← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§148-149

以伯里克利的德行与节制反驳公民堕落说

作者将伯里克利自身的德行与功绩同柏拉图的批评相对照,为伯里克利辩护,指出他非但未曾败坏公民,反而在行事中践行了柏拉图的理想,且与过度增加贡税及鲁莽的对外扩张毫无瓜葛。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§148

ἐποίησε· καὶ μὴν οὐκ ἦν αὐτὸς λάλος. ἀργούς· ὁ δʼ ἐνεργὸς ἦν. δειλούς· ὁ δὲ νικῶν ἀνδρείᾳ φαίνεται. φιλοχρημάτους· ὁ δʼ ἥκιστα ἐτίμα χρήματα. πῶς οὖν αὐτὸς ὢν ἀγαθὸς λέγειν, ἱκανὸς πράττειν, ἀνδρεῖος, κρείττων χρημάτων, ἐποίει λάλους, ἀργοὺς, δειλοὺς, ἀνελευθέρους; ἢ γὰρ ὄναρ λέγεις, ἢ γρῖφον, ἢ οὐκ ἔχω τί φῶ. πῶς γὰρ οὐκ ἄτοπον, εἰ οἷος μὲν αὐτὸς ἦν οὐκ ἐποίει τοιούτους, οἷος δʼ ἥκιστα αὐτὸς ἦν, τοιούτους ἀπειργάζετο; ἐμοὶ μὲν γὰρ τοὐναντίον ἐκ τούτων φαίνεται, τὸ γοῦν καθʼ αὑτὸν, πεποιηκὼς1 δεξιοὺς, ἐνεργοὺς, ἀνδρείους, μεγαλοπρεπεῖς· εἰ μή τι καὶ κατὰ Σωκράτους χρὴ πιστεύειν, ὅτι τοὺς νέους διέφθειρεν, ὃς αὐτοῖς παράδειγμα παντὸς ἦν χρηστοῦ. οὐκ ἔστι ταῦτα, ὦ Πλάτων, ἀλλὰ δυοῖν θάτερον· ἢ οὐκ ἦσαν Ἀθηναῖοι τοιοῦτοι οἵους σὺ κατῃτιάσω, ἢ πάντες μᾶλλον ἢ Περικλῆς αἴτιος, εἴπερ γε μήτε φαύλως ἐδείκνυ τὰ παλαίσματα μήτε ἀσαφεῖς τινὰς ἢ κιβδήλους ἢ σκολιὰς παρεῖχε τὰς γραμμάς. ἔτι τοίνυν τῶν ἀνωτέρω μνημονεύσωμεν καὶ συλλογισώμεθα, καὶ ταῦτα ἐκ τῶν πεφηνότων. Πλάτων εἶπε μὴ δεῖν κολακεύειν τὰ πλήθη· Περικλῆς δέ γε πλείστῃ παρρησίᾳ χρησάμενος φαίνεται. διαμάχεσθαι δεῖν ὑπὲρ τοῦ βελτίονος· ὁ δʼ ἐν καιροῖς τοιούτοις ἐμάχετο οἷς ἀρτίως ἡμεῖς ἐπεδείκνυμεν. μὴ ζητεῖν ἀποπιμπλάναι τὰς ἐπιθυμίας· ἐκεῖνος τοίνυν κατεῖχε καὶ οὐκ ἤγετο μᾶλλον ἢ αὐτὸς ἦγε. μηδʼ ἐκ παντὸς τρόπου συνεθίζειν πλέον ἔχειν, φησὶν ὁ τὸν νόμον τιθείς· ὁ δʼ ἀφʼ ἑστίας ἀρξάμενος τῆς αὐτὸς αὑτοῦ τὸ σύμμετρον ᾑρεῖτο πρὸ τοῦ πλέονος. οὐκοῦν ταῦτʼ ἐδόκει Πλάτωνι, ταῦτα ποιῶν Περικλῆς φαίνεται. πῶς ἄν τις μᾶλλον κατὰ τοὺς Πλάτωνος λόγους φανείη βεβιωκὼς ἢ πεπολιτευμένος; ἢ τίνα χρῆν ὑπὲρ ἐκείνου πρῶτον εἰπεῖν, εἴ τις ἐπῃτιάσατο;

