← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§156-157

欧里梅敦河之役的胜利与希腊守卫者客蒙

阿里斯提德斯指出,客蒙不仅抵御了异族侵略,更主动将战火引向敌境,在欧里梅敦河战役中一日之内赢得水陆双重胜利;他引述诗歌赞颂这一壮举,强调客蒙才是超越柏拉图构想的全希腊真正的守卫者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§156

διήμαρτον ὧν ἤλπισάν τε καὶ προὐθυμήθησαν, καὶ δὴ διὰ τοῦθʼ ὥσπερ εὐεργέτας αὐτοὺς ἠξίωσεν ἀφεῖναι, οὐδʼ ἠμνημόνησε τῶν ἱερῶν τῶν ὑπʼ ἐκείνων ὑβρισθέντων, οὐδʼ ὧν ἐν οἷς ἠδυνήθησαν ἐπεδείξαντο, ἀλλὰ καὶ τούτων ἀξιῶν αὐτοὺς ὀφείλειν δίκην τὴν ἐσχάτην καὶ ἔτι μειζόνων, ἃ, εἰ κατώρθωσαν, δῆλοι πᾶσιν ἦσαν ἐξεργασάμενοι,1 οὐκ ᾤετο δεῖν τὴν ἡσυχίαν ἄγειν οὐδὲ τοῖς ἄλλοις παραινεῖν, οὐδὲ τοῖς θεοῖς αἰσχρῶς ἔχειν τὴν χάριν, ἀγαπῶντας εἰ σώζονται,2 ἀλλʼ ὃ ποιηταὶ καὶ νομοθέται καὶ παροιμίαι καὶ ῥήτορες καὶ πάντες κελεύουσιν, ἀμύνεσθαι τοὺς ὑπάρξαντας, τοῦτο εἰσηγεῖτο καὶ πρὸς τοῦτʼ ἦγεν αὐτοὺς, οὐχ ὡς ἄν τις τὸ ἥδιστον, ἀλλʼ ὡς ἄν τις τὸ δικαιότατον λέγων. πρὸς δὲ τούτοις καὶ τῆς Ἑλλάδος φυλακὴν ἀληθεστάτην ἡγεῖτο οὐκ εἰ καθείρξας αὐτοὺς οἴκοι παρέχοι καθεύδειν ἀσφαλῶς, ἀλλʼ εἰ τοῖς βαρβάροις φόβον ἐμβάλοι μηδὲν ἔτι τοιοῦτον ἐνθυμηθῆναι τοῦ λοιποῦ, καὶ εἰ τῆς Ἑλλάδος αὐτοὺς ἀπώσαιτο ὡς δυνατὸν πορρωτάτω. διὰ ταῦτα εἰς τὴν ἐκείνων ἐξῆγε τὸν πόλεμον καὶ περιέπλει μὲν Κύπρον, παρέπλει δὲ Παμφυλίαν, ἐναυμάχει δὲ Φοίνιξι καὶ Κυπρίοις καὶ οἷστισι προσμίξαιεν αὐτῶν. ἐπὶ δὲ Εὐρυμέδοντι ποταμῷ ναυμαχίας καὶ πεζομαχίας μνημεῖα ἔστησεν ἀμφότερα ἡμέρᾳ μιᾷ νικῶν. ὥστε τοῖς προτέροις ἔργοις ἐκπεπληγμένων τῶν ποιητῶν τοῖς ὅτʼ ἐπῄεσαν οἱ βάρβαροι πραχθεῖσιν, ὅμως τις ὕμνησεν αὐτῶν εἰς ταῦτα ὕστερον, οὐ πάντα, ἀλλὰ μιᾶς τινος ἡμέρας ἔργα· "ἐξ οὗτʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔκρινε καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐφέπει, οὐδενί πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶν ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ. οἵδε γὰρ ἐν γαίῃ Μήδων πολλοὺς ὀλέσαντες Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει ἀνδρῶν πληθούσας, μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν πληγεῖσʼ ἀμφοτέραις χερσὶ κράτει πολέμου."

