- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:164-165
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将米太亚德的法令与行事比作梭伦、吕库古乃至荷马而予以颂扬,并驳斥柏拉图的责难,指出米太亚德使整个雅典城邦及其全体人民在总体上变得更加优秀。
αὐτοῦ τῆς ψυχῆς ἅπασιν εἶναι. ἢ πρὸς θεῶν τῶν μὲν ἡμετέρων λόγων καὶ συγγραμμάτων τὸ φρόνημα καὶ τὴν ῥώμην ἀξιώσομεν εὐδοκιμεῖν, κἄν τι πρὸς ἀνδρείαν ἢ δικαιοσύνην αὐτῶν ᾖ φέρον, οὐκ ἄχρηστον φήσομεν τοῖς ἐθέλουσι χρῆσθαι, τῆς δʼ ἐκείνου προαιρέσεως καὶ διανοίας1 ὁποία τις ἦν καὶ πότερον τῶν τυχόντων ἢ τῶν ἐπιεικεστέρων μιμήσασθαι, οὐχ ἱκανὸν σημεῖον τὸ ψήφισμα, ὃ παρʼ αὐτοὺς τοὺς κινδύνους συνεγράψατο, μίαν γνώμην εἰς τοὺς Ἕλληνας εἰπὼν περὶ παντὸς τοῦ δικαίου. καὶ μὴν εἰ προγόνους ἄξιον τιμᾶν, πῶς οὐκ ἄξιον Μιλτιάδην ὥσπερ πρόγονον κοινὸν τῶν μετʼ ἐκείνους τοὺς χρόνους Ἑλλήνων; ὁ γὰρ οὐ μόνον τῆς σωτηρίας αὐτῶν προστὰς, ἀλλὰ καὶ δείξας ὁποίους τινὰς ἐν τοῖς περὶ τῆς ἐλευθερίας ἀγῶσιν εἶναι δεῖ καὶ παράδειγμα πᾶσιν εὔδηλον ἐκθεὶς οὗτός ἐστι φανερώτατα τῶν ἄνω πάντων. εἰ τοίνυν καὶ Σόλωνα καὶ Λυκοῦργον ἐπαινοῦμεν κατὰ τοὺς νόμους οὓς ἔθηκαν, πῶς οὐ δίκαιον Μιλτιάδην ἐπαινεῖν, ὃς ἔργῳ τοῦτον ἔθηκε τὸν νόμον, μηδένα τῶν χειρόνων θαυμάζειν μηδὲ τὸ ῥᾷστον αἱρεῖσθαι πρὸ τοῦ κρείττονος; σκεψώμεθα γὰρ δὴ παρὰ τὸν Λυκοῦργον τὸν Μιλτιάδην ἐξετάζοντες. οὐ γὰρ δή που κἀκεῖνον ἔστʼ εἰπεῖν ὅτι ὡς τῶν διακόνων ἕνʼ ἔθηκε Πλάτων· οὐκ ἔστι ταῦτα οὐδʼ ἐγγύς. Λυκοῦργος μὲν τοίνυν ὅτι τοὺς νόμους ἔθηκε πρὸς ἀνδρείαν καὶ καρτερίαν βλέποντας καὶ ὅτι βελτίους ἐποίησε τὰ τοῦ πολέμου τοὺς πολίτας, οὕτως εὐδοκιμεῖ, καθάπερ τις γυμναστὴς ἑτέρους παρασκευάσας πρὸς τὸ νικᾶν, αὐτὸς δʼ οὐδʼ ὁτιοῦν ἀποδειξάμενος τοιοῦτον. Μιλτιάδης