- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:146-147
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出货币与公款报酬在伯里克利之前便已存在,并援引体育教练与识字教师的譬喻,论证伯里克利本人极其清廉,因此指责他使公民变得贪财是毫无根据的。
φέρουσι χρυσίον, ἄλλο τι τοῦτʼ ἢ μισθὸν εἶναι φήσουσιν.1 ἀλλʼ οὐδʼ ἂν εἷς οἶμαι ταῦτα συγχωρήσειεν. οὐδὲ γὰρ τὰς τροφὰς ἅπασι τὰς αὐτὰς αἱρεῖσθαι νόμος, δεῖ δὲ ὅμως ἅπασι τροφῶν. οὕτω δὴ κἀνταῦθα μὴ τίς ὁ μισθὸς, ἀλλʼ ὅλως εἰ μισθὸν εἴρηκας· εἰ μὴ καὶ ὁ Εὔνεως προῖκα τὸν οἶνον ἔπεμπε τοῖς Ἀχαιοῖς, ὅτι οὐκ ἀργύριον αὐτῷ διέλυον, ἀλλʼ οἱ μὲν χαλκὸν, ἄλλοι δʼ αἴθωνα σίδηρον. ἀλλʼ οὐδʼ αὐτὸς ταῦτά γε ἠλαζονεύετο. Περικλῆς τοίνυν οὐκ αὐτὸς κοψάμενος νόμισμα, ἀλλʼ ὄντων ἐν ἀκροπόλει χρημάτων ἐκεῖθεν ἔσωζε τὸν μισθόν. ὥστʼ οὐδετέρου δίκαιος ἔχειν αἰτίαν, οὔτε τοῦ νομίσματος οὔτε τοῦ μισθοῦ. καὶ τί ταῦτα ἀγωνίζομαι σφόδρα; εἰ γὰρ ὡς οἷόν τε μάλιστα αἰσχρὸν ἡ μισθοφορὰ καὶ τὸ νέμειν, οὐ τῆς Περικλέους ἐστὶ πολιτείας, οὐδʼ ἀπὸ τῶν ἐκείνου χρόνων ἤρξατο, ἀλλὰ καὶ τῶν νομοθετῶν τις ᾔδει ταῦτα· τοὺς γὰρ ἄλλους σιωπῶ. οὕτω τὰ μὲν ὕστερα τῆς ἐκείνου πολιτείας ἐγκέκληκεν, ἃ μικρῷ πρόσθεν ἠλέγχομεν, τὰ δὲ πρεσβύτερα, τὰ περὶ τοῦ νομίσματος, ὥσπερ ἃ νῦν αὖ δείκνυται. πῶς ἄν τις χρήσαιτο ῥᾷον ἄνθρωπος λόγοις, ἢ πῶς μετὰ πλείονος ἐξουσίας; ὅλως δʼ ἔγωγε θαυμάζω, εἴ τίς ἐστιν ἁπλούστερος ἢ δικαιότερος τρόπος ἐξετάσεως εἰ φιλαργύρους ἐποίησε Περικλῆς Ἀθηναίους ἢ καὶ ἄλλους τινὰς ἀνθρώπους Ἑλλήνων ἢ καὶ βαρβάρων, ἢ αὐτὸν ἰδεῖν καὶ σκέψασθαι τὸν Περικλέα ποῖός τις ἦν. ὁ γὰρ τοῦ Ξενοφῶντος λόγος ἐρρῶσθαί μοι δοκεῖ. ὥσπερ γὰρ, ἔφη, τοὺς παιδοτρίβας ὁρῶμεν τὰ μὲν τῇ φωνῇ τοῖς παισὶν εἰσηγουμένους, τὸ δὲ πλεῖστον τῷ παραδεῖξαι προσβιβάζοντας, οὕτω καὶ Σωκράτη φησὶ κρίνειν δίκαιον. οὕτω τοίνυν καὶ Περικλέα δὴ θεασώμεθα, πῶς αὐτὸς εἶχε πρὸς χρήματα καὶ ποῖόν τινα παρεῖχεν ἑαυτὸν παράδειγμα τοῖς τε Ἀθηναίοις καὶ τοῖς ἄλλοις Ἕλλησι κατὰ τοῦτο τὸ μέρος· κἂν μὲν εὑρίσκωμεν αὐτὸν ἀγεννῆ καὶ ἀνελεύθερον καὶ τοῦ κέρδους ἥττω, φῶμεν καὶ τοὺς ἄλλους ταὐτὰ διδάσκειν καὶ διαφθείρειν καὶ παραπλησίους αὑτῷ ποιεῖν· εἰ δὲ τοσοῦτον ὑπερεῖδε χρημάτων, ὅσον οὐκ οἶδʼ εἴ τις τῶν πώποτε, πῶς ἐποίει φιλοχρημάτους, ἢ πῶς ἑτέρους διέφθειρεν, ἐν οἷς αὐτὸς χρηστὸς ἦν; ὥσπερ ἂν εἰ λέγοις τὸν Ῥαδάμανθυν ἐθίζειν τοὺς ἀνθρώπους ἐπιορκεῖν, ᾧ τοσοῦτον περιῆν εὐσεβείας καὶ δικαιοσύνης ὥστε καὶ τελευτήσας τοῖς ἐκεῖσε ἀφικνουμένοις δικάζειν δοκεῖ περὶ τῶν ἐν τῷ βίῳ πραχθέντων. καὶ σὺ δείξας οὖν πρότερον τὸν Περικλέα μικρὸν καὶ ἀγεννῆ καὶ ταπεινὸν καὶ πρὸς ἀργύριον βλέποντα, τότε δὴ φάθι καὶ τοὺς ἄλλους πεποιηκέναι τοιούτους· ὥσπερ καὶ τοὺς περὶ τῶν γραμμάτων διδασκάλους ἔστιν εἰπεῖν· οὐκέθʼ αὕτη Ξενοφῶντος ἡ εἰκὼν, ἀλλʼ αὐτοῦ Πλάτωνος. ὥσπερ γὰρ, φησὶν, οἱ γραμματισταὶ τοῖς μήπω δεινοῖς γράφειν τῶν παίδων ὑπογράψαντες γραμμὰς τῇ γραφῖδι οὕτω τὸ γραμματεῖον διδόασι καὶ ἀναγκάζουσι γράφειν κατὰ τὴν ὑφήγησιν τῶν γραμμάτων,2 οὕτω δὴ καὶ ἡ πόλις. ἀλλʼ ἡμεῖς ἀντὶ τῆς πόλεως λάβωμεν τὸν Περικλέα. Περικλῆς τοίνυν τὰ μὲν λέγων, ὡς ἔοικεν, ὑφηγεῖτο τοῖς Ἀθηναίοις, ἐν οἷς οὐδὲν ἦν ἀνελεύθερον οὐδʼ ἀγεννές· τὰ δὲ ἐπʼ αὐτοῦ τοῦ βίου δεικνὺς ἑαυτὸν καὶ παρέχων σκοπεῖν ὁποῖός τις ἦν. πότερʼ οὖν εἰς κάλλος αὐτοῖς ζῆν ὑπέγραφε τοιοῦτος ὢν οἷον ἀκούομεν, ἢ πρὸς κέρδος καὶ τὴν χεῖρα ὑφεικότας3 καὶ ὡς ἥκιστα ἔμελλον ὀρθῶς πράξειν; καὶ μὴν λέγοντος μὲν αὐτοῦ ἐν ταῖς ἐκκλησίαις ἤκουον κἀν τῷ βουλευτηρίῳ, τὸν δὲ βίον καθʼ ἑκάστην ἑώρων δή που τὴν ἡμέραν. ὥστε εἴπερ ἑώρων πρὸς ἐκεῖνον, ἔμελλον κρείττους εἶναι χρημάτων. φέρε δὴ καὶ περὶ τῶν ἄλλων ἁπασῶν αἰτιῶν αὖ τούτου σκεψώμεθα καὶ διέλθωμεν τὸν αὐτὸν τρόπον ὅνπερ περὶ τῆς φιλαργυρίας, κατʼ ἀμφοτέρας ταύτας τὰς εἰκόνας, τήν τε τοῦ παιδοτρίβου καὶ τοῦ γραμματιστοῦ, καὶ συγκεφαλαιωσώμεθα πάντα ἐν βραχεῖ. λάλους, φησὶν,
