← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§154-155

柏拉图的卫国者论与客蒙对理想的践行

演说者援引柏拉图自身的政制理论及对卫国者的尊崇,指责将政治领袖贬为仆役自相矛盾,进而论证客蒙援救斯巴达与重创异族的伟业正是卫国者理想的真正体现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§154

"ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας, "ἀλλὰ πάντα ταῦτα ἀνελευθερίαν καὶ ταπεινότητα εἶναι καταγνωσόμεθα, καὶ πρὸς ἅπανθʼ ἡμῖν οὗτος ὁ λόγος ἀρκέσει, τὸ διακονεῖν ταῦτʼ εἶναι καὶ ὑπηρετεῖν καὶ τὸ ἀδικεῖσθαι κρεῖττον ἢ ἀδικεῖν, ἄλλο τι ἢ τῶν ἀψύχων ἐγγύτατα ζῆν λείπεται,1 καὶ τοῖς κάμνουσι παραπλησίως, ὅταν αὐτοῖς ὑπὸ τῶν ἰατρῶν ἡσυχάζειν ἐπιταχθῇ; εἰ δʼ οὖν καὶ διακονία πάντα ταῦτʼ ἐστὶ καὶ οὐδὲν σεμνὸν, τί μαθὼν,2 ὦ φίλη κεφαλὴ, αὐτὸς ἡμῖν τοὺς διακόνους μιμεῖ, πολιτείαν κατασκευαζόμενος καὶ νόμους συγγράφων, καὶ λέγεις μὲν καὶ τυραννίδα συντελεῖν εἰς νόμων θέσιν, λέγεις δὲ τῇ φιλοσοφίᾳ δυναστείας προσδεῖν καὶ μὴ πρότερον παύσεσθαι κακῶν τὰς πόλεις, πρὶν ἄν σοι τὸ πολυύμνητον δὴ τοῦτο ἢ οἱ βασιλεῖς φιλοσοφήσωσιν, ἢ βασιλεύσωσιν οἱ φιλόσοφοι; ὡς εἰ μὴ ταῦτα συνέλθοι, φιλοσοφία καὶ δύναμις πολιτικὴ, οὐδὲν πλέον εἰς τὸ κοινὸν τοῖς ἀνθρώποις ἐσόμενον.3 καὶ τὸ δὴ μέγιστον ἁπάντων, ἐν γὰρ αὐτοῖς οἷς πολιτεύει καὶ νομοθετεῖς, ἀφορίζεις μὲν φύλακας τῇ πόλει, οἵτινες τὴν αὐτὴν ἕξουσι τέχνην Κίμωνι, δίδως δὲ αὐτοῖς τὰ πρεσβεῖα τῶν ἄλλων πολιτῶν, οὐκ ὀλίγον τι προκρίνας, καὶ τιμὰς καὶ προεδρίας καὶ ζῶσι καὶ τελευτήσασιν ὃς ἂν αὖ τούτων ἄριστος φανῇ, καὶ ὅλως περὶ τούτους διατρίβεις τὰ πλεῖστα, ὡς μίαν οὖσαν ταύτην τῇ πόλει σωτηρίαν, εἰ τὰ τῶν φυλάκων εὐθενοῖ. καὶ οὔτε μισθωτοὺς αὐτοὺς καλεῖς, καίτοι μισθὸν τάξας αὐτοῖς παρὰ τῶν ἄλλων ἐν τῇ πόλει, οὔτε τῶν κοινῶν διακόνους, καὶ ταῦτα ὑπὲρ πάντων ἀγρύπνους μέλλοντας διάξειν καὶ κινδυνεύσειν ἅπαντα κίνδυνον ὑπὲρ τῆς πόλεως ἁπάσης· οὐδʼ ἡγήσω μισθοφόροις τισὶ καὶ ξένοις ὡς ἀληθῶς αὐτοὺς προσεοικέναι δόξειν, οὐδʼ ἐν Καρῶν σχήματι καὶ μοίρᾳ4 θρέψεσθαι, πολλὰ πράγματʼ ἔχοντας, ὀλίγου καὶ ταῦτα μισθοῦ, ἀλλʼ ἱκανὴν αὐτοῖς ἡγεῖ φιλοτιμίαν, ἐὰν τὴν χώραν σώζειν ἐπίστωνται καὶ ἡ πόλις ἅπασα πρὸς αὐτοὺς ἀποβλέπῃ. εἰ γὰρ αὖ πάντα ταῦτα καλῶς καὶ δικαίως ἔχει σοι καὶ οὐκ ἄχρηστος ἡ σπουδὴ οὐδʼ ἀνελεύθερος, οὐδʼ αἰσχύνην ἔχουσα κατεσκευάσθαι τοιαύτην φυλακὴν πόλει καὶ τοιούτους ἄνδρας, ὁποῖοι τοῖς τε φίλοις βοηθεῖν καὶ τοὺς ἐχθροὺς ἀμύνεσθαι δυνήσονται, σκόπει τὸν Κίμωνα μὴ πόρρωθεν, ἀλλʼ ἐκ τούτων, καί σοι πάντες οὗτοι μάρτυρες παρεῖναι δόξουσι τῷ ἀνδρὶ, μὴ διάκονον μηδὲ τῶν πρὸς ἡδονὴν ὁμιλούντων γεγενῆσθαι, ἀλλʼ ὡς ἐλευθεριώτατα καὶ ὡς κάλλιστα ἔχειν αὐτῷ τὰ τῆς πολιτείας, καὶ σχεδὸν ὥσπερ σοὶ τὰ τῆς πολιτείας ἔχει τῆς ἀκινδύνου ταύτης. σκέψαι δὴ αὐτὸν μὴ μόνον ὡς τὴν πόλιν καὶ τὴν χώραν ἐφύλαξεν, ἀλλὰ καὶ ἐκ δυοῖν τοῖν ἐσχάτοιν ὅροιν, ὅπως τοῖς τε Ἕλλησι προσηνέχθη καὶ ὅπως τοῖς βαρβάροις· ἐπειδή γε καὶ αὐτῷ σοι δοκεῖ μὴ τὸν αὐτὸν δεῖν ἀμφοτέροις τρόπον, ἀλλὰ τοῖς μὲν ὡς τοῖς ὁμοφύλοις εἰκὸς, τοῖς δʼ ὡς χρὴ τοῖς φύσει πολεμίοις. ἐκεῖνος γὰρ συμβάσης μὲν ἐν Πελοποννήσῳ ταραχῆς οὐ φαύλης οὐδὲ μικρᾶς τινος, ἀλλʼ ὥστε Λακεδαιμονίους εἰς πᾶν ἐλθεῖν τῶν εἱλώτων ἐπαναστάντων, καὶ ἅμα τῶν σεισμῶν ἐπικειμένων, ἀγαγὼν Ἀθηναίους τετρακισχιλίους ὁπλίτας, οὓς σὺ τιμᾷς, ὦ Πλάτων, ἔσωσε μὲν τὴν πόλιν αὐτοῖς καὶ τὴν χώραν, ἔλυσε δὲ τοὺς περιστάντας ἅπαντας φόβους, κατέστησε δὲ τὰ ἐν Πελοποννήσῳ πράγματα. τοιοῦτος μὲν πρὸς τοὺς Ἕλληνας καὶ τῶν Ἑλλήνων τοὺς ἀρίστους καὶ ἅμα συμμάχους. πρὸς δὲ τοὺς βαρβάρους καὶ πολεμίους ὁποῖός τις, οὐκ εἰσὶ τῶν Ἑλλήνων οὐδενὶ πλείους οὐδὲ ὀνομαστότεραι πράξεις ἐν τῇ ὑπερορίᾳ, οὐδὲ τρόπαια καλλίω βαρβάρων, οὐδʼ ὧν μᾶλλον ἄγασθαι προσήκει τῆς ἀνδρείας ἅμα καὶ τῆς ὑποθέσεως. οὐ γὰρ ἐπειδὴ

