- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:142-143
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者辩护了伯里克利避免陆战而以海军反包围敌境的明智抉择及其在瘟疫中展现的非凡统率力,驳斥了对其怯懦的无理指责,随后转向回应关于其推行公饷制度助长贪婪的控诉。
ἀπολεῖν τὴν πόλιν.1 τοῖς μὲν γὰρ πολεμίοις μέρος ἑκάστοις ἐκινδύνευεν, αὐτοῖς δὲ καὶ τοὔδαφος τῆς πόλεως συνυπέκειτο τῷ κινδύνῳ, καὶ εἷς ὑπὲρ πάντων κύβος ἀνερρίπτετο, σωμάτων, χρημάτων, δόξης, ἡγεμονίας, τοῦ βάθρου τῆς πόλεως, τῶν ἐλπίδων, ὅτου τις ἂν εἴποι παντός. οὔκουν ᾤετο δεῖν οὕτως ἄνισον ἀγῶνα ἀγωνίζεσθαι, οὐδʼ ἐπὶ μηδενὶ πλείονι πᾶσι τοῖς οὖσι κινδυνεύειν, σωφρονῶν οἶμαι καὶ στρατηγοῦ λογισμῷ χρώμενος. ὁρῶμεν δὲ δή που καὶ τοὺς παλαιστὰς οὐκ εἰς τὰ τῶν ἀντιπάλων ἰσχυρὰ συγκαθιέντας, οὐδʼ ἐξεπίτηδες καθʼ αὑτῶν παρέχοντας λαβὰς, ἀλλʼ ἀπὸ τούτων μὲν ὡς οἷόν τε μάλιστα ἀποχωροῦντας, τοῖς δὲ αὑτῶν πλεονεκτήμασι χρῆσθαι πειρωμένους καὶ τὴν νίκην ἀπὸ τούτων διώκοντας. ἃ καὶ Περικλῆς ἐνθυμούμενος οὐκ ἔδωκε τοῖς πολεμίοις τοσαύτην κατὰ τῆς πόλεως λαβὴν, ἀλλʼ ἐάσας ἐκείνους ἐν τῇ Ἀττικῇ ληρεῖν ἑκατὸν νεῶν ἐπίπλουν ἐξήρτυε τῇ Πελοποννήσῳ καὶ αὐτὸς ἐμβὰς ἐκόμιζε τὴν στρατιάν. καὶ περιῆν τοῖς μὲν τῆς Ἀττικῆς μέρος τι τετμηκέναι, τοῖς δʼ ὡσπερεὶ πᾶσαν τὴν πολεμίαν. ὥστε ἠναγκάζοντο ἤδη φεύγειν ἐκ τῆς Ἀττικῆς οἱ τότε ὡς ἐπὶ ἕρμαιον βαδίζοντες. οὕτως ἃ μὲν οὐκ ἐκίνει, προνοίας, οὐ δειλίας ἦν, ἃ δὲ κἀν τούτοις ὄντας ἠξίου τολμᾶν ἔσχατον δεῖγμα τῆς ἀνδρείας ἔχει τῆς ἐκείνου. καίτοι πῶς οὐκ ἄτοπον, εἰ ὅτι μὲν οὐκ ἐξῆγεν αἰτιασόμεθα, ὅτι δὲ ἔξω τῆς Ἀττικῆς ἦγεν αὐτοὺς οὐ θαυμασόμεθα; καὶ ὅτι μὲν οὐκ ἐμάχετο οὗ μὴ προσῆκεν ἐπιτιμήσομεν, ὅτι δʼ ἠπίστατο ποῦ χρὴ τοῦτο ποιεῖν οὐ διαλογιούμεθα; καὶ ὅτι μὲν οὐ τὴν Ἀττικὴν ἐνεπίμπλη πολέμου καὶ ταραχῆς κατηγορήσομεν, ὅτι δὲ εἰς τὴν πολεμίαν