因为他并未因他们在所期望和企图的事上落了空,便恰恰以此为由认定应当放过他们,仿佛他们是恩人一般;他亦未曾遗忘被他们亵渎的圣所,以及他们在力所能及之处所展示的暴行;相反,他认定他们因这些罪行以及更为重大的恶行——若是他们得逞,所有人显而易见都会看到他们犯下的恶行——而欠下极刑之债,因而他认为既不应当退缩苟安,亦不应当劝告他人如此,更不应当以苟全性命便自满的卑劣方式向神明表示感恩;相反,正如诗人们、立法者们、谚语、演说家们以及所有人所命令的那样,即“向先动手施暴者实施报复”,他倡导此事并引导民众走向这一目标,其发言并非出于取悦,而是出于最纯粹的正义。除此以外,他认为对希腊最真实的守卫,绝非是将人们封闭在家中使其安然入睡,而是要将恐惧植入异族心中,使其从今往后不敢再有丝毫此类妄想,并将他们驱逐到距希腊尽可能遥远的地方。正因如此,他将战火引至敌方的领土,巡航塞浦路斯,沿潘菲利亚海岸航行,与腓尼基人、塞浦路斯人以及遇到的任何敌舰交战。在欧里梅敦河畔,他一日之内连克强敌,同时树立起海战与陆战的双重胜利纪念碑。以至于,尽管诗人们此前已为异族入侵时的英勇事迹所震撼,但后来他们中仍有一位诗人为这一系列的功业——并非全盘,而仅仅是某一日的战功——咏唱赞歌: “自汪洋大海将欧洲与亚洲彼此分界, 凶悍的阿瑞斯降临凡人城邑之日起, 凡世之人在陆地与大海上同时, 都未曾建树过如此辉煌壮美的功勋。 因为这群勇士在陆上歼灭了众多米底亚人, 又在波涛之上缴获了百艘腓尼基战船, 满载着精兵;亚洲在他们脚下发出沉重的呻吟, 在战争的威势下承受着双手的猛烈重击。”

§157

καὶ ταῦτα οὐκ ἀπεικότως παρύμνησεν οὐδʼ ἐξῆρεν οὕτως ὡς ποιητής. ἐκεῖνα μὲν γὰρ ἐν πύλαις τῆς Ἑλλάδος ἐκινδυνεύετο, τὰ μέν γε ἐν αὐταῖς Πύλαις, τὰ δʼ ἐπʼ Ἀρτεμισίῳ τῆς Εὐβοίας, ταῦτα δʼ ἐν μέσῃ τῇ πολεμίᾳ. καὶ τότε μὲν διείλοντο τὸν κίνδυνον αἱ πόλεις, ταῦτα δʼ ἀμφότερα ἑνὸς ἀνδρὸς καὶ ἑνὸς ἦν στόλου. κἀκεῖνοι μὲν ὥσπερ τὸν κίνδυνον, οὕτω καὶ τὴν τύχην ὡς εἰπεῖν διείλοντο· Ἀθηναῖοι μὲν γὰρ καὶ Θεμιστοκλῆς ἐνίκων ἐπʼ Ἀρτεμισίῳ λαμπρῶς, οἱ δʼ εἰς Πύλας ἀπαντήσαντες οὐδὲν πλέον κατεπράξαντο τῇ Ἑλλάδι, πλὴν ὅσον τὰ σώματα εἰσήνεγκαν, τῷ θανάτῳ τοὺς βαρβάρους ἐκπλήξαντες, ἐπισχεῖν ὧν ὥρμηντο αὐτοὺς οὐ δυνηθέντες. οὗτοι δὲ, φησὶ, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐνίκων τοὺς πολεμίους, καὶ τοσούτους αἰχμαλώτους εἷλον αὐτῶν ὅσοις ἔργον ἦν καὶ τοῖς ἅπασιν ἀντιστῆναι. διὰ ταῦτα, φησὶ, λέγω θαρρῶν "οὐδενί πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶν ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ." οὕτως ἀκριβής τις καὶ βέβαιος ἐκεῖνος φύλαξ ἦν τῆς Ἑλλάδος, οὐ μόνον τῆς ἑαυτοῦ πόλεως, καὶ τοιούτους ἐπικούρους, ὦ Πλάτων, τοῖς Ἕλλησι παρέσχετο. ὥστε ἕως ἔζη Κίμων τεθνάναι περιῆν τοῖς βαρβάροις τῷ φόβῳ τοὺς Ἕλληνας3 καὶ μὴ σκοπεῖν ὅντινα τῶν παρʼ ἡμῶν ὑφʼ ἑαυτοῖς ποιήσονται, ἀλλʼ ὅπως αὐτοὶ σωθήσονται. ἐξ ὧν τάς τε πόλεις ἁπάσας ἀφεῖσαν καὶ τῆς κάτω χώρας οὐκ ὀλίγης ἀπέστησαν, ὧν τἀναντία ὕστερον συνεχώρησαν Λακεδαιμόνιοι, πρὸς οὓς σὺ βλέπων καὶ ἁμιλλώμενος τοὺς σαυτοῦ συγκροτεῖς, οἷς ἡ τῶν εἰς τοὺς πολέμους ἐμπειρία καὶ ἕξις πρόσκειται μόνη. τοσούτῳ κρεῖττον Κίμων ἐφύλαξε

