- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:144-145
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者在标榜自身清廉无求的同时,辩护称城邦发放公薪是顺应人性弱点并防止民众暴乱的必要之举,且是帝国收益的合理分配;进而指出柏拉图在理想国中也为卫国者设立了公酬,揭示其批评的内在矛盾。
εἴ τι δεῖ καὶ νεανιεύσασθαι. ὁ μὲν γὰρ τὸ σύμμετρον τάξας ἑκάστοις οὕτως εὐδοκίμησεν, ἐγὼ δʼ οὔτε πλέον οὔτʼ ἔλαττον οὐδενὶ πώποτε· ἀλλʼ οὐδʼ ὅσαι διαδόσεις πρὸς οὐδεμίαν πώποτε ἀπήντησα,1 εἰ μή τις ἑκὼν ἔπεμψεν. ἀλλὰ καὶ τὴν Σωκράτους εἴτε χρὴ σοφίαν εἴτε φιλοσοφίαν λέγειν, ἢ καί τι ἄλλο, καὶ τοῦτʼ ἄγαμαι, τὸ μὴ καπηλεύειν μηδʼ ἐπὶ τοῖς βουλομένοις ὠνεῖσθαι ποιεῖν ἑαυτὸν, μηδʼ οὕτω σφόδρα φάσκειν ἑαυτὸν πεπαιδεῦσθαι ὥστε δουλείαν αὑτοῦ καταψηφίζεσθαι. ἐγὼ μὲν οὖν ὅπερ λέγω περὶ τούτων, οὕτω καὶ χαίρω τῇ μεγαλοπρεπείᾳ παντὸς μᾶλλον, ὥς γε ἐμαυτὸν πείθω· ὁρῶ δὲ ὅτι πολλὰ τῶν πόλεών ἐστιν ὥσπερ ἐφόλκια, οἷς ἀνάγκη συγχωρεῖν ὥσπερ ἐν σώματι. καὶ γὰρ τὰ σώματα καὶ τὰ χείριστα καὶ τὰ κάλλιστα ἀκούω ἐκ τῶν αὐτῶν κεκρᾶσθαι, τῷ δʼ ἢ πλείονος ἢ ἐλάττονος τούτων ἕκαστον μετέχειν, τούτῳ κρίνεσθαι τό τε χεῖρον καὶ τὸ βέλτιον. οὕτω δὴ καὶ τὰς πόλεις ἀνάγκη τῆς φύσεως τῆς ἀνθρωπείας ἀπολαύειν, κἂν ὡς βέλτιστα οἰκεῖσθαι δοκῶσιν. ἐπεὶ κἀν τῷδε τῷ παντὶ τοσούτων καλῶν καὶ τοσαύτης ἀγαθῆς τύχης μετειληφότι καὶ οὐδὲν ἔξω δήπουθεν αὑτοῦ λελοιπότι τῶν καλῶν πολλὰ ἂν εὕροις οἷς ἥκιστα ἂν ἡσθείης· ἀλλʼ οὐ κατηγορεῖς διὰ ταῦτα τοῦ παντὸς οὐδὲ τοῦ ποιήσαντος, οὐδὲ νομίζεις ἄλλον τινὰ δή που βελτίω γενέσθαι ποτʼ ἂν αὖθις δημιουργὸν τῶν ὅλων, ἀλλὰ δίδως τῇ φύσει ταῦτα ἐφειλκύσθαι καὶ οὐ πολυπραγμονεῖς. τί δὴ θαυμαστὸν εἰ καὶ Ἀθήνησί τι τῶν πάντων οὕτως ἔσχεν ὥσπερ ἴσως ἄν που καὶ ἄλλοθι, καὶ συνεχώρησαν οἱ προεστῶτες ἅμα μὲν τὴν τῶν πολλῶν πενίαν καὶ χρείαν ἐπανορθούμενοι, διʼ ἣν οὐκ ἐλάχιστα τῶν ἁμαρτημάτων συμβαίνει, ἃ κωλύειν μᾶλλον οὕτως ἡγοῦντο, ἅμα δὲ εὐλαβούμενοι μή τι καὶ χεῖρον ἐξεργάσαιντο τῷ καθείργειν παντελῶς αὐτούς. τί γὰρ οὐκ ἦν προσδοκῆσαι ποιήσειν ἀνθρώπους τοσούτους τὸ πλῆθος καὶ οὕτως ὀξεῖς, καὶ χρημάτων τοσούτων παρόντων, εἰ μηδεὶς αὐτοῖς μετεδίδου τὰ μέτρια; ἆρʼ οὐ πάντʼ ἂν αὐτοῖς ἐπιχειρῆσαι λαβεῖν; ἔτι δὲ ὥσπερ ἐν τοῖς ἰδίοις οἴκοις πᾶς τις οἶμαι βούλεται τῶν προσόντων ἀπολαύειν, οὕτως οὐδὲν ἀπεικὸς καὶ πόλιν ἄλλως τε καὶ ἀρχὴν ἔχουσαν, ἐν οἷς οὐχ ὁ τὸ πᾶν κωλύων ἴσως βέλτιστος, ἀλλʼ ὅστις τοῦ μετρίου ποιεῖται λόγον. ἢ τί χρῆν ἢ φόρους ἔτι λαμβάνειν ἢ πράγματʼ ἔχειν, εἰ μηδὲν ἔμελλον ἀπʼ αὐτῶν κουφιεῖσθαι; ὥσθʼ ὅταν ταῦτα λέγῃς, οὐ τὸν μισθὸν ἐγκαλεῖς, ἀλλὰ τὴν ἀρχήν. ἐπεὶ ὅτι γε ἀναγκαῖον ἐν πόλει μισθὸς καὶ οὐκ ἔνεστι παρελθεῖν οὐδὲ τῷ σεμνοτάτῳ τὸ μὴ οὐκ ἐπιχορηγῆσαι καὶ φιλανθρωπεύσασθαι2 οὐδὲν δέομαι μαρτύρων πολλῶν, ἀλλʼ εἷς ὁ τῶν Ἑλλήνων ἄριστος ἐξαρκεῖ μοι. τίς οὗτος; αὐτὸς σύ. τῇ γὰρ εὐδαίμονί τε καὶ ἀγαθῇ πόλει—πῶς γὰρ οὐκ εὐδαίμων ἧς γε οἰκιστής ἐστι Πλάτων; —τοὺς φύλακας διδοὺς τάττεις μισθὸν αὐτοῖς δημοσίᾳ, ὡς οὔτʼ αὐτὸς αἰσχρὸν οὐδὲν συμβουλεύων οὔτʼ ἐκείνους ποιήσοντας οὐδετέρους,3 οὔτε τοὺς δώσειν οὔτε τοὺς λήψεσθαι μέλλοντας. εἰ δὲ μὴ ἀργύριον μηδὲ χρυσίον ὁ μισθός ἐστιν, ἀλλʼ ἕτερόν τι, ἕτερος λόγος οὗτος. πρὸς γὰρ τὰ σχήματα τῶν πολιτειῶν οἶμαι καὶ τοὺς μισθοὺς εἰκὸς εἶναι. οὐδὲ γὰρ εἰ Βυζάντιοι σιδήρῳ νομίζουσι, τούτου χάριν εἰσὶ δίκαιοι τῶν Ἑλλήνων καταγελᾶν, οὐδʼ ἧττόν τι δοκεῖν ἂν φέρειν μισθὸν, ὅτι οὐ χρυσίον οὐδὲ ἀργύριον φέρουσιν· οὐδέ γε εἰ Καρχηδόνιοι σκύτεσιν· εἰ μὴ κἄν τινες ἀργύριον φέρωσιν, ὅτι οὐ τὸ τιμιώτερον αὖ
如果允许我带着年轻人的意气略微自夸的话。因为那位人物因向各城邦规定了适度的数额而享有盛誉,而我却从未向任何人规定过多或过少;不仅如此,无论有多少次公款分发,除非有人自愿送来,我从未前去领取过任何一次。此外,无论应当将苏格拉底的那种品质称为智慧、哲学还是别的什么,我也钦佩他的这一点:不将知识当商品叫卖,不任由那些想要购买的人摆布,也不声称自己受到了极高的教育以至于将自己判处为奴。就我而言,正如此事上所言,正如我自我确信的那样,我比任何事情都更乐于保持豁达大度;但我看到,城邦中也有许多如同附随拖船一般的累赘,人们不得不像对待肉体一样对其加以容忍。因为我听闻,无论最差的还是最优的身体,都是由相同的成分调和而成的,而凭借每一具身体或多或少地分有这些成分,才判定出优劣。同样,城邦即便看似得到了最好的治理,也必然要承受人性的局限。因为即便在这个分有了如此多美好事物与如此大福分、且绝未将任何美好之物遗漏于自身之外的宇宙之中,你也会发现许多绝不会让你感到愉悦的事物;然而你并未因此指责宇宙或其创造者,也未曾设想日后会出现另一位更优秀的万物工匠,而是承认自然本性裹挟了这些瑕疵,并没有过分深究。那么,雅典的全局中出现了某种情况,正如在其他地方也可能发生的那样,而城邦的领袖们作出了妥协——一方面是设法弥补大众的贫困与匮乏(许多并非最轻微的过错正因贫困而生,他们认为通过这种方式能更好地防止过错),另一方面是警惕因彻底约束他们而造成更为恶劣的事情——这又有何值得奇怪的呢?因为面对如此庞大且如此急躁的人群,在眼前摆着如此巨额财富的情况下,若无人向他们分发适度的份额,人们还有什么料想不到他们会做出来的呢?难道他们不会企图把一切都夺走吗?再者,就像在私人家庭中我想每个人都希望享用手头的产业一样,城邦也是如此,特别是拥有霸权的城邦;在这些处境中,或许最优秀的领袖并不是一味阻拦一切的人,而是懂得权衡适度原则的人。否则,如果他们不能从中获得任何宽慰与减轻负担,又何必继续征收贡金或承担这些劳神费力的事务呢?因此,当你这样说时,你指责的不是薪酬,而是霸权本身。至于在城邦中薪酬是必需的,且即便最为威严崇高的人也无法避免提供资助和施行仁惠,在这一点上我不需要众多证人,只要希腊人中最优秀的一位就足以说服我。这是谁呢?正是你自己。因为在为你那幸福而美好的城邦——由柏拉图奠基的城邦怎会不幸福?——配备卫国者时,你以公共开支为他们规定了报酬,其依据在于:你自己既没有提出任何可耻的建议,他们双方——无论是将要支付报酬的人,还是将要领取报酬的人——也绝不会做出任何可耻之事。如果这报酬不是白银或黄金,而是别的什么东西,那是另一回事;因为我认为,报酬自然应当与政体的形式相适应。事实上,即使拜占庭人使用铁币,他们也无权因此嘲笑希腊人,也不能因为他们领取的不是黄金或白银就被认为领取的报酬打了折扣;迦太基人使用皮币亦是同理;除非有人领取了白银,仅仅因为他们领取的又不是更贵重之物,
- 144ἀλλʼ οὐδʼ ὅσαι διαδόσεις πρὸς οὐδεμίαν πώποτε ἀπήντησα
倒装的关系从句结构,先行词 διαδόσεις 被纳入 ὅσαι 引导的关系从句中,并作为主句介词短语 πρὸς οὐδεμίαν 的呼应对象。字面意为:“无论曾有过多少次分发,我从未去过任何一次”。
- 145τὸ μὴ οὐκ ἐπιχορηγῆσαι καὶ φιλανθρωπεύσασθαι
由于前述主节含有否定含义的 οὐκ ἔνεστι παρελθεῖν(“无法避开/免除”),补充结果或内容的动词不定式因而带有 μὴ οὐ。这种双重否定表达强烈的肯定语气(“必须给予资助并施加仁惠”)。
- 145ὡς οὔτʼ αὐτὸς αἰσχρὸν οὐδὲν συμβουλεύων οὔτʼ ἐκείνους ποιήσοντας οὐδετέρους
在 ὡς 之后,与主语(第二人称单数柏拉图)一致的主格分词 συμβουλεύων 和修饰宾格动作主体 ἐκείνους οὐδετέρους 的宾格将来时分词 ποιήσοντας 并列。这一结构表明主观设想或依据:“既基于你自己并未提出任何可耻建议,也基于他们双方皆不会做出可耻之事的前提”。