ἀπέβαινε καὶ ἀντιμεθίστη τῇ Πελοποννήσῳ τὴν πολιορκίαν οὐ θήσομεν εἰς λόγον; ἀλλὰ τὰ μὴ πραχθέντα ἀντὶ τῶν πεπραγμένων ζητήσομεν; καὶ ὅτι μὴ νοσοῦντας μὲν οὐκ ἐξῆγεν οὐ συγγνωσόμεθα, ὅτι δὲ καὶ νοσοῦντας ἐξῆγεν οὐ θαυμασόμεθα; ὅστις οὕτω καμνόντων ἡγεῖτο, ὡς οὐδʼ ἂν εἷς τῶν ἐρρωμένων καθαρῶς.2 οὕτω καὶ τῶν πολεμίων καὶ τῶν πολιτῶν καὶ τοῦ λοιμοῦ καὶ παντὸς ἦν κρείττων πράγματος. καίτοι σχολῇ γʼ ἂν Ἀθηναίους ἑαυτῶν ὄντας εἴασεν ἀργεῖν, ἢ ὑποκατακλίνεσθαί τισιν ἀνθρώπων, ὅστις οὐδὲ κάμνειν αὐτοῖς ἐπέτρεπεν, ἀλλʼ εἴς γε τὸν περὶ τῆς ἐλευθερίας ἀγῶνα καὶ τὸ μὴ λιπεῖν τὴν τοῦ φρονήματος τάξιν ἠξίου καὶ παρὰ τὴν ὑπάρχουσαν τύχην ἐρρῶσθαι. πρότερον δʼ ἔγωγʼ ἂν ᾤμην τὸν Μελέαγρον ὀφλῆσαι δειλίας ἢ Περικλέα, ὅν γε καὶ πρὶν γενέσθαι προσεῖπεν ἀπʼ αὐτῶν τῶν ἐναντιωτάτων ὁ θεὸς, προειπὼν αὐτοῦ τῇ μητρὶ λέοντα τέξεσθαι· ἡ δʼ ἐπὶ ταύτῃ τῇ ὄψει τίκτει Περικλέα. ὥσθʼ ὅρα μὴ λέοντα ξυρεῖν ἐπιχειρῶμεν,3 οὐ Θρασύμαχον συκοφαντεῖν ἐπιχειροῦντες, ἀλλὰ κωμῳδεῖν Περικλέα, καὶ ταῦτα εἰς δειλίαν, ἔπειτʼ αὐτοὶ δόξωμεν ἀνδρειότεροι τοῦ δέοντος εἶναι τοῖς βουλομένοις ἀντικατηγορεῖν, καὶ φανῇ τι καὶ δειλίας, εἰ δὲ βούλει, σιωπῆς ἀκίνδυνον γέρας, ὥς τις τῶν Κείων ἔφη ποιητής. ἀλλὰ γὰρ λίνον λίνῳ συνάπτει, φασίν. ὃς γὰρ ἐτόλμησεν εἰπεῖν ὅτι καὶ φιλαργύρους ἀπέφηνε Περικλῆς ἀνθρώπων καὶ οὑστινασοῦν τί τις ἂν λέγοι; νὴ Δία, πρῶτος γὰρ εἰς μισθοφορὰν κατέστησε τὰ πράγματα. ἐγὼ δὲ εἰμὶ μὲν οὐδʼ αὐτὸς τῶν ἐπαινούντων τὸ μισθοφορεῖν, καὶ τούτου σχεδὸν ἔργῳ πεῖραν ἐγὼ δεδωκέναι νομίζω. οὔκουν μέτεστί μοι τοῦ πράγματος οὐδὲν, ἀλλὰ καὶ τῶν λόγων προὔστην καθαρώτερον ἢ τῶν φόρων οἶμαι τὸν ὁμώνυμον,
他认为那将毁灭城邦。因为对于敌人而言,各自不过是部分军力承担风险,但对他们自己来说,甚至连城邦的根基也都一同押在这一危难之中,一枚骰子便掷下了所有一切的命运——生命、财产、名誉、霸权、城邦的立足之基、种种希望,以及人们所能说出的一切。因此,他绝不认为应当去从事如此不平等的竞赛,也不认为在没有任何更大收益的情况下拿全部家当去冒险是正确的;我认为,他保持了清醒,运用了将领当有的谋划。我们确实也看到摔跤手绝不会迎向对手的强项,也不会故意给对方露出针对自己的破绽,反而尽可能从这些地方退开,力图运用自身的优势,并以此去谋求胜利。伯里克利亦念及于此,并未向敌人提供针对城邦的如此巨大抓手,而是任由他们在阿提卡徒劳耗费时光,自己则为远征伯罗奔尼撒装备了一百艘战船,并亲自登船运送大军。其结果是,敌方仅破坏了阿提卡的一小部分,而己方却几乎席卷了敌人的整片土地。因此,当初犹如前去拾取横财一般进军的那些人,如今被迫从阿提卡仓皇撤退。由此可见,他未曾付诸行动之事,是出于远见而非怯懦;而在即便处于如此逆境中仍力主敢作敢为之事,则蕴含着他英勇的极致明证。然而,若我们因他没有率军出击而加以怪罪,却不赞叹他将他们领至阿提卡之外,这岂非荒谬?若我们因他在不合时宜之地没有交战而加以指责,却不去深思他深谙何处应当如此行事?若我们控告他没有让阿提卡充斥战火与骚乱,却不将他登陆敌境并反向包围伯罗奔尼撒计入功劳?难道我们要用未竟之事来代替已成之功去追究吗?难道我们既不宽恕他在众人未染病时没有率军出征,也不赞叹他在众人染病之际仍旧挥师出征吗?他统率如此饱受病痛折磨之人,其卓越程度甚至无一人能在统领完全健康之众时相比拟。如此,他对敌人、对公民、对瘟疫以及对一切事态皆占上风。试问,一个甚至不允许他们生病,反而要求他们为了自由的抗争和不放弃气魄之阵地而在不利运势面前强壮起来的人,在雅典人神智清明时又怎会听任他们无所作为,或向任何凡夫屈膝?我甚至宁愿相信墨勒阿革洛斯会招致怯懦的恶名,也不愿相信伯里克利会如此——甚至在他降生之前,神祗就借由最为相反的事象称呼他,向他的母亲预言她将生下一头雄狮;而她正是在这一梦象之后诞下了伯里克利。因此请当心,我们在企图嘲弄伯里克利、且指责其怯懦之时——而非企图诬陷色拉叙马霍斯——切勿变成了企图‘给狮子剃毛’,继而在欲图反过来控告的人眼中显得我们自己勇敢过了头,并使某种如基奥斯诗人所言的怯懦、或随你愿意说是沉默的无险奖赏暴露出来。 然而俗话说,‘一缕麻连着一缕麻’。因为对于那位竟敢声称伯里克利甚至让世上哪怕任何人变成贪财之徒的人,人们还能说什么呢?‘以宙斯之名,因为是他首先在国政中推行了公职薪酬!’然而,我自己绝非称赞领取公薪之流,且我认为自己在此事上几乎已通过实际行动给出了证明。因此,我与此事毫无干系,而且我认为,相比那位〔与我〕同名者主管贡金,我执掌言辞要纯粹得多,
- 142ἀπολεῖν τὴν πόλιν
紧接上一段落末尾 ὥστε τὴν Καδμείαν νίκην ἡγεῖτο νικήσειν, ὡς ἑτέρως δὲ πράξας(因而认为哪怕获胜也只是惨胜,而若结果相反[战败])而来的“宾格加不定式”结构。由 ἡγεῖτο 统辖,将来时不定式 ἀπολεῖν(ἀπόλλυμι 的雅典式将来时不定式)的逻辑主语为伯里克利自身。
- 143ὅστις οὕτω καμνόντων ἡγεῖτο, ὡς οὐδʼ ἂν εἷς τῶν ἐρρωμένων καθαρῶς
关系代名词 ὅστις 指代伯里克利,带有因果/特质含义。καμνόντων 为支配属格的动词 ἡγεῖτο 的属格宾语(统领病患)。在 ὡς οὐδʼ ἂν εἷς 之后省略了潜能希求法动词(如 ἡγήσαιτο)及与 τῶν ἐρρωμένων 搭配的分词(如 ἡγούμενος),构成比较结构:“其统率如此病患之态,乃至无一人在统领完全健全之人时能达到如此纯熟的境地”。
- 143ὥσθʼ ὅρα μὴ λέοντα ξυρεῖν ἐπιχειρῶμεν
ὅρα μή 接虚拟式(ἐπιχειρῶμεν)构成表达担忧或戒备的句式(“当心我们是否在试图……”)。“λέοντα ξυρεῖν”(给狮子剃毛/剃须)是希腊语熟语,比喻极其危险且不自量力的冒失行径。