他说,伯里克利使他们变得唠叨。然而,他自己绝非饶舌之徒。使他们变得懒惰:但他本人充满实干精神。使他们变得胆怯:但他显然在勇敢上胜过众人。使他们变得贪财:但他最不看重金钱。那么,他自己既然善于言辞、长于行动、勇敢且能战胜金钱的诱惑,又怎会把他们变成饶舌、懒惰、胆怯、下贱之辈呢?因为你所说的若非梦话,便是谜语,否则我真不知该如何形容。因为,如果他没有把人们塑造成如同他本人那样的性格,反而把他们塑造得完全如同他最不具备的品质那样,这难道不是荒谬绝伦吗?因为在我看来,从这些事实中恰恰相反地表明,至少就他自身而言,他把他们培养成了敏捷、能干、勇敢而高尚的人;除非人们也必须相信针对苏格拉底的指控,认为他也败坏了青年,尽管苏格拉底向他们展现的是一切善的榜样。柏拉图啊,事情绝非如此,而必是二者居其一:要么雅典人绝非如你所指责的那般模样,要么任何其他人都比伯里克利更有责任,只要他在示范摔跤动作时未曾拙劣,也未曾提供模糊、虚伪或歪斜的底线。此外,让我们再回想一下前面的要点,而且是根据已经显明的事实来进行推论。柏拉图曾说不应当阿谀大众;然而伯里克利显然运用了极大限度的直言不讳。柏拉图曾说必须为了更好的事物而奋斗;而伯里克利正是在我们方才指出的那种危急关头奋战。柏拉图曾说不应去寻求满足欲望;那么,伯里克利克制了欲望,并未被牵引,反而由他自己来引领。那位立定法度者又说,绝不可让人养成千方百计谋取过分私利的习惯;但伯里克利从自身的家庭与根本做起,宁取适度而舍弃过分。因此,这些正是柏拉图所认同的原则,而伯里克利显然是在实践这些原则。一个人怎能表现得比这更为切合柏拉图的言论而生活或从事政治呢?或者说,如果有人指控他,本应当由谁首先出面为他辩护呢?

§149

[Πλάτωνα.] μέγιστον δὲ κἀκεῖνο σημεῖον τῆς Περικλέους ὀρθότητος ἄνευ τῶν εἰρημένων, καὶ ὡς οὐκ ἐκεῖνος ἦν ὁ διαφθείρας οὐδʼ ἐθίσας Ἀθηναίους φιλαργύρους εἶναι, οὐδʼ ἐκ παντὸς τρόπου τὸ πλέον ζητεῖν ἔχειν. οὔτε γὰρ τοὺς φόρους Περικλῆς εἰς ἄπειρόν ἐστιν ὁ ἐξαγαγὼν, ἀλλὰ καὶ ταύτης τῆς ἀμετρίας, ὦ φίλε Σώκρατες, εἰ ζητοίης τὸν αἴτιον, τὸν ἑταῖρον εὑρήσεις τὸν σεαυτοῦ. ἐκεῖνος γάρ ἐστιν ὁ πρὸς τοσοῦτον προαγαγὼν τοὺς φόρους, ὅσον οὐδὲ βουλομένοις φέρειν ἐξῆν, οὔτε σοὶ πειθόμενος οὐδὲν οὔτε τὸν Περικλέα μιμούμενος. ἀλλʼ οὐ Περικλῆς τοιοῦτος οὔτʼ ἐνταῦθα οὔτε ἄλλοθι, ἀλλʼ οὕτω σφόδρα πόρρω τῆς πλεονεξίας ἦν καὶ τοῦ συμβουλεύειν Ἀθηναίοις τὰ μὴ προσήκοντα πράγμαθʼ αὑτοῖς προστίθεσθαι ὥστε τῷ προτέρῳ πολέμῳ κεκρατηκότας αὐτοὺς Πελοποννησίων καὶ ἔχοντας Μέγαρα, Νίσαιαν καὶ Τροιζῆνα καὶ Πηγὰς καὶ Ἀχαΐαν ἔπεισε ταῦτα ἀποδόντας εἰρήνην συνθέσθαι, τοσούτου ἔδει προσδιδάσκειν2 πλέον ἀεί τι τῶν ὑπαρχόντων αὐτοὺς ἔχειν. ὥστʼ ἔγωγε νομίζω πρὸς ταῦθʼ ὁρῶν καὶ τούτοις τεκμαιρόμενος, εἰ ἐπεβίω Περικλῆς καὶ μὴ πρότερον ᾤχετο ἀπιὼν, οὐκ ἂν εἰς ἔσχατον κακῶν ἐξοκεῖλαι τοὺς Ἕλληνας, ἀλλʼ ἐπειδὴ τοὺς ἄνδρας τῶν Λακεδαιμονίων εἶχον Ἀθηναῖοι καὶ Πύλον, οὐδὲν ἂν αὐτοὺς πλέον ζητῆσαι,3 ἀλλʼ εὐθὺς ἐλευθέρως ἂν ταῦτʼ ἀποδόντας ποιῆσαι τοῖς Ἕλλησι κοινὴν εἰρήνην. οὐδὲ γὰρ αὐτὸν τὸν πόλεμον πλεονεξίας ἕνεκα αὐτοῖς προελέσθαι συνεβούλευσεν, ἀλλὰ τοῦ μὴ τῶν ὑπαρχόντων ἀποστῆναι· ἀρχὴν δʼ ἐκεῖνός γε οὐδʼ ἠξίου γίγνεσθαι πόλεμον, ἀλλὰ δίκῃ διαλύεσθαι περὶ τῶν διαφόρων. οὕτω καὶ πόλεμον ἐξ εἰρήνης ᾔδει δέχεσθαι καὶ παρὸν εἰρήνην ἄγειν οὐδαμοῦ τὸν πόλεμον προῃρεῖτο· οὐδὲ τοῦ πλείονος αὐτοὺς ἔχεσθαι συνείθιζεν, ἀλλὰ τοῦ προσήκοντος. καίτοι ταῦτά ἐστιν ἀνδρείας, εὐβουλίας, δικαιοσύνης, τῶν καλλίστων ἐπιδείγματα, ἀλλʼ οὐχ ὧν Πλάτων