δὲ πρὸς τῷ τὰ βέλτιστα ἐθίσαι τοὺς πολίτας καὶ τῷ παρασκευάσαι μηδενὸς ὑστέρους εἶναι πρὸς τὰ τοῦ πολέμου πράγματα καὶ τοῦ μεγίστου τῶν ἔργων αὐτὸς ἡγεμὼν γεγονὼς φαίνεται. οὕτως οὐ πολλῷ τινι τοῦ Λυκούργου δεύτερος2 ἡμῖν φαίνεται γεγονὼς, οὐδὲ παρʼ ἄλλοις τισὶ μᾶλλον δίκαιος εὐδοκιμεῖν ἢ παρὰ τοῖς ἐκεῖνον δικαίως ἐπαινοῦσι. καὶ μὴν ἐν μὲν τοῖς ἄλλοις ἔργοις λέγω καὶ ἐπιτηδεύμασι καὶ τέχναις οἱ μὲν ὡς ἄρξαντες ἐτιμήθησαν, οἱ δὲ ὡς ὑπερβαλλόμενοι· Ὅμηρον δʼ ἐπαινοῦσιν, ὡς αὐτὸν ἀρξάμενόν τε καὶ ἀπεργασάμενον ὡς κάλλιστα ποίησιν. Μιλτιάδης τοίνυν ἅμα τʼ αὐτὸς ἦρξε τῆς ἐλευθερίας τοῖς Ἕλλησι καὶ οὐδενὶ τῶν Ἑλλήνων ὑπερβολὴν τῶν ἔργων τῶν ἑαυτοῦ κατέλιπεν, οὔκουν ὅσους γε ἀπὸ τῶν ἄλλων πόλεων ἔχομεν λέγειν. ὥστε δέδοικα μὴ τῶν αὐτῶν ᾖ3 μήτε Ὅμηρον δέχεσθαι τῇ πόλει μήτε Μιλτιάδην ἐθέλειν ἐπαινεῖν. εἶτα ἐρωτᾷ Πλάτων τίνα βελτίω Μιλτιάδης ἐποίησεν ἢ τῶν πολιτῶν ἢ τῶν ξένων, ἢ δοῦλόν φησιν ἢ ἐλεύθερον, ἢ ἄνδρα ἢ γυναῖκα; τίνα μὲν οὖν, ὦ Πλάτων, χείρω Μιλτιάδης ἐποίησεν ἢ τῶν πολιτῶν ἢ τῶν ξένων, ἢ δοῦλόν φημι ἢ ἐλεύθερον, ἢ ἄνδρα ἢ γυναῖκα; ἢ τῷ τῶν πάντων εἰς ὄνειδος καὶ ζημίαν ἐτελεύτησεν ἡ πρὸς ἐκεῖνον ὁμιλία; καὶ δή σοι λαμπρῶς ἀποκρινοῦμαι τίνα βελτίω Μιλτιάδης ἐποίησε, καὶ οὐ κατʼ ἄνδρα εἴποιμʼ ἄν σοι καὶ γυναῖκα, ὥσπερ οἱ περὶ μικρῶν ἔργων ἐρευνῶντες, ἀλλʼ εἴ μοι δίδως εἰπεῖν, ἅπαντας Ἀθηναίους ἐκεῖνος βελτίους ἐποίησε καὶ ὅλην βελτίω τὴν πόλιν, ὡς πόλιν εἰπεῖν λέγω καὶ ὡς δῆμον λέγω καὶ ὡς τὸ κοινὸν εἰρῆσθαι. μὴ γάρ μοι διὰ πάσης ἀκριβείας4 μηδὲ πρὸς ἓν μέτρον, μηδὲ ὥσπερ τὰς τοῦ Γηρυόνου κεφαλὰς ἴσους διʼ
