← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§160-161

客蒙对父业的继承与对米太亚德的非难

辩者在颂扬客蒙切实继承了其父米太亚德的德性与威望之后,将论题转向米太亚德本人,批评柏拉图在没有任何具体罪状的情况下便将其列入所谓“侍奉者”名单施以不公的指责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§160

τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν ὥσπερ εἱμαρμένον εἴη1 τοὺς υἱεῖς φαύλους ἀποβαίνειν καὶ ὀλίγου τινὸς ἀξίους τῆς πατρῴας ἀρετῆς, ὅστις υἱὸς ὢν Μιλτιάδου καὶ κληρονομῶν τοσούτου κινδύνου τῆς ἐκείνου δόξης οὐ κατῄσχυνεν οὐδὲν τῶν ὑπαρχόντων οὐδʼ ἀποχρῆν ἡγήσατο ἐπιγράφεσθαι τοὔνομα τοῦ πατρὸς, ὥσπερ τις Ὀλυμπίασιν ἀξιῶν νικᾶν ὅτι ἐστὶν Ὀλυμπιονίκου πατρός· ἀλλʼ οὕτως εὖ καὶ καλῶς ἐκεῖνον ἐμιμήσατο καὶ ὥσπερ ἰχνῶν εἴχετο τῶν ἔργων τοῦ πατρὸς, ὥστʼ εἰ μηδεὶς τῶν συγγραφέων ἐτύγχανεν εἰρηκὼς ὅτου παῖς ἦν, ἀπʼ αὐτῶν εἶναι τῶν ἔργων εἰκάσαι2 τὸν πατέρα αὐτοῦ καὶ ὅτῳ προσῆκεν. περιήκει δʼ ἡμῖν ὁ λόγος εἰς αὐτὸν Μιλτιάδην, ὃν ἐγὼ μᾶλλον ἂν αἰσχυνοίμην ἐπαινῶν ἢ ψέγων· οὕτω μοι δοκῶ πάντʼ ἂν ἔλαττον εἰπεῖν ἢ βούλομαι. καίτοι τοσοῦτόν γʼ ἂν εἴποιμι θαρρούντως· εἰ γὰρ ἀναστὰς, λέγω, Πλάτων αὐτὸς ἀξιώσει κατηγορεῖν Μιλτιάδου καὶ τοῦ βελτίονος αὐτῷ τοῦτο λόγου κρινεῖ, πάνθʼ ἕτοιμος ἔγωγε συγχωρεῖν καὶ μὴ πολλοῦ τινος ἄξιον τὸν ἄνδρα ἐκεῖνον ἡγεῖσθαι. ἀλλὰ οὐκ ἄν μοι δοκεῖ ῥᾳδίως, ὅς γε καὶ μνησθεὶς περὶ αὐτοῦ, Μιλτιάδην δὲ, φησὶ, τὸν ἐν Μαραθῶνι. καίτοι τοῦτό ἐστιν ἐγγυτέρω θρήνου τινὸς ἢ μέμψεως καὶ τιμῶντος μᾶλλον ἢ κακίζοντος, ὥσπερ οὓς Σιμωνίδης εἰώθει τιμᾶν ἐν τοῖς ἐπιγράμμασιν. ὅμως δὲ καὶ Μιλτιάδης μετέχει τοῦ καταλόγου καὶ περιέστηκεν αὐτῷ τὸ τῶν Πλαταιέων3 τῶν ὑπʼ αὐτοῦ τότε κοσμηθέντων. κατηγορίας γὰρ οὐδεμιᾶς αὐτοῦ προειρημένης ἐξ ἀνάγκης τρόπον τινὰ ἀγωνίζεται, διὰ τὸ ἐνεῖναι τοὔνομα ἐν τοῖς διακόνοις αὐτοῦ. καίτοι, ὦ Πλάτων, φαίη τις ἂν τῶν δικανικῶν ἀνδρῶν, ὀρθῶς ἐποίησεν ὁ θεὶς τὸν νόμον ἀξιώσας διαρρήδην ἔχειν τάς τε δίκας καὶ τὰς γραφὰς, ἔβλαψέ με ὁ δεῖνα τὸ καὶ τὸ ποιήσας· καὶ τάδε εἶπε παράνομα· κἄν τί τις ἄλλο κατηγορῇ, τὸν αὐτὸν τρόπον φράζειν καὶ μὴ τηνάλλως φοβεῖν. σὺ δʼ ὅ τι μὲν ποιῶν ἢ λέγων ἕκαστος τῶν ἀνδρῶν τούτων ἠδίκει εἰς τὴν ὑστεραίαν, ὡς ἔοικεν, ἀνεβάλου δηλώσειν, ὥσπερ ἐν ἄλλῳ τῳ διαλόγῳ, πάντας δʼ αἰτιᾷ κοινῇ καὶ οὐδὲ ὃν τῶν ἄλλων διαφερόντως ἠξίωσας τιμῆσαι τὸν Περικλέα μερίσας τὰς αἰτίας αὐτῷ καὶ πλείστας ἁπάντων ἀνθεὶς, οὐδὲ τοῦτον ἐξήλεγξας, οὐδʼ ἀπέφηνας τί λέγων ἢ τί ποιῶν ἐποίει τοιούτους, ἀλλʼ ἑνὶ τούτῳ παρὰ τοὺς ἄλλους ἐτίμησας, πλείους ποιήσας τὰς αἰτίας αὐτῷ καὶ ὡσπερεὶ σαφεστέρας, ὥστʼ εἰδέναι περὶ ὧν χρὴ λέγειν. ἀλλʼ ἐκεῖνος μὲν οὐδὲ τοῖς παρʼ ἡμῶν ἴσως ἔλαττον ἔσχηκεν, ὥστε ταύτῃ γε μηδʼ ἂν πάνυ τι μέμψασθαι τῷ τὴν ἀρχὴν παρασχόντι. εἶεν. Μιλτιάδην δὲ τὸν ἐν Μαραθῶνι ποῦ χοροῦ τάξομεν ἢ τάξιν τίνα; ἢ δῆλον ὅτι τὴν πρὸ τοῦ θεάτρου καὶ οὗ πᾶσιν ἐν καλῷ τῆς θέας ἔσται; πλήν γʼ ὅσον οὐκ ἀριστεροστάτης ἀνὴρ μᾶλλον ἢ τοῦ δεξιοῦ τοῖς Ἕλλησι κέρως.4 καὶ νὴ Δίʼ εἴ γέ τις αὐτὸν ἐρωτῴη καὶ ἀναποδίζοι καθʼ ἕκαστον ἐξ ἀρχῆς, ὥσπερ Πλάτων εἴωθεν ἐρωτᾷν, τί διδάσκων ἢ τί συμβουλεύων