“男丁被杀戮,大火将城镇化为灰烬, 儿女与束着深色腰带的妇孺被外人掳走”,如果我们甚至将这一切都判定为卑屈与下贱,并且这一条论理便足以让我们抵御一切——即做这些事不过是仆役与差役,且遭受不义胜于施加不义——那么除了像被医生勒令静养的病患一样、以最接近无生命之物的方式苟活之外,我们还剩下什么呢? 然而,如果这一切果真皆属仆役之劳而毫无崇高可言,我亲爱的朋友,你究竟因何缘故亲自模仿起仆役来,构建起政制并编纂起法典?你不仅声称僭主统治亦有助于制定法律,还声称哲学需要统治大权,且城邦绝不会从祸患中解脱,除非出现那句为你所屡屡赞颂的名言:要么王者研习哲学,要么哲学家登基为王;仿佛若不使二者——哲学与政治权力——合而为一,人类公共生活便绝不会获得丝毫增益。 而最重大的一点在于:就在你谈论政制与立法的著作中,你为城邦指派了拥有与客蒙相同技艺的卫国者,并赋予他们凌驾于其他公民之上的殊荣,给予他们非同寻常的优先地位,向他们之中表现最优秀者无论生前殁后都授予荣衔与上座;总而言之,你将绝大部分心力倾注于这些人身上,认定只要卫国者的状况繁盛,这便是城邦唯一的救赎。 你既未将他们称为雇工——尽管你规定由城邦中其他人向他们提供报酬——亦未称他们为公共事务的仆役,更何况他们注定要为所有人过着不眠不休的生活,并为整个城邦冒尽一切凶险。你既不认为他们看起来当真如同某些雇佣兵和外邦客,亦不认为他们是以卡利亚人的卑下身分与境遇被豢养,背负繁重事务却只领受微薄薪饷;相反,你认为只要他们懂得保卫疆土且整个城邦都仰望他们,好名之心便足以成为他们的酬报。 因此,如果这一切在你看来皆属优美而公正,且这番心力既非徒劳亦非卑劣,为城邦配备这样的卫队和这样既能援救朋友又能抵御敌人的勇士亦绝无羞耻可言,那么就请不要从远处、而恰恰从这些标准来审视客蒙吧!如此一来,所有这些事由都将显现为支持这名勇士的证人,证明他绝非仆役,亦非逢迎取乐之徒,而是以最自由、最美好的方式治理政事,几乎就如同你在那免于风险的政制中治理政事一样。 那么,不仅要考察他如何保卫城邦与国土,更要从两项终极准则来考察他:他是如何对待希腊同胞,又是如何对待异族蛮邦的;因为在你看来,对待二者本就不当使用同一种方式,而应当对待同胞如合情合理的骨肉,对待异族则如理所应当的天生宿敌。 因为,当伯罗奔尼撒爆发了一场绝非微不足道的剧烈动乱,以致黑劳士起义且地震接踵而至,使拉栖代梦人陷入万劫不复的境地时,客蒙率领了四千名雅典重装步兵——柏拉图啊,这正是你所敬重的步兵——为他们拯救了城邦与土地,消除了笼罩在他们周围的所有恐惧,平定了伯罗奔尼撒的局势。 对待希腊人,对待希腊人中最优秀者且兼为盟友之人,他的表现便是如此。而对待异族与敌人,他又展现出何等风范:在所有希腊人中,绝无人在境外拥有比他更多、更显赫的战功,亦无人在异族身上立下更辉煌的战功纪念碑,更无人留下的功绩比他更值得人们同时钦佩其勇气与胸襟。因为并非在

