- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:152-153
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者试图兼顾对柏拉图的敬意与对四位政治家的辩护,称赞客蒙的淳朴品格与治国才能。随后,他批驳了柏拉图将政治统治与领袖职责贬为“仆役”的观点,指出这一悖论颠倒了对立事物的定义,并将导致彻底放弃一切公共与私人职责的荒谬后果。
ἵπποις ἀγωνιζόμενος, ἐξὸν καὶ ταχὺ καὶ τοσοῦτον ὅσον βούλομαι παρενεγκεῖν, εἶτʼ ἀνεῖχον ἐξεπίτηδες φειδοῖ τοῦ προειληφότος·1 οὕτω πολὺ πλείω ποιοῦμαι λόγον μηδὲν ἀπηχὲς εἰς Πλάτωνα τυχεῖν εἰπὼν μηδʼ ὡσπερεὶ θρασύνεσθαι δοκεῖν, ἢ ʼκείνων ἕκαστον ἐπαινέσαι.2 εἰκότως· οὐδὲ γὰρ ἐλάττονος ἄξια χάριτός μοι τὰ πρὸς τοῦτον. οὐ μὴν ἀλλʼ εἴ γʼ ἄμφω συμβήσεται, καὶ τὰς κατʼ ἐκείνων αἰτίας ἀπολύσασθαι καὶ Πλάτωνι πᾶν ὅσον αἰδοῦς καὶ τιμῆς ἔξεστι σεσωκέναι, καὶ προσέσται τὸ δίκαιον ἀμφοτέροις, μετρίως ἂν ἔχοι πανταχῆ. ὅτι μὲν τοίνυν οὐχ εἷς τῶν κομψῶν οὐδʼ οἷος ὑπελθεῖν καὶ κολακεῦσαι Κίμων ἐγένετο οἱ μηδὲ τὰ πατρῷα ἐθελήσαντες αὐτῷ παραδοῦναι μέχρι πόρρω τῆς ἡλικίας ἐπίτροποι μαρτυροῦσιν·3 οὕτως εὐήθη καὶ μᾶλλον ἀρχαῖον ἡγοῦντο. ὅτι δʼ οὐ παντὸς ἀνδρὸς τὰ Κίμωνος πράγματα οὐδὲ τῆς ἐσχάτης μοίρας, ἀλλὰ καὶ λογίσασθαι περὶ πραγμάτων δεινὸς ἀνὴρ καὶ καταπρᾶξαι, καὶ τοιοῦτος οἷος μὴ μόνον παρʼ Ἀθηναίοις εἰκότως εὐδοκιμεῖν, ἀλλὰ καὶ παρὰ Λακεδαιμονίοις οὐ χαλεπῶς ἂν τὰ πρῶτα ἔχειν, ἐφεξῆς ἂν εἴη λέγειν. ἅπαντα μὲν τοίνυν τἀκείνου διηγεῖσθαι ἢ καὶ τὰ τῶν ἄλλων τῶν ὑπολοίπων ἔξω τοῦ καιροῦ παντελῶς γίγνοιτʼ ἂν, ἄλλως τε καὶ μηδεμιᾶς αἰτίας εἰρημένης κατʼ αὐτῶν πρὸς ἣν ἀπολογεῖσθαι δεῖ, πλήν γε δὴ ὡς διάκονοί τινες ἦσαν. ἃ δʼ ἐστὶν ὡσπερεὶ κεφάλαια καὶ ὅσα οὐδὲ βουλομένῳ παρελθεῖν δυνατὸν, ταῦτʼ εἰρήσεται. ἀνάγκη δὲ ἴσως τοσοῦτον ὑπειπεῖν. εἰ μὲν γὰρ ἅπαντα ταῦθʼ ἡμῖν ἐστι διακονία καὶ νόμους θεῖναι καὶ πολιτείαν καταστῆσαι καὶ στρατοπέδων ἄρξαι καὶ ἀρχὴν ἐπέτειον ἐν πόλει, καὶ προσέτι προβουλεῦσαι, προεδρεῦσαι, πρεσβείαν τελέσασθαι, δικάσαι δίκας, πανηγύρεις, ἂν οὕτω τύχῃ, κοσμῆσαι, λέγω συνελὼν ἅπασαν πρᾶξιν