仅仅因为他们领取的又不是更贵重的黄金,他们就会断言这是报酬之外的别物吗?但我认为,绝没有任何一个人会同意这种说法。因为并没有哪条法律规定所有人都必须选择同样的食物,然而所有人终究都需要滋养。因此,在这里问题同样不在于报酬究竟是何物,而在于你是否根本上提及了报酬——除非欧纽斯给阿开奥斯人送去葡萄酒是无偿赠送的,只因他们没有用白银向他清偿,而是有人用青铜,有人用明亮的熟铁。但连他自己也未曾以此自夸。由此可见,伯里克利并非自己铸造钱币,而是既然卫城上存有财富,他便从中拨付并维系了薪酬。因此,无论对于钱币还是对于薪酬,他都有理由不受指责。我何必在此事上如此极力争辩呢?因为即便领薪与发放公款是极其可耻之事,这也并不属于伯里克利的政体,亦非始于他的时代,就连立法者中的某位也通晓这些做法(其余的人我姑且不提)。因此,他一方面指责了晚于伯里克利政体的事情(即我们刚才驳斥的那些),另一方面又指责了更为古老的事情(即关于钱币的事,正如眼下再次指出的那样)。一个人在言论上怎能运用得如此草率,又怎能拥有如此大的任意妄为的特权?总而言之,我很想知道,若要检验伯里克利究竟是否将雅典人或者希腊人、蛮族中的其他人变成了贪财者,是否还有比观察并审视伯里克利本人是怎样一个人更简单、更公正的方法。因为在我看来,色诺芬的话是极有说服力的:他说,正如我们看到体育教练一方面用言语引导少年,但绝大部分是通过树立榜样带领他们前进,同样他也说以此来评判苏格拉底是公正的。那么,让我们也以此来审视伯里克利,看他本人对待金钱态度如何,以及在这方面为雅典人和其余希腊人树立了怎样的榜样。如果我们发现他为人下贱、卑鄙且屈从于私利,我们就断言他也向其他人传授同样的东西,败坏了他们,并使他们变得与自己相似;但如果他蔑视金钱达到了我不知古往今来是否有人达到过的程度,他又怎会在自己恪尽纯正的事情上,使他人变得贪财,或败坏他人呢?这就像是说拉达曼提斯使人养成了背弃誓言的习惯一样,而他身上具有如此丰沛的虔敬与正义,以至于即便是死后,人们也认为他会在冥府对来到那里的人一生中的所作所为施行审判。因此,你也应当先证明伯里克利是渺小、下贱、卑鄙且唯利是图的,然后再声称他也把其他人变成了这般模样。正如也可以用识字教师作比一样——这不再是色诺芬的譬喻,而是柏拉图本人的譬喻。因为他说,正如识字教师用铁笔为那些尚不擅长书写的孩子划出底线,然后把蜡板交给他们,强迫他们按照描红文字的引导去书写,城邦也是如此。然而,让我们用伯里克利来代替城邦。伯里克利一方面似乎是用言辞来引导雅典人,在这些言辞中绝无任何卑劣与下贱;另一方面则在实际生活中展现自身,供人们观察他是怎样的人。那么,作为一个如我们所听闻的那般人物,他为他们勾勒的是通往崇高的生活,还是追逐私利、低垂着手索要贿赂、且绝无可能行事端正的生活?况且,当他在公民大会和议事会发言时,他们都听在耳中,而他的生活想必他们每日也看在眼里。因此,如果他们确实以他为榜样,他们理应战胜对金钱的诱惑。 来吧,让我们以与审视贪财相同的方式,对照体育教练与识字教师这两个比喻,再来考察并逐一探讨针对他的所有其他指控,将一切简短地归纳起来。他说,伯里克利使他们变得唠叨,
- 146ἄλλο τι τοῦτʼ ἢ μισθὸν εἶναι φήσουσιν
承接前一段落中的条件从句(εἰ μὴ κἄν τινες ἀργύριον φέρωσιν...)的主句。惯用表达 ἄλλο τι ἤ(“难道这是……之外的别物吗?”)构成强烈的反问,意指“就算领到的是白银而非更昂贵的黄金,难道他们会断言这不是报酬吗(必然承认为报酬)”。
- 147κατὰ τὴν ὑφήγησιν τῶν γραμμάτων
明显脱胎自柏拉图《普罗泰戈拉篇》326d,描写识字教师为初学儿童用铁笔勾勒底线以供模仿的场景。名词 ὑφήγησις 意为“引导、指示、描红底线”,在此指学生据以临摹书写的字形轮廓。
- 147τὴν χεῖρα ὑφεικότας
动词 ὑφίημι(放低、伸出)的完成时主动态阳性宾格复数分词,修饰不定式 ζῆν 的逻辑主语。此短语为固定成语,形象地刻画了“谄媚地伸手乞讨、贪图受贿或卑躬屈膝”的体态与心态。