语法注4 条
  1. 154ἄλλο τι ἢ τῶν ἀψύχων ἐγγύτατα ζῆν λείπεται

    承接前一段落末尾的长条件从句(εἰ γὰρ μὴ προστησόμεθα...)的归结疑问句。惯用短语 ἄλλο τι ἤ(“难道除了……还有别的吗 / 岂非……”)搭配主句动词 λείπεται,不定式 ζῆν 充当其实质主语。

  2. 154τί μαθὼν

    疑问代词与分词连用的惯用表达,表示责难或质问(“究竟因何缘故”、“作何设想”)。在此用于诘问柏拉图:既然将政治家贬为“仆役”,为何自己却又在著作中建构政制、制定法律。

  3. 154ὡς εἰ μὴ ταῦτα συνέλθοι, φιλοσοφία καὶ δύναμις πολιτικὴ, οὐδὲν πλέον εἰς τὸ κοινὸν τοῖς ἀνθρώποις ἐσόμενον

    由 ὡς 引导的宾格绝对结构(ἐσόμενον),承接前文 λέγεις 所表达的意向,说明柏拉图所持的主观理由,其内部包含一个不定过去祈愿语气条件从句(εἰ μὴ συνέλθοι)。

  4. 154ἐν Καρῶν σχήματι καὶ μοίρᾳ

    古典希腊时期的惯用语,卡利亚人常被视作廉价且从事危险劳役的雇佣兵或奴隶之代称(“以卡利亚人的形貌与境遇”)。在此强调为国尽瘁的卫国者绝非地位低下的雇佣兵可比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:154-155