- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:140-141
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩者针对伯里克利不肯出城决战的指责进行辩护,引斯巴达的先例论证良将应依智谋与胜算而非随敌起舞,指出在强敌压境与瘟疫肆虐的绝境下,避免决战才是审慎明智之举。
πόθεν οὖν ἔτι χρὴ τὴν ἀνδρείαν θεωρῆσαι; εἴτε γὰρ ἐκ τῶν ἔργων εἴτʼ ἀπὸ τῶν λόγων ὁρῶμεν τὸν ἄνδρα, πῶς ἄν τις μᾶλλον ἔδειξε παντὸς ἀφεστὼς δέους, ἢ πῶς ἄμεινον πρὸς εὐψυχίαν αὐτός τε πεφυκὼς καὶ τοὺς ἄλλους ἄγων, ὅστις οὔτʼ ἐκείνους ἠξίου φόβῳ τῶν πολεμίων προέσθαι τὰ γνωσθέντα ἐξ ἀρχῆς οὔτʼ αὐτὸς ἐκείνων φόβῳ τοὺς ὑπὲρ τῶν δικαίων λόγους ἐγκαταλιπεῖν; εἰ δὲ λέγεις ὅτι οὐκ ἐπεξῆγε, σκόπει μὴ οὐδεὶς τῶν στρατηγικῶν ταῦτʼ ἀποδέξηται1 τὰ ἐγκλήματα. οὔτε γὰρ ἐν παντὶ καιρῷ οὔτʼ ἐν ἅπαντι δή που χωρίῳ συμφαῖεν ἂν, ἀρχὴν δʼ οὐ μάχεσθαι χρῆναι2 πάντως τόν γε δὴ χρηστὸν στρατηγὸν, ἀλλὰ μάλιστα μὲν ἥκιστα κινδυνεύειν καὶ τοῖς βουλεύμασι μᾶλλον ἢ ταῖς χερσὶ πολεμεῖν, ὥσπερ καὶ Λακεδαιμονίοις ἐπιχώριον εἶναι δοκεῖ· εἰ δʼ αὖ καὶ μάχης δεήσειεν, ἄμεινον μετὰ συμμάχων ἐθέλειν ἢ μόνους καὶ μετὰ πλειόνων ἢ μετʼ ἐλαττόνων καὶ μετὰ κρειττόνων ἢ μετὰ χειρόνων, εἰς ὅσον ἂν περιῇ τινί. εἰς ἀνάγκην μὲν γὰρ καταστάντας οὐκ εἰκὸς ἀκριβῶς λογίζεσθαι, ἕως δέ τίς ἐστι κύριος γνώμης, ἄνοια πολλὴ καὶ δυστυχία τῆς ἀσφαλείας ἀφέμενον ὃ τοῖς πολεμίοις συνοίσει, τοῦτʼ ἐξεπίτηδες αἱρεῖσθαι. ἐκείνοις γὰρ ἂν ἤδη στρατηγοίη καὶ γίγνοιτʼ ἂν αὐτοῖς ἀντὶ τοῦ παρʼ αὐτοῖς ἡγουμένου. μὴ δὴ τοῦτο λέγωμεν ὡς οὐκ ἐξῆγεν, ἀλλʼ εἰ προσῆκον ἐξάγειν καὶ μάχεσθαι παρεώρα, τοῦτο σκοπῶμεν, ἐπεὶ καὶ Λακεδαιμονίους ἀκούομεν δή που προσκειμένων αὐτοῖς ποτὲ Θηβαίων καὶ κελευόντων ἐξιέναι καὶ μάχεσθαι ἢ χείρους ὁμολογεῖν εἶναι σφῶν, ἀποκρίνασθαι περὶ μὲν τοῦ πότεροι βελτίους τὰς πράξεις κρίνειν τὰς ὑπὲρ τῶν Ἑλλήνων ἑκατέροις πεπραγμένας, μαχεῖσθαι δὲ οὐκ ἐν τῷ τῶν πολεμίων καιρῷ οὐδʼ ὅτʼ ἐκεῖνοι κελεύουσιν, ἀλλʼ ἡνίκʼ ἂν αὐτοῖς δοκῇ, καὶ οὐ χρήσεσθαι περὶ τούτου συμβούλοις Θηβαίοις. καὶ ταῦτʼ ἀπεκρίναντο καὶ ταῦτα ἐποίουν Ἀγησιλάου προεστηκότος αὐτῶν, ὃς εἴπερ τις ἄλλος τῶν Ἑλλήνων γενέσθαι ἐδόκει φιλοπόλεμος. ἀλλὰ τί χρῆν ποιεῖν τὸν Περικλέα; εἰπὲ γὰρ ