις δικαίως ἢ ἀδίκως λέγων· καὶ τὸ μὲν δικαίως καλῶς ἀξιοῖς εἶναι, τὸ δʼ ἐναντίον κακῶς· καὶ τὸ μὲν εὐδαίμονος ἀνδρὸς εἶναι, τὴν δικαιοσύνην, τὸ δὲ τοῦ ἐναντίου, τὴν ἀδικίαν· καὶ τὸ μὲν ὡς οἷόν τε διώκειν χρῆναι, τὸ δὲ φεύγειν ὡς ἕκαστος ἔχει τάχους. οὐ ταῦτʼ εἰσὶν οἱ λόγοι; οὐ δικαίως μὲν ἅπαντα πραττόμενα ἐπαινεῖς, ὡς ἑτέρως δὲ ψέγεις; ἔχε δὴ καὶ σκόπει. μὴ γὰρ ὥσπερ ἐν νυκτομαχίᾳ τῶν φίλων ἁπτώμεθα. ἆρʼ οὖν δίκαιον ἀμύνεσθαι τοὺς ἐπιόντας; δικαιότατον μὲν οὖν. τί δαί; τῶν Ἑλλήνων πλείω ποιεῖσθαι λόγον ἢ τῶν βαρβάρων οὐ δίκαιον; πᾶς τις ἂν φήσαι τόν γε Ἕλληνα δήπουθεν. Μιλτιάδης τοίνυν ἐπιόντων τῶν βαρβάρων τοῖς

不要认为所有人都必须一律是最优秀的,倒也要留下一些较差的人,因为在战争中绝非人人都是一样的好汉。因此,在城邦中也绝非人人在见识上都是一样的,正如绝非人人在身体上都平等相类;相反,正如在领袖本身之中有人较差而有人较优,民众也决不可能成为严格划一的整体,而是必然有人在服从领袖这件事情本身上做得较差,有人做得较优。因此,你当认为,在米太亚德主持事务之时,也是有人最大限度地获益于他的才能,有人适度受惠,而在其中间,你又当置入交替的层级。在众人之中,甚至可能有人在听力上是不幸的。甚至连太阳也绝不能温暖所有人,反而早有人在正午的朗朗青天之下因疟疾发作而受冻发抖。如果你能如此适度地、并根据人性的力量来考察,就会清楚看到,米太亚德同样使整个城邦获益良多。但如果你要逐人寻找最优秀者,那么你既不可能发现色萨利的马匹个个都是最好的,也不可能发现拉科尼亚的猎犬只只都是最好的,然而它们的名声依然为其品系所保有。 因此,你也当如此审视雅典人,观察他们政制的总体风貌以及在那些时期他们如何共同行事;正如我们想必也说一个城邦享有良法之治,尽管绝不可能产生这样一个城邦——在其中既不发生任何或大或小的过失,也没有任何人犯错。而且,按照你们智者的观点,人们倒可以顺着论理如此推演:如果城邦享有良法之治,那么居住在其中的所有人,无论是男人还是女人,都必然是守法的;如果守法,就是守纪律的;如果守纪律,就是节制的;如果节制,也就是明智的;而既然所有人都明智,显然任何人都不可能犯错;是以只要城邦享有良法之治,任何人就必然不犯任何错误。但我既认为这是不可能的,你也绝不会说若非如此就不该认为任何城邦享有良法之治;相反,当你考察政制的普遍形态,同时将该城邦与其他城邦加以权衡时,我想你会把一些事情归功于法律和风俗,而把另一些事情归咎于自然的必然性。 如果你以这种方式看待雅典人,而不是像〔审讯〕审查官那样去逐个审讯,我还可以向你陈述另一个甚至更伟大、更令人赞叹的补充:那就是米太亚德不仅使城邦变得更好,而且连同城邦一起使全希腊都变得更好。正如你发问“在公民或异邦人中他使谁变得更好了”,我也同样断言:正是那位杰出人物使公民和所有其他希腊人都变得更好了。因为他引导所有人走向最崇高之事,所以就他本人而言,他没有使任何人变差,反而使所有人变得更好了。 请根据你自己确立的前提来审视,不必理会我的言论,除非某些结论是出于必然。你在整个论辩中所说的,难道不正是这个吗——正义是美好的,凡人所为都必须伴随着正义,而修辞术必须始终服务于正义?你说,即使有人打我,是正义地打还是非正义地打,是有区别的;即使有人驱逐我,若是非正义地,那人便是可悲的;你在各处都使用这些附加限制,谈论“正义地还是非正义地”。你认为正义地行事是善的,相反则是恶的;正义属于幸福之人,不义则属于相反之人;人们应当尽可能追求前者,而尽可能全速逃避后者。这些不正是你的主张吗?你难道不是赞扬一切按正义行事之举,而指责反其道而行之事吗?停下来想一想吧,免得我们像在夜战中一样自相残杀。那么,击退来犯之人是否正义?当然最为正义。那么又如何呢?对希腊人的重视胜过野蛮人,难道不正义吗?任谁无疑都会说,至少对希腊人而言是如此。 那么,当野蛮人进攻时,米太亚德向那些……

语法注3 条
  1. 166οὔτοι πάντες ὁμοῖοι ἀνέρες ἐν πολέμῳ

    直接引自荷马《伊利亚特》第12卷第270行。系动词 εἰσίν 被省略,该句通过连词 ἐπεί 构成原因从句,支持前文“不当认为所有人必须一律最善”的论断。

  2. 166κἀν τῷ μέσῳ τὸ παραλλὰξ αὖ τίθει

    副词短语 τὸ παραλλάξ(交替地、参差不齐地)加上中性冠词被名词化,作命令句动词 τίθει 的直接宾语,意为“在中间置入参差变化的级差”。

  3. 167ἄλλο τι ἢ τοῦτο λέγεις

    柏拉图对话录中常见的习用疑问句式 ἄλλο τι ἤ(“你说的难道是……之外的什么吗?”,相当于拉丁语 nonne,期待肯定回答),句中加入宾语 τοῦτο,并由随后的 ὡς 从句具体展开其内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:166-167