足以对所有人成为他自身灵魂的写照。抑或是凭诸神起誓,我们一方面认定自己言论与著作的志气与力量理应享有美誉,且若其中有任何增进勇敢或正义之处,便宣称其对于愿加利用者并非无用;另一方面,对于那人的志向与思想究竟如何,究竟是属于流俗之类抑或更美善之流值得效法,难道他在危难当头之际所拟定的那一纸法令——就全部正义向全体希腊人宣布了唯一的决断——反倒不是充分的明证吗? 再者,如果尊崇先祖是应当的,那么将米太亚德视为那段岁月之后希腊人共同的先祖予以尊崇,又怎会不应当呢?因为不仅领导了他们的拯救,更展示了在争夺自由的斗争中应当成为何种人,并将昭彰范式展现给所有人的,在昔日的所有人中最显赫者非他莫属。因此,如果我们因梭伦与吕库古所立之法而称赞他们,那么对于以行动确立了这一法度——绝不倾倒于下劣之辈,亦绝不在更好者面前选取最安逸之道——的米太亚德,予以称赞又怎会不合乎正义? 且让我们将米太亚德与吕库古并列加以考察。因为想必无人能说,柏拉图也将那人列为仆役侍从之一;事实绝非如此,甚至相差悬殊。吕库古之所以享此美誉,是因为他立下了注重英勇与坚忍的法度,并使公民在战事上变得更加精良,正如某位体育教练训练他人去获胜,自身却丝毫未曾展示出此类作为一样。而米太亚德除了使公民习于至善之事、并使他们在战事上不落人后之外,更显见自身化作了最伟大功业的统帅。因此,在我们看来他丝毫未显逊色于吕库古,在任何人那里享有盛誉,亦莫过于在那些公正称赞吕库古之人那里更具正当性。 况且,在其他功业、我是说在其他行当与技艺之中,有的人因开创而受尊崇,有的人则因超越而获赞誉;而人们赞美荷马,却是因为他亲自开创了诗歌,又以最美善的方式将其完满达成。同样,米太亚德既亲自为希腊人开创了自由,又未给任何希腊人留下超越其功业的余地——至少就我们从其他城邦中所能言及的人数而言是如此。因而我唯恐,不接纳荷马进入城邦与不愿称赞米太亚德,乃是出自同一类人的行径。 继而柏拉图发问:米太亚德究竟使谁变得更好了,是公民还是外邦人,是奴隶——他说——还是自由人,是男人还是女人?那么柏拉图啊,米太亚德究竟使谁变得更坏了,是公民还是外邦人,是奴隶——我说——还是自由人,是男人还是女人?难道有哪一个人与他的结交最终落得耻辱与祸害的结局吗?我自当向你明晰作答米太亚德使谁变得更好了,我绝不会像那些探求琐碎小事的人那样向你逐个列举男人和女人;只要你准许我言说,那人乃是使全体雅典人变得更好了,使整个城邦变得更好了——我是指作为城邦而言,我是指作为民众而言,是指作为整体共同体来谈论的。请千万不要用全然的苛刻、亦不要按单一的尺度要求我,不要像对待革律翁的头颅那样要求整齐划一地……
- 164τῆς δʼ ἐκείνου προαιρέσεως καὶ διανοίας
置于句首的未带介词的属格短语,在语法上作后文表语名词 σημεῖον 的相关属格(即“……难道不是那人的志向与思想的充分明证吗?”),体现了主题前置(topicalization)。
- 165οὐ πολλῷ τινι τοῦ Λυκούργου δεύτερος
形容词 δεύτερος 支配比较属格 τοῦ Λυκούργου(次于吕库古),οὐ πολλῷ τινι 为表差异程度的与格(“差之毫厘”/“绝不多”),在此通过弱陈修辞(litotes)表达米太亚德丝毫不亚于吕库古。
- 165τῶν αὐτῶν ᾖ
与 ᾖ 连用的表特征/属性的表语属格(“属于同一类人”),其实质主语是后文并列的不定式短语 μήτε Ὅμηρον δέχεσθαι... μήτε Μιλτιάδην ἐθέλειν ἐπαινεῖν。
- 165μὴ γάρ μοι διὰ πάσης ἀκριβείας
带有 μὴ ... μοι 的祈使性省略句,省略了表“要求/考求”的主动词(如 ἀπαιτεῖτε 或类似虚拟式动词)。代词 μοι 为情态与格(ethical dative),带有辩论演说中恳求“请切莫对我……”的口吻。
