- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:158-159
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者论证客蒙是一位恪守军纪与宇宙秩序的真正领袖,并通过指出雅典人因悔悟而提前将其自陶片放逐中召回,证明这恰是其卓越德性的最高明证,从而反驳了柏拉图的批评。
τοὺς Ἕλληνας καὶ οὕτω πολλοῦ τινος ἄξιος ἦν καὶ λέγων καὶ πράττων. ἆρʼ οὖν ταῦτα ἂν οὕτω κατείργαστο, ἢ νίκας οὕτω πολλὰς καὶ λαμπρὰς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐφεξῆς ἀνῃρεῖτο, εἰ δουλεύειν ἠξίου τῷ πλήθει καὶ μὴ τοὐναντίον εἰς ὅσον ἐξῆν ἦρχεν ἀκριβέστατα, ἢ κόσμου καὶ τάξεως χωρὶς ἦγε τὸ στρατόπεδον καὶ συνεχώρει πᾶν ὃ βούλοιντο, ἀλλὰ μὴ πανταχοῦ πᾶσαν φροντίδα καὶ πρόνοιαν ἐποιεῖτο εὐταξίας καὶ εὐαρμοστίας αὐτῶν καὶ τοῦ πρὸς ἅπαντα ὑπάρχειν εὐκόλους αὐτῷ; ἐγὼ μὲν γὰρ οὐκ ἀσελγαίνοντας οὐδʼ ὑβρίζοντας αὐτοὺς οὐδὲ τῶν ἡδονῶν ἡττωμένους, ἀλλʼ ὡς οἷόν τε μάλιστα κοσμίους ὄντας καὶ τὴν τάξιν φυλάττοντας, καὶ ὅ φησιν Ὅμηρος αἰδουμένους κρατεῖν ἂν τῶν πολεμίων οἶμαι καὶ χρησίμους εἶναι κἀκείνῳ καὶ σφίσιν αὐτοῖς. καί μοι πάντʼ ἐκεῖνα ἤδη λέγε, τὸν ναυπηγὸν ὡς εἰς τάξιν τίθησι τὰ ξύλα, τὸν τέκτονα ὡς εἰς τάξιν τοὺς λίθους, τὸν χοροποιὸν, τὸν ὁντιναδήποτε. ὅ τι γὰρ ἂν τούτων εἴπῃς, ὑπὲρ τῆς Κίμωνος ἐρεῖς ἡγεμονίας καὶ πολιτείας. καὶ μὴν ὅτι καὶ τὸ πᾶν τοῦτο κόσμος ἐκλήθη λέγεις ὀρθῶς, ὡς ἔγωγέ φημι προσβιβάζων ἡμᾶς πρὸς τὸ μηδὲν εἰκῆ πράττειν· Κίμων τοίνυν τῆς τοῦ παντὸς ἐπωνυμίας τὸ γιγνόμενον τῇ πόλει διεσώσατο.1 κοσμίους γὰρ ἅπαντας παρεῖχεν εἰς δύναμιν. τοιαῦτα ἐπολιτεύετο καὶ τοιαῦτα ἐδίδασκε κἀν τῇ πόλει τὸν δῆμον κἀν ταῖς στρατείαις τοὺς ἑπομένους. νὴ Δία ἀλλʼ ἐξωστράκισαν αὐτὸν, ὅπως αὐτοῦ δέκα ἐτῶν τῆς φωνῆς μὴ ἀκούσειαν. καὶ πάλιν γε κατήγαγον πρὶν τὰ δέκα ἐξήκειν ἔτη, ἵνʼ αὐτοῦ τῆς φωνῆς ἀκούσειαν· οὕτως ἐπόθησαν. σὺ δὲ ὡς μὲν κατέγνωσαν λέγεις, ὡς δὲ μετέγνωσαν οὐκ ἐνθυμεῖ. καὶ ἃ μὲν οὐ δικαίως ἐψηφίσαντο κατʼ ἀμφοτέρων λέγεις, ἃ δʼ ὀρθῶς ἐβουλεύσαντο οὐχ ἡγεῖ τοῖς μὲν προαχθεῖσι παραίτησιν, τῷ δὲ ἀφεθέντι μεγίστην πίστιν τῆς ἀρετῆς ἔχειν. καὶ ὡς ἔοικεν, οἱ μὲν καταγνόντες αὐτοὶ μετέγνωσαν καὶ οὐκ ἔμειναν ἐφʼ ὧν ἔγνωσαν ἐξ ἀρχῆς σὺ δὲ ὥσπερ τι κύριον ἐγκέκληκας, καὶ οὐκ ἠξίωσας ταύτῃ μιμήσασθαι τοὺς Ἀθηναίους, ἀφεὶς τὸν ἄνδρα τῆς αἰτίας, ἀλλʼ ὃ μὲν ἦν χαλεπώτερον αὐτῶν ἐμιμήσω, τὸ δὲ λοιπὸν εἴασας, καὶ ταῦθʼ ὃ πάντων ἀτοπώτατόν ἐστι, κατηγορῶν αὐτῶν τῶν Ἀθηναίων, καὶ τό γε κάλλιον, οὐ τὰ δεύτερα ταῦτα, ἀλλʼ ἐκεῖνα ἅ τις ἂν χαίρων τῷ Κίμωνι.2 καὶ μηδενὸς μὲν ἂν τοιούτου συμβάντος οὐκ εἶχες ὅ τι κατηγόρεις, ἐπεὶ δʼ ἔλυσαν τῇ μετανοίᾳ τὸ συμβὰν καὶ τὴν αἰτίαν ἐφʼ αὑτοὺς μετέθεσαν, οὐκ ἴσον τι νομίζεις εἶναι ὥσπερ ἂν εἰ μηδὲν ἐξ ἀρχῆς εἰπεῖν εἴχομεν;3 καὶ μὴν πολὺ μεῖζον καὶ κάλλιον εἰς ἀρετῆς λόγον ἐκπεσόντα κατελθεῖν ἢ μὴ φυγεῖν ὅλως. τὸ μὲν γὰρ καὶ τοῖς τυχοῦσιν ὑπάρχει δή που, τοῦτο δʼ οὐ κατὰ τοὺς πολλοὺς ἄνδρας ἦν· κἀκεῖνο μὲν ἂν τῇ τύχῃ τις εἶχε λογίζεσθαι, τοῦτο δὲ τῷ κρείττονα ἢ κατὰ τοὺς ἄλλους ὄντα γιγνώσκεσθαι. τοῦ μὲν γὰρ ἐκπεσεῖν καὶ φεύγειν φθόνος αἴτιος καὶ τάχα ἄν τι καὶ ἄλλο τοιοῦτον φανείη, τῆς δὲ πρὸ τοῦ χρόνου κλήσεως καὶ παρακλήσεως οὐδὲν ἔσθʼ ἕτερον πλὴν τῆς ἀρετῆς αἰτιᾶσθαι, διʼ ἣν καὶ ἀπόντα ᾐσχύνοντο καὶ παρεῖναι λυσιτελεῖν αὑτοῖς ὑπελάμβανον, καὶ τὸ μέγιστον, σφῶν αὐτῶν καταγιγνώσκειν μᾶλλον ἠξίουν ἢ ʼκείνου. ὥστʼ εἰ μὲν αὐτὸν ἐφʼ αὑτοῦ δεῖ σκοπεῖν, τί δεῖ λέγειν, εἴ τις εἰς ἐκεῖνον ἐξήμαρτεν; εἰ δʼ ἀπὸ τῶν ἄλλων αὐτὸν δεῖ θεωρῆσαι, διαφερόντως οὗτος τιμηθεὶς φαίνεται. ἀλλὰ μήπω ταῦτα· αὐτίκα γὰρ μᾶλλον ἴσως ἁρμόσει. ὃ δὲ πολλῶν καὶ μεγάλων ὄντων ὧν ἄν τις ἐπαινέσαι Κίμωνα δικαίως μέγιστον καὶ ὡσπερεὶ κεφάλαιόν ἐστι καὶ διαφερόντως ἐκείνῳ προσῆκον, τοῦτʼ εἰπεῖν ἔτι βούλομαι καὶ ἀποδοῦναι ὥσπερ ἄλλο τι τῷ ἀνδρί. σχεδὸν γὰρ ἐν ὀλίγοις τῶν πάντων, ὥς γέ μοι φαίνεται, καὶ τῶν πρότερον καὶ τῶν ὕστερον ἀντέχει τῷ λόγῳ τούτῳ καὶ οὐ συναγωνίζεται οὐδὲ δίδωσι χώραν τῇ βλασφημίᾳ, ὡς ἄρα
