- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:162-163
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩者指出,若受盘问,米太亚德必会引阿里斯托芬喜剧中描绘的古老教化作为培养出马拉松勇士的根源来答复,并阐明克敌制胜源于长期的德性陶冶而非临阵之惧。
ἐποίει βελτίους Ἀθηναίους, ἢ πῶς ἄγων καὶ τρέφων ἐκ νέων εὐθὺς, ἢ ποῖʼ ἄττα ἔθη καὶ ἐπιτηδεύματα εἰς τὴν πόλιν εἰσάγων, φαίημεν ἂν οὐκ ἀπορήσειν αὐτὸν μετρίας καὶ ἀληθοῦς ἀποκρίσεως, ἀλλʼ ἀποκρινεῖσθαι ταυτὶ, καὶ παραγράψομεν τοῖς ἔπεσι Μιλτιάδου ἀποκρίσεις·1 "λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο, ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη νενόμιστο. πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδένʼ ἀκοῦσαι· εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ τοὺς κωμήτας γυμνοὺς ἀθρόους, κεἰ κριμνώδη κατανίφοι." εἶθʼ ὑπὲρ τῆς μουσικῆς ἐρεῖ τῆς τότε ὁποία τις ἦν, ὡς οὐ τὸ παναρμόνιον οὐδὲ τὸ πρὸς ἡδονὴν αὐτῆς ἐτιμᾶτο, ἀλλὰ "ἢ Παλλάδα περσέπολιν δεινὰν, ἢ τηλέπορόν τι βόαμα" ἐρεῖν ἔδει "ἐντειναμένους τὴν ἁρμονίαν ἣν οἱ πατέρες παρέδωκαν. εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτʼ ἢ κάμψειέν τινα καμπὴν, ἐπετρίβετο τυπτόμενος πολλὰς, ὡς τὰς Μούσας ἀφανίζων ἐν παιδοτρίβου δὲ καθίζοντας" καὶ τἄλλα δὴ καθʼ ἕκαστον διεξελθὼν τελευτῶν ἐπιθήσει πρός τινας τῶν δυσχεραινόντων "ἀλλʼ οὖν τάδʼ ἐστὶν ἐκεῖνα, ἐξ ὧν ἄνδρας Μαραθωνομάχους ἡμὴ παίδευσις ἔθρεψε." τοιαῦτʼ ἄττα ὁ Μιλτιάδης ἀποκρινεῖται, οὔτʼ ἄλλως φαῦλα ἐμοὶ δοκεῖν οὔτε που ψευδῆ, ἀλλʼ αὐτῷ τε προσήκοντα ταῦτα παιδεῦσαι προστάτῃ κατʼ ἐκείνους τοὺς χρόνους ὄντι καὶ τοῖς Ἀθηναίοις πάλαι πεπαιδευμένοις ἥκειν ἐπὶ τὴν μάχην. οὐ γὰρ ἐνῆν, οὐκ ἐνῆν αὐθημερὸν ἄνδρας γενέσθαι κοσμίους καὶ ἀνδρείους καὶ τῶν δεινῶν κρείττονας, ἐν ῥαθυμίᾳ τραφέντας ἐξ ἀρχῆς