- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:150-151
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者引述伯里克利被称为“奥林匹亚神”的尊号以及赫西俄德关于声望的诗句来反驳柏拉图的批评,指出雅典人赋予他至高荣耀是出于对其卓越品质的敬仰而非阿谀奉承,并进一步借助客蒙来捍卫修辞术的尊严。
ἀνέθηκεν αὐτῷ. οἶμαι τοίνυν ἔγωγε καὶ τὴν ἐπωνυμίαν ἣν ἔσχεν ἐκεῖνος ἐν τοῖς Ἕλλησιν, οὐχ ἥνπερ Μίθαικός τε καὶ Θεαρίων, ἀλλὰ τὴν αὐτὴν τῷ Διὶ, μαρτύριον μέγιστον εἶναι τοῖς ὑπὲρ αὐτοῦ λόγοις καὶ ὡς οὐ τῶν φαύλων τις ἦν. ἢ τῆς μὲν Ἀριστείδου δικαιοσύνης σύμβολον τὴν ἐπωνυμίαν ποιούμεθα—οὐ γὰρ αὐτοί γέ που τάττοντι παρῆμεν αὐτῷ τοὺς φόρους—τῆς δὲ Περικλέους ἀρετῆς τε καὶ φύσεως οὐ ποιησόμεθα τὴν ἐπωνυμίαν σύμβολον, ἣν οὐκ ἀφʼ ἑνὸς τῶν τῆς ἀρετῆς μορίων, ἀλλʼ ἀπὸ πάντων συλλήβδην ἐκτήσατο; ὅτι γὰρ οὐκ ἀτιμαστέον αὖ τοὺς πολλοὺς οὐδὲ ἀμελητέον τῆς δόξης τῆς παρʼ αὐτῶν, ἀλλʼ ἔνι τι κἀν τούτοις εὔστοχον θείᾳ τινὶ μοίρᾳ τῆς ἀληθείας ἐφαπτόμενον, αὐτὸς Πλάτων ὁ διδάσκων καὶ λέγων ἐστίν· ἔτι δὲ ἀνωτέρω Πλάτωνος πολλαῖς γενεαῖς ὕμνησεν Ἡσίοδος ποιήσας τὰ ἔπη ταῦτα ἃ πάντες ᾁδουσι "φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται ἥντινα πολλοὶ λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή." οὐκοῦν ἡ φήμη μαρτυρεῖ τῷ Περικλεῖ τὰ κάλλιστα, καὶ θεὸς οὖσα αὕτη φησὶν ἐκεῖνον κρείττονα ἢ κατʼ ἄνθρωπον γενέσθαι. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν ὡς ἄρα φαύλως πράττοντες ὑπὸ συμφορῶν Ἀθηναῖοι ταύτην αὐτῷ παρεῖσαν τὴν τιμὴν, ὥσπερ χρόνῳ ὕστερον ἔσθʼ ἃ καὶ παρʼ ἀξίαν συνεχώρησαν ταπεινωθέντες. ἀλλʼ εἴπερ ποτὲ ἄλλοτε ἤκμαζον καὶ τότε καὶ ἦν ἡ πόλις αὐτοῖς ἐπʼ ἐκείνου μεγίστη, ὡς ἂν ἡμεῖς, ὦ Πλάτων, μεγίστην φαῖμεν. ἀλλʼ οὐδέν γε τοῦτο βλάβος τῷ λόγῳ. τοὺς γὰρ οὕτως ὡς λέγω πράττοντας ἀνάγκη