守护了希腊人,且无论在言论还是行动上,他都是如此具有极高价值的人物。那么试问,如果他甘心做大众的奴隶,而不是相反在可能限度内施行最严正的统辖;或者如果他统率军队不讲秩序与规律,对众人的一切欲望百依百顺,而不是处处对他们的规整与和谐、以及对他们事事顺从于他倾注全部的用心与远见,他难道能如此成就这些伟业,抑或在陆上与海上接连取得如此众多而辉煌的胜利吗?依我之见,正是因为他们既不放荡亦不暴虐,亦不为享乐所屈服,而是尽可能极有秩序并谨守阵列,且如荷马所言怀有羞耻之心,他们才能克敌制胜,并对他自身及他们自己都有所裨益。现在请把你那些例子全都向我道来:造船匠如何将木料整齐安置,石匠如何将石块有序摆放,排舞师或任何其他人如何行事。因为无论你提起这其中的哪一种,你所说的都将是为客蒙的统帅与政道作辩护。再者,你说得极对,这整个宇宙被称为“秩序(科斯莫斯)”,正如我也主张的那样,〔你〕引导我们不可任意妄为;客蒙于是为城邦保全了符合这一万物称号的秩序。因为他已竭尽所能使所有人井然有序。他在城邦中对待民众,在远征中对待随从,皆是如此施行政道,如此进行教导。“凭宙斯起誓,但他们毕竟放逐了他,好在十年里听不到他的声音!”然而,还没等十年期满,他们就为了能听到他的声音而将他迎了回来;他们是如此思念他。可是你只提及他们是如何定罪的,却不考虑他们是如何转变心意的。你拿他们不义的决议来指责双方,却不认为他们后来的正确决断既是被误导者的辩解,又是被赦免者德性的最大明证。看来,当年定罪的人自己都已改变心意,并未固执于最初的决断;而你却把它当作定论来大加指责,不屑于在这方面效仿雅典人而免去对该人的罪责,反而效仿了他们身上更为严苛的一面,弃置了其余宽宥的作为;并且在万事中最荒谬的是,你在指责雅典人本身时,而且更妙的是,所指责的并非后来的这些事,反倒是任何喜爱客蒙的人都会〔指责他们的〕先前那些事。若是从未发生过此类事情,你本没有任何可指责的把柄;如今他们以悔悟消除了所发生之事,并将过错归于自身,难道你还不认为这等同于我们自始就无从指责吗?况且,就德性的考量而言,遭流放而荣耀归来,远比根本未曾被放逐要更加重大和光彩。因为后者想必连庸碌之辈亦可享有,而前者却绝非寻常凡夫所能及;后者人们大可归因于机运,前者却在于被公认为超越众人。因为流放与逃亡的缘由在于嫉妒,或许还能找到其他类似借口;但提前的召回与恳请,除了德性之外便别无他由——正是因着这德性,他们即便在他缺席时亦感到愧疚,认为他在场对自己大有裨益,并且最重要的是,他们宁可责备自己也不愿责备他。因此,若是必须孤立地审视他自身,如果有人曾对他犯下过错,又何须多言?若是必须将他与他人对比观照,他显然受到了非同寻常的崇敬。不过这些且先按下不表,稍后或许更为切合。而在人们可以公正赞美客蒙的众多伟大功绩之中,有一项至为重大、堪称总纲且格外属于他个人的功绩,我仍愿予以阐明,如同交付其他任何应得之物一般归于此人。因为在我看来,在古往今来的所有人中,他几乎与极少数人一样,能够抵挡住这一论调,既不助长亦不留余地给那项诋毁,说什么……
- 158τὸ γιγνόμενον τῇ πόλει διεσώσατο
τὸ γιγνόμενον 意为“应得的分额”或“合宜的本分/秩序”。紧承前文“宇宙被称为秩序(科斯莫斯)”之说,指客蒙为城邦保全了符合这一宇宙称号所应有的合宜秩序。
- 159οὐ τὰ δεύτερα ταῦτα, ἀλλʼ ἐκεῖνα ἅ τις ἂν χαίρων τῷ Κίμωνι
οὐ τὰ δεύτερα ταῦτα, ἀλλʼ ἐκεῖνα 是受前文 κατηγορῶν(αὐτῶν τῶν Ἀθηναίων)支配的控罪宾格,其后的关系分句 ἅ τις ἂν [sc. κατηγορήσειεν] χαίρων τῷ Κίμωνι 承前省略了来自 κατηγορῶν 的谓语动词。此处揭示出一种讽刺性的局面:对手在指责雅典人本身时,指责的不是他们后来的举措(召回客蒙),反倒是喜爱客蒙之人会用来指责雅典人的先前举措(放逐客蒙)。
- 159ὥσπερ ἂν εἰ μηδὲν ἐξ ἀρχῆς εἰπεῖν εἴχομεν
ὥσπερ ἂν εἰ 结构(“正如……一般”)接未完成过去时直陈式 εἴχομεν 构成非真实条件句,表达反诘性的论断:既然民众已通过悔悟消除了这一事态,这在实质上岂不就等同于从一开始便无可指责。