他并非毫无道理地咏叹这些事迹,亦非作为诗人而如此加以推崇。因为昔日的凶险是在希腊的门阙前被承担的——一部分恰在温泉关的隘口,另一部分则在优卑亚的阿耳忒弥西昂海角;而当下的战斗却深入到了敌境腹地。那时是各城邦共同分担凶险,而如今这两场大捷皆归于一人与一支舰队。昔日之人分担了危险,亦可谓分担了命运:因为雅典人与地米斯托克利在阿耳忒弥西昂取得了辉煌的胜利,而奔赴温泉关隘口迎战的人们,除了献出自己的血肉之躯、以死亡震慑异族之外,却未能遏阻异族蓄谋已久的进军,因而未曾为希腊取得更多成果。然而,正如诗人所言,这群将士在陆上与海上皆战胜了敌人,并且俘获了如此之多的战俘,以至于我方全体将士应付起来都感到吃力。诗人说,正因如此,我敢自信地说: “凡世之人在陆地与大海上同时, 都未曾建树过如此辉煌壮美的功勋。” 那位英雄便是如此一位周密而坚定的全希腊守卫者,而绝不仅仅是他自身城邦的守卫者;柏拉图啊,他为希腊人提供了何等卓越的卫士!以至于只要客蒙在世,异族人便因畏惧希腊人而吓得半死,他们不再图谋将我们这边的何人置于自己的统治之下,而只思忖如何保全自身。由于这些战功,他们放弃了所有的城邦,并从低地沿海不少土地上撤军;然而拉栖代梦人后来却对相反的条件拱手相让——而你正是注视着并竞相效仿拉栖代梦人来构建你自己的公民阶层的,尽管他们所具备的仅仅是对战争的经验和习性罢了。客蒙是以如此卓越得多的方式履行了他的守卫职责。

语法注3 条
  1. 156ἃ, εἰ κατώρθωσαν, δῆλοι πᾶσιν ἦσαν ἐξεργασάμενοι

    形容词 δῆλος 搭配分词的人称结构(δῆλός ἐστι +分词,意为“某人显然……”),与过去与事实相反的条件句(εἰ κατώρθωσαν)相结合。此处未采用无人称形式 δῆλον ἦν,而是将主语提升至主格主导 δῆλοι ἦσαν,并配以主格不定过去时分词 ἐξεργασάμενοι。

  2. 156ἀγαπῶντας εἰ σώζονται

    宾格分词 ἀγαπῶντας 与不定式 ἔχειν 的逻辑主语(泛指雅典人或希腊人)保持一致。动词 ἀγαπάω 引导 εἰ 从句(功能相当于 ὅτι 从句),构成表示情感的习用搭配,意为“对……感到满足/苟安于……”。

  3. 157τεθνάναι περιῆν τοῖς βαρβάροις τῷ φόβῳ τοὺς Ἕλληνας

    动词 περίεστι 搭配与格(τοῖς βαρβάροις)表示“落在……的命运上/归于……”,由完成时不定式 τεθνάναι 担任主语(“因恐惧而吓得如同死去”)。τοὺς Ἕλληνας 则作为受词宾格,依附于 τῷ φόβῳ 中所内含的“畏惧”动词意涵(“出于对希腊人的恐惧”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:156-157