καὶ φαύλως ἐν τοῖς ὅλοις ἠγμένους, ἀλλʼ ἔδει καὶ τροφῇ χρηστῇ καὶ λόγοις ἐπιεικέσι καὶ ἔθεσι μετρίοις καὶ δόξαις ταῖς βελτίσταις πόρρωθεν κατειλῆφθαι.2 οὔκουν Δολόπων γε οὐδεὶς ἐπʼ ἐκείνην τὴν ἡμέραν ἀπήντησεν, οὐδὲ τῶν ἄλλων τῶν ὁμοίως ἐκείνοις ἠγμένων. οὐ τοίνυν οὐδʼ ὁ τοῦ τῶν πολεμίων στρατοπέδου κύριος καὶ ἡγεμὼν Δᾶτις οὔτʼ αὐτὸς ἀνὴρ ἀγαθὸς αὐθημερὸν οἷός τʼ ἦν γενέσθαι οὔτε ποιῆσαι τοὺς ὑφʼ αὑτῷ τοσούτους ὄντας. καίτοι προείρητό γε ὑπὸ τοῦ βασιλέως αὐτῷ στέρεσθαι τῆς κεφαλῆς, εἰ μὴ Ἐρετριέας καὶ Ἀθηναίους ἀγάγοι. ἀλλʼ ὅμως οὐδὲν αὐτὸν βελτίονα ἐποίησεν ὁ φόβος. ἐκεῖνα μὲν γὰρ ἦν ἐντολαὶ πρόσκαιροι παρὰ τοῦ δεσπότου, Μιλτιάδης δὲ πάλαι πεπεικὼς ἦν Ἀθηναίους μηδένα δεσπότην πλὴν τῶν νόμων ἡγεῖσθαι, μηδὲ τοῦ καλοῦ καὶ δικαίου μηδένα κρείττω νομίσαι φόβον, μηδʼ οὕτως ἀνάγκην ἰσχυρὰν διʼ ἣν προσήκειν γενέσθαι χείροσι. διὰ ταῦτα εἶχεν ὅ τι χρῷτο αὐτοῖς. ἐπεὶ ναύτας γε οὐκ ἂν ἐξαίφνης οὕτως αὐτοὺς ἐποίησεν, οὐδʼ εἰ σφόδρα ἔδει ναύτας ἐκείνην τὴν ἡμέραν εἶναι, οὐδέ γε μουσικοὺς, οὐδέ γε ἱππικούς. οὐ τοίνυν οὐδʼ ὁπλίτας ἀγαθοὺς, οὐδὲ συλλήβδην εἰπεῖν ἄνδρας ἀγαθοὺς καὶ λυσιτελοῦντας ἑαυτοῖς οὐκ ἂν οὕτω βραχὺς καιρὸς ἤρκεσε ποιῆσαι, ἀλλʼ ὥσπερ οἱ γεωργοὶ πολλοστῷ μηνὶ τῶν σπερμάτων τὴν ἐπικαρπίαν κομίζονται καὶ οὐχ ἅμα τῷ καταβαλεῖν, οὕτω κἀκείνους Μιλτιάδης παλαιαῖς ὁμολογίαις κατειληφὼς εἶχεν ἐν τῷ καιρῷ χρησίμους, οὐκ ἐπὶ τῆς χρείας λαμβάνοντας τὰ μαθήματα— αἰσχρῶς γὰρ ἂν οὕτω γε ὁ χορὸς ἠγωνίσατο αὐτῷ3—, ἀλλʼ ἐπὶ τῆς ἐξουσίας εἰς τὴν χρείαν ἠσκημένους. καὶ γάρ τοι τῆς ἀσκήσεως αὐτῶν καὶ τῆς ἐπιμελείας ἅπασα ἡ Ἑλλὰς κοινοὺς τοὺς καρποὺς ἐκομίζετο. καὶ μὴν εἰ μηδὲν ἄλλο τις εἰπεῖν εἶχε Μιλτιάδου, μηδὲ ἦν εὑρεῖν πολλὰ καὶ σεμνὰ, ἐξαρκεῖν ἂν ἔμοιγε δοκεῖ τὸ ψήφισμα ἀντʼ εἰκόνος