πλεῖστον ἐφʼ αὑτοῖς οἶμαι φρονεῖν καὶ πορρωτάτω μὲν ταπεινότητος, ἐγγυτάτω δὲ αὐθαδείας εἶναι. τότε τοίνυν αὐτὸν προσεῖπον Ὀλύμπιον, τοσοῦτον ἦν τὸ συγκεχωρηκός. καίτοι τί λέγω; εἰ γὰρ τὰ μάλισθʼ ὑποπεπτώκεσαν, περιετρέπετο καὶ οὕτως ὁ λόγος Πλάτωνι. ἐκεῖνοι γὰρ ἐκεῖνον ἤδη κολακεύοντες φαίνοιντʼ ἂν, οὐ Περικλῆς Ἀθηναίους. ἀλλὰ οὔτʼ Ἀθηναίους Περικλῆς οὔτʼ Ἀθηναῖοι Περικλέα. πόθεν; ἀλλʼ ὁρῶντες ἄνδρα καὶ λέγειν καὶ πράττειν ἄκρον καὶ δουλείας μὲν οὐδαμῶς ἐγγὺς, ἄρχειν δʼ ἐπιτηδειότατον καὶ ἱκανώτατον καὶ πάντων ὑπερπεφυκότα τῶν ἄλλων, ἔπαθόν τι Ὁμηρικὸν καὶ παραπλήσιον αὐτὸν τοῖς θεοῖς ἐνόμισαν. εἶθʼ ὃν οἱ χρώμενοι καὶ συνόντες καὶ μετὰ τῆς πείρας εἰδότες τῆς αὐτῆς θεοῖς προσηγορίας ἠξίωσαν, τοῦτον ἡμεῖς Θεαρίωνι καὶ Μιθαίκῳ τοῖς καὶ οὐκ οἶδʼ ὅτῳ τῷ τρίτῳ γραφώμεθα τῆς αὐτῆς;1 οὐκ ἄρʼ εὖ φρονεῖν δόξομεν. ἀλλὰ νὴ Δία ὁ Κίμων φαῦλός τις ἄνθρωπος, ἢ τοιοῦτος οἷον ἀπεύξαιτʼ ἄν τις μὴ γενέσθαι παιδίον αὑτῷ,2 ἀλλὰ τούτου γε καὶ χάριν ἄν τις Πλάτωνι δικαίως ἔχοι, ὅτι καὶ τοῦτον ἡμῖν εἰς τοὺς ῥήτορας ἐγγράφει. ὡς ἐγὼ μᾶλλον ἂν τοῦτʼ ἔδεισα, μή τις αὐτὸν τῶν ῥητόρων μὲν ἀποστεροίη, τιθείη δὲ τῶν στρατηγῶν. νῦν δὲ ἀκριβῶς τὸ τοῦ Ὁμήρου συμβαίνει, τὸν αὐτὸν ἂν ἀρκεῖν "μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων," εἰ δὴ καὶ Κίμων ἔσται μεθʼ ἡμῶν. οὕτως οὐδὲν ὄνειδος τῇ ῥητορικῇ Κίμων ἐγγραφόμενος. ἐβουλόμην δʼ ἂν καὶ πρὸς ἄλλον τινά μοι τὸν ἀγῶνα τυγχάνειν ὄντα καὶ μὴ πρὸς Πλάτωνα, καὶ περὶ τούτου λέγω καὶ περὶ τῶν ἄλλων, ἵνα πᾶσιν οἷς εἶχον ἐχρώμην θαρρούντως καὶ μὴ συνέβαινέ μοι παραπλήσιον ὥσπερ ἂν εἰ πλέων καὶ παρὸν ἐξ οὐρίας κομίζεσθαι, εἶτα ὑφιέμην ὑπὸ δειλίας,3 ἢ καὶ
归于他。因此,我认为,他在希腊人中所获得的尊号——绝非米泰库斯和塞阿里翁所拥有的那种,而是与宙斯相同的尊号——正是为他辩护的言论的极大明证,也证明他绝非平庸之辈。难道我们把尊号作为阿里斯提德正义的象征——因为我们自己想必并未亲临他评定贡税的现场——却不把伯里克利所获得的尊号作为其德行与天性的象征吗?而他获得这一尊号,并非仅凭德行的某一部分,而是总括了其全部。因为,另一方面既不可轻视大众,也不可忽视来自他们的声望,反而在他们之中也蕴含着某种凭借神意触及真理的敏锐洞察,这正是柏拉图本人所教导和宣讲的;而且早在柏拉图之前许多世代,赫西俄德就已作出了人人传唱的这些诗句予以赞颂: “凡众多民众所传扬的声誉,绝不致完全消亡; 它本身确实也是某种神明。” 因此,声誉为伯里克利作出了最美好的见证,而且作为神明,她宣称他已超乎常人。而且绝不能说,雅典人是因为遭受灾祸境遇困顿,才把这一殊荣让予了他,就像后来他们在屈辱之中甚至作出了不相称的让步那样。反之,如果他们在任何其他时期繁荣过,那么当时他们也同样繁荣,在伯里克利统治下,他们的城邦处于最强盛的时期,正如我们所称的最大,柏拉图啊。但这对我们的论辩毫无损害。因为我认为,处在我所说的那种境况中的人,必然最自负自得,距离谦卑最远,而距离狂妄最近。正是在那时,他们称呼他为“奥林匹亚神”,他们的尊崇与认可竟至于此。然而我为何要这样说呢?因为即便他们卑躬屈膝到了极点,柏拉图的论点也同样会被推翻。因为届时显而易见是他们在阿谀他,而不是伯里克利在阿谀雅典人。但既非伯里克利阿谀雅典人,亦非雅典人阿谀伯里克利。何至于此?相反,正是看到一个在言辞与行动上均达极点、绝不近乎奴颜婢膝、反而最适于且最善于统治、天生凌驾于一切他人之上的人物,他们才产生了某种荷马式的感受,将他视若神明。那么,对于这位连与他交往、共处并通过亲身经历了解他的人都认为配享与诸神相同称号的人物,我们难道还要同塞阿里翁、米泰库斯以及不知何许人的第三者一道按同样的指控来控告他吗?如此一来我们绝不会被视为头脑清醒。 然而凭宙斯起誓,难道客蒙是个平庸卑劣之人,或是那种人们会祈求不要生为自己孩子的人物吗?反而仅凭这一点,人们就当合情合理地对柏拉图心怀感激,因为他也为我们将此人登记在演说家之中。因为我宁可担心这一点:唯恐有人剥夺了他作为演说家的身份,而将他置于将领之列。然而如今荷马的诗句恰如其分地应验了,如果客蒙确实也与我们站在一起,那么同一个人便足可担当“既作言辞的说者,又作事业的行者”,如此一来,客蒙被列入其中对修辞术绝非耻辱。我宁愿自己的论辩是针对其他某个人而不是针对柏拉图——我谈及此事以及其他事时都持此心愿——这样我便可放胆运用我所拥有的一切手段,而不至于陷入这般境地:仿佛在航行中明明可以顺风疾驰,却因胆怯而收落风帆,或者……
- 151γραφώμεθα τῆς αὐτῆς
具有商榷语气的中间态虚拟式 γραφώμεθα 后接属格 τῆς αὐτῆς。在雅典法庭术语中,γράφεσθαί τινα 后接属格通常表示“就某项罪名提起公诉”。虽然语法上 τῆς αὐτῆς 亦可承前省去 προσηγορίας(“以同一称号登记/列入”),但结合柏拉图在《高尔吉亚篇》中将伯里克利与厨子米泰库斯、面包师塞阿里翁等同并加以谴责的语境,此处取法庭辩论的比喻义,即“以同一罪名起诉(省略了 γραφῆς/αἰτίας)”。
- 151ἀπεύξαιτʼ ἄν τις μὴ γενέσθαι παιδίον αὑτῷ
表示祈求免除或规避的动词 ἀπεύχομαι(“祈求……不发生”)引导不定式,该不定式带有赘生性否定词 μή。句意为“祈求某人不要生为自己的孩子”,是用以表达规避不良事态的惯用结构。
- 151ὑφιέμην ὑπὸ δειλίας
承接前文 πλέων(航行)与 ἐξ οὐρίας(顺风)的航海隐喻。中间态动词 ὑφίεμαι 习惯上指“收落风帆/降帆”(省略了 τὰ ἱστία),在此比喻“出于胆怯而退缩/收敛论辩锋芒”。