καὶ προστασίαν, εἰ διακονίαν καὶ ὑπηρεσίαν χρὴ καλεῖν, οἷον δὴ καὶ βασιλείαν αὐτὴν καὶ δυναστείαν ἅπασαν, καὶ ἔτι γʼ, εἰ βούλει, πρότερον οἰκίας ἄρχοντα μὴ ἄρχειν μᾶλλον ἢ δουλεύειν, καὶ τὸ τοῦ κωμῳδιοποιοῦ βεβαίως καὶ παγίως ἔχει ὡς ἄρʼ εἷς εἴη τῆς οἰκίας δοῦλος ὁ δεσπότης· εἰ ταῦθʼ οὕτως ὥσπερ ἔφην ἔχει, πρῶτον μὲν ἔγωγε οὐχ ὁρῶ πῶς ἂν μᾶλλον πάντʼ ἄνω καὶ κάτω γένοιτο. εἰ γὰρ τἀναντία τοῖς ἐναντίοις ὁριούμεθα,4 πῶς ἕκαστον ἔθʼ ἡμῖν σώσει τὴν αὑτοῦ φύσιν; εἰ γὰρ ἡ ἀρχὴ δουλεία, σχολῇ γʼ ἂν ἄλλο τι δουλείαν ἐκφύγοι· κἂν εἴ γε τὴν ἀρχὴν δουλείαν εἶναι τιθείημεν, τί κωλύει καὶ τὴν δουλείαν ἀρχὴν τοῖς αὐτοῖς τούτοις τιθέναι λόγοις; κἀκ τούτου περίεισιν ἡμῖν ἡ θέσις, καὶ οὐδέποτʼ ἐν ταὐτῷ μένει, ἀλλʼ ἡ μὲν ἀρχὴ δουλεία πρότερον γενομένη διʼ ἐκείνης πάλιν ἀρχὴ γίγνεται, ἡ δʼ αὖ δουλεία πρότερον ἀρχὴ νομισθεῖσα ὑπʼ αὐτῆς τῆς ἀρχῆς ἐπάνεισι δουλεία πάλιν εἶναι. καὶ οὕτω πλανήσεται καὶ μεταχωρήσει τὰ ὀνόματα ταῦτα τῶν ἐναντίων πραγμάτων ὄντα, εἰ δὲ βούλει, τἀναντία τοῦ πράγματος. καὶ μὴν οὐδὲ ὅ τι λοιπὸν ἔσθʼ ἡμῖν τούτων περιῃρημένων ῥᾴδιον εὑρεῖν. εἰ γὰρ μὴ προστησόμεθα μήτε πολλῶν μήτε ὀλίγων, μήτε οἰκίας μήτε ἡμῶν αὐτῶν, ὡς ἔπος εἰπεῖν, μηδὲ κινήσει μηδένα ἡμῶν μήτε χρεία πατρίδος μήτε ἑστία πατρῴα μήτʼ οἰκέται ὁρῶντες εἰς ἡμᾶς μήτʼ ἄλλο τῶν ἀνθρωπίνων μηδὲν, ἀλλʼ οὕτως φυγῇ φευξούμεθα τὰ πράγματα καὶ καθεδούμεθα ὥσπερ ἐν μέσῳ τῷ ἀέρι, τῆς γῆς οὐδὲν προσαπτόμενοι, οὐδὲ φροντίζοντες οὐδενὸς πράγματος, οὐδʼ ἂν προσαγγέλλῃ τις ἡμῖν ἅπερ τῷ Μελεάγρῳ,5
或者仿佛在赛马中,明明可以迅速且随心所欲地大幅度超越,却出于对领跑者的顾恤而故意勒住马缰。在如此程度上,我把不向柏拉图说出任何令人反感的话、不表现得仿佛狂妄自大,看得远比赞扬他们每个人更为重要。这固然合情合理,因为与他相关的事对我而言也绝非值得更少的感激。然而,如果二者能够两全——既洗清对那些人的指控,又尽可能为柏拉图保全所有的敬重与尊荣,从而使双方都得享公允——那在各方面就都恰到好处了。 那么,客蒙绝非圆滑取巧之人,亦非阿谀奉迎之辈,这一点由那些直到他成年已久仍连父业都不愿交还给他的监护人们作出了证明;他们认为他是如此纯朴,甚至有些古板守旧。但另一方面,客蒙的事迹并非凡夫俗子之辈或最下等人之所能为,他是一个善于谋划国事亦善于施行的人,这种人物不仅在雅典人中理所当然备受尊崇,即便在拉栖代梦人那里也毫不费力即可名列第一,这些正是接下来应当论述的。