说什么贤良名士之子嗣仿佛注定要沦为平庸卑劣之辈,丝毫不配继承父辈的德性——客蒙作为米太亚德之子,继承了伴随其父声名而来的如此巨大的凶险,却未曾玷污任何继承而来的基业,亦未曾自以为只要题上父亲之名便已足够,宛如有人在奥林匹亚仅仅因自己是奥林匹亚获胜者之子便自认理当折桂;相反,他如此出色而崇高地效法其父,仿佛紧紧追随父亲功绩的足迹,以至于即便没有任何史家曾提及他是谁的儿子,单凭那些作为本身,人们便能推断出他的父亲是谁以及他归属于何人。 而我们的论述如今转到了米太亚德本人身上;关于他,我赞美起来比指责他更感到羞愧难当,因为我觉得无论怎样说,都远不能表达出我的本意。然而,至少有一点我敢于大胆断言:如果柏拉图本人站出来,坚持要控告米太亚德,并判定这样做符合更优越的理性论据,那么我便随时准备退让并承认一切,不再视那人为多么伟大之士。但我认为他绝不会轻易如此,因为就连他在提到他时,也称其为“马拉松的米太亚德”。其实,这与其说是责难,毋宁说更接近于一种哀挽;与其说是贬抑,毋宁说更像是一种尊崇,恰如西摩尼得斯惯常在题铭中赞颂的那些英雄一样。然而,米太亚德毕竟亦被列入了那个名单,并且当年由他编整阵列的普拉提亚人的境遇也落到了他身上。因为事先虽未对他提出任何控罪,由于其名字被列入那些侍奉者之中,他在某种程度上被迫处于应诉抗辩之境。然而,柏拉图啊,精通诉讼之人或许会说:立法人要求在民事起诉书和刑事控诉书中皆必须明确写明“某某人做某事伤害了我;又说了这些违法之言”,并且若有人提出其他控告,亦必须以同样方式陈述,而不可无端恐吓,立法人的这番做法是极其正确的。可是你呢,看来把这些名士各自究竟因何种言行而犯过推迟到了次日才去挑明,仿佛要留待另一篇对话录中;你对所有人作出了普遍的归咎,甚至对那位你破格隆重对待的伯里克利——你将种种指控细化归于他一身,并抛出了最多的罪状——你甚至连他都未能予以驳斥,亦未指出他究竟说了什么或做了什么而使众人变成那样,反倒仅在这一方面超越他人而推崇了他,即把针对他的指控立得更为繁多,亦宛如更为清晰,从而使人知晓应当就何事展开辩护。不过,那人在我们手中的辩护或许并不逊色,因此在这方面人们倒丝毫不可责怪那位提供了发端之人。罢了。那么,马拉松的米太亚德,我们应当把他安插在歌队中的何处,抑或排在何等位次呢?难道不明摆着是在剧场正前方、使众人皆能一览无余的优胜之位吗?唯一的区别不过在于,对于希腊人而言,他并非站在左翼之人,而是右翼的统帅。凭宙斯起誓,若有人依循柏拉图一贯的盘问方式,从头开始就每一项逐一向他质询追问:“究竟是凭着何种教导,或凭着何种建议……”