使雅典人变得更优秀的,或是自幼年起如何通过引导和培育他们,抑或通过向城邦引入何种风尚与习俗?我们当会说,他绝不会缺少合度且真实的回答,而是会以此作答;我们且将米太亚德的答词附录在这些诗句旁边: “那么我便来讲讲往昔的教化究竟是如何一番景象, 那时我倡导正义而言论盛行,节制被奉为法度。 首先,本不许有人听见孩童咕哝之声; 其次,必须整齐有序地在街市上行进,前往琴师之处, 同区子弟赤身结队而行,纵使天降浓密纷飞的大雪。” 随后论及当年的乐教是何模样,他会说明当时既不推崇杂糅众音,亦不崇尚图悦耳膜之声,而是“或是可畏的破城之神帕拉斯,或是某种传扬遥远的呼声”,必须如是吟唱, “绷紧父辈传授下来的音调。 若有谁插科打诨或转出花腔弯调, 便会饱受痛打而遭摧残,因其败坏了缪斯。 在体操教练之馆就座时……” 而在逐一详述其余各项之后,最终他将针对那些心怀不满者追加一句: “然而,这正是那些事物, 我的教化凭此育成了马拉松的健儿。” 米太亚德当会作出这般回答,依我之见,这些回答绝非卑劣,亦绝非虚妄,而是与他在彼时作为领袖施予教导,以及雅典人在久经这番教化后奔赴战场所完全相称的。因为原本在怠惰中成长、在全盘行事中受不良引导的人,绝不可能、绝不可能在同一天里就变得井然有序、英勇无畏并能克制凶险;相反,必须自久远之始便受到优良培育、得体言论、适度习俗与至善观念的陶冶与铸就。因此,多罗佩斯人无一人现身于那一日,受同样引导的其余诸族亦无一人露面。故而,敌军军营之主兼统帅达提斯,自己亦绝无法在同一天内成为勇士,亦无法使麾下如此众多的兵卒化为勇士。尽管大王曾向他预先下令,若不抓来厄瑞特里亚人和雅典人,便要砍下他的头颅。然而,恐惧丝毫未能使他变得更加优秀。因为那些不过是来自主子的短暂指令,而米太亚德早已使雅典人坚信除法律之外别无主人,亦不认为任何恐惧能胜过高尚与正义,更不认为有何种强力必然性值得使自己因此沦为更卑劣之人。正因如此,他才知晓该如何驱使他们。因为即便极度需要在那一日充当水手,他亦断不能如此猝然将他们造就为水手,亦不能造就为乐师或骑兵。因此,如此短促的关头亦断不足以造就精良的重装步兵,或总括而言造就出优秀且对自身有益的人才;相反,正如农夫在播种许久之后的月份方才收取种子的收成,而非刚播下便有所获一样,米太亚德亦是因早已通过旧有的契合信念塑造了他们,才得以在关键时刻拥有得用之人,他们并非在急需之时才临阵学习——若如此,歌队为他竞演必将狼狈不堪——而是在从容自如之际便已为危难需求操练备至。诚然,全希腊共同分享了他们操练与劳作的果实。再者,即便有人对米太亚德无别的事迹可陈,亦无法寻得诸多庄严之事,在我看来,那一纸法令亦足以替代任何肖像了。
- 162παραγράψομεν τοῖς ἔπεσι Μιλτιάδου ἀποκρίσεις
与格 τοῖς ἔπεσι 受复合动词 παραγράψομεν 中前缀 παρα-(在……之旁)的支配,意为“在这些诗句旁边附上米太亚德的答词”。ἔπεσι 指下文紧接着引用的阿里斯托芬《云》中的韵文诗行。
- 163πόρρωθεν κατειλῆφθαι
κατειλῆφθαι 是依赖于非人称动词 ἔδει 的完成时被动不定式。动词 καταλαμβάνω 在此取比喻义,指思想被德性或良好习惯“自久远以前牢牢把握/占定/铸就”。该词与后文出现的同动词主动完成时分词 κατειληφώς 形成了结构与语义上的呼应。
- 163αἰσχρῶς γὰρ ἂν οὕτω γε ὁ χορὸς ἠγωνίσατο αὐτῷ
此句由 ἄν 搭配不定过去时直陈式 ἠγωνίσατο 构成与过去事实相反的虚拟条件句(反事实假设结论)。与格 αὐτῷ 指米太亚德,作关涉/利害与格。作者借戏剧歌队的比喻指出:倘若在面临危急时才仓促受教,那么歌队为他登台竞演时必将表现得狼狈不堪。