当然,若要详述关于他的一切,乃至关于其余各人的一切,未免完全不合时宜,尤其是除了称他们为某种“仆役”之外,并未提出任何需要为之辩解的指控。但凡属大要、以及即便想忽略也无法忽略的那些事,都将予以陈述。 然而,或许有必要预先指出这一点:如果对于我们而言,这一切都是“仆役之事”——制定法律、确立政制、统领军队、在城邦中担任年任官职,此外还有参与预审、主持会议、出使外邦、裁决诉讼,乃至在适逢其会时操办公共节庆;简而言之,我指的是一切政治行动与领袖之职——如果必须将这一切称为“仆役”与“差役”,正如王权本身及一切统治权一样,而且如果你愿意的话,甚至在此之前,一家之主管理家室并不是统治而是服役,以至于喜剧诗人的名言稳固而确凿地成立,即主人竟成了家中奴仆之一——如果事情真如我所说的那样,首先我看不出万事还能如何更加颠倒错乱。因为如果我们用对立之物来定义其对立之物,那么各项事物还如何为我们保全其自身的天性?因为如果统治就是奴役,那么还有什么东西能侥幸逃脱奴役呢?而如果我们假定统治就是奴役,又有什么能阻止我们根据完全相同的论理假定奴役就是统治呢?由此,我们的论题便陷入循环,绝不在同一处驻足,而是先前变成奴役的统治通过奴役再次成为统治,而先前被视为统治的奴役又通过统治本身再次回复为奴役。如此一来,这些属于对立事物的名称——或者如果你愿意的话,事物的对立名称——就会辗转流移。况且,一旦这些被剥夺殆尽,也很难发现我们还剩下什么。因为,如果我们既不居于多数人之上,亦不居于少数人之上,既不管理家室,甚至可以说亦不掌控我们自身,而无论是祖国的需要、祖传的祭坛、仰望我们的家仆,还是任何其他人类事务都不能触动我们分毫,而是我们如此彻底避开事务逃跑,端坐于仿佛虚空半空之中,足不沾尘,亦不挂虑任何实际事务,即便有人向我们通报那曾向墨勒阿革洛斯通报之事……
- 152φειδοῖ τοῦ προειληφότος
φειδοῖ 是名词 φειδώ(顾虑、手下留情)的单数与格,表示原因或动机。属格分词 τοῦ προειληφότος 作 φειδοῖ 的宾格性属格,意为“出于对领跑者的顾恤”。
- 152οὕτω πολὺ πλείω ποιοῦμαι λόγον μηδὲν ἀπηχὲς εἰς Πλάτωνα τυχεῖν εἰπὼν μηδʼ ὡσπερεὶ θρασύνεσθαι δοκεῖν, ἢ ʼκείνων ἕκαστον ἐπαινέσαι
比较句式:πλείω λόγον ποιοῦμαι(“我更加重视……”)后接带否定的不定式短语 μηδὲν ... τυχεῖν εἰπὼν μηδʼ ... δοκεῖν,其后由与比较级 πλείω 相应的 ἤ(“比……”)引出被比较的不定式 ἢ ʼκείνων ἕκαστον ἐπαινέσαι(“称赞他们每个人”)。τυχεῖν εἰπών 带有不经意说出之意。
- 152ὅτι μὲν τοίνυν οὐχ εἷς τῶν κομψῶν οὐδʼ οἷος ὑπελθεῖν καὶ κολακεῦσαι Κίμων ἐγένετο οἱ μηδὲ τὰ πατρῷα ἐθελήσαντες αὐτῷ παραδοῦναι μέχρι πόρρω τῆς ἡλικίας ἐπίτροποι μαρτυροῦσιν
主句的主语是带有定语分词短语的名词 οἱ ... ἐπίτροποι(监护人们),主动词是 μαρτυροῦσιν。置于句首的 ὅτι 从句(ὅτι μὲν ... ἐγένετο)整体作为 μαρτυροῦσιν 的宾语从句前置。οἷος 搭配不定式(οἷος ὑπελθεῖν)表示“属于……那类之人”。
- 153εἰ γὰρ τἀναντία τοῖς ἐναντίοις ὁριούμεθα
τἀναντία 为宾格,表示被定义的对象;τοῖς ἐναντίοις 为表示手段或标准的与格,意为“用对立之物”。作者在此批驳柏拉图将统治(ἀρχή)等同于仆役/奴役(δουλεία)的悖论,指斥其以相反范畴定义事物的逻辑谬误。
- 153ἅπερ τῷ Μελεάγρῳ
典引荷马《伊利亚特》卷九(524行以下)关于墨勒阿革洛斯的传说。墨勒阿革洛斯在愤怒中退出战斗,长老、祭司、父母及妻子相继向他通报城邦倾危并苦苦哀求。阿里斯提德借此比喻政治上彻底冷漠避世所导致的荒谬极端。