语法注4 条
  1. 160ὥσπερ εἱμαρμένον εἴη

    承接前一段落末尾 ὡς ἄρα 的间接引语斜格希求法,表达世人流言或诋毁的内容:“仿佛……是注定的”。中性完成时分词 εἱμαρμένον 与希求法 εἴη 构成无人称复合表达。

  2. 160ἀπʼ αὐτῶν εἶναι τῶν ἔργων εἰκάσαι

    在 ὥστε 引导的结果状语从句中,不定式 εἶναι 相当于 ἐξεῖναι(表示可能),并支配补充不定式 εἰκάσαι(推断):“以至于单凭功绩本身便可能推测出”。

  3. 160περιέστηκεν αὐτῷ τὸ τῶν Πλαταιέων

    不及物完成时 περιέστηκα 搭配与格 αὐτῷ,表示“落在他身上”或“转嫁于他”。名词化短语 τὸ τῶν Πλαταιέων 意为“普拉提亚人的处境/情况”,典出公元前427年普拉提亚人受审之事(修昔底德3.52–53):当年在马拉松由米太亚德编整列阵的普拉提亚人,后来在事先未被提出任何控罪的情况下被迫受审抗辩,正如此刻米太亚德在未受事先指控的情况下因名字被列入“侍奉者”之中而被迫应诉。

  4. 161ἀριστεροστάτης ἀνὴρ μᾶλλον ἢ τοῦ δεξιοῦ τοῖς Ἕλλησι κέρως

    从戏剧歌队意象向军事阵列意象的隐喻转换。ἀριστεροστάτης 原指歌队左翼的队员(在歌队中面向观众席,属于最显眼尊贵的位置)。作者刚将米太亚德安置于歌队这一最显眼的席位,随即借语义双关补充说明:在马拉松战场上他并非“站在左翼之人”,而是为希腊人统领尊贵的右翼(τοῦ δεξιοῦ κέρως)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:160-161