正是柏拉图。除了上述这些之外,伯里克利行事端正的又一极大明证,以及表明绝非由他败坏了雅典人、使他们习惯于贪财或千方百计谋求过分利益的证据,就在于那件事。因为将贡税提高到漫无边际地步的绝非伯里克利;相反,亲爱的苏格拉底啊,如果你要寻找这种无节制行为的罪魁祸首,你就会找到你自己的同伴。正是那个家伙把贡税提高到连愿意缴纳者都无力承担的地步,他既丝毫不听从你的教导,也未曾效仿伯里克利。但伯里克利无论在此事上还是在别处都绝非如此,他是如此彻底地远离贪婪,远离建议雅典人去攫取不合宜的事务,以至于在前一次战争中,当雅典人战胜了伯罗奔尼撒人并占有墨伽拉、尼赛亚、特罗曾、佩盖和阿开亚时,他劝说他们归还这些地方以缔结和约——他哪里会进一步教导他们去永远获取超出原有份额的利益呢!因此,我看着这些事实并据此推断,我认为如果伯里克利多活些岁月而未曾早逝,希腊人绝不至于搁浅于灾祸的深渊;反之,当雅典人俘获斯巴达战俘并占据皮洛斯时,他们决不会谋求更多利益,而是会立即大度地将这些交还,为希腊人促成普遍的和约。因为他劝他们选择战争本身也绝非出于贪婪,而是为了不丧失原有的利益;从根本上讲,他甚至不赞成爆发战争,而是主张通过裁决来解决争端。因此,他既懂得从和平状态接受战争,又在能够维持和平时绝不偏好战争;他也未曾使他们习惯于执迷于过分的利益,而是执迷于合宜的本分。然而,这些正是勇敢、善断、正义这等最美好品德的榜样,而绝非柏拉图所说的那般行径。

语法注3 条
  1. 148ἐμοὶ μὲν γὰρ τοὐναντίον ἐκ τούτων φαίνεται, τὸ γοῦν καθʼ αὑτὸν, πεποιηκὼς

    完成体主动分词 πεποιηκώς 与 φαίνεται 搭配,构成“他显然/在我看来已经使得……”的分词结构,其逻辑主语承前指伯里克利。插入短语 τὸ γοῦν καθʼ αὑτόν 作状语性关系宾格,意为“至少就他自身而言”或“在能力所及的范围内”。

  2. 149τοσούτου ἔδει προσδιδάσκειν

    非人称动词 ἔδει 搭配表示程度/分离的属格 τοσούτου 及不定词 προσδιδάσκειν,是习惯表达 τοσούτου δεῖν 的过去形式,表达强烈的否定:“他哪里至于/绝不至于进一步教导……”。承接前文归还所得之地缔结和约的史实,极力强调其与贪婪扩张思想的彻底背离。

  3. 149οὐκ ἂν εἰς ἔσχατον κακῶν ἐξοκεῖλαι τοὺς Ἕλληνας, ἀλλʼ ... οὐδὲν ἂν αὐτοὺς πλέον ζητῆσαι

    不定词 ἐξοκεῖλαι 和 ζητῆσαι 与语气小词 ἄν 结合,从属于主要动词 νομίζω,是与过去事实相反的虚拟语气归结从句(直陈式过去时+ἄν)在间接引语中的体现。它们呼应反事实条件从句 εἰ ἐπεβίω(“如果伯里克利多活些岁月”),表述违背既定历史事实的假想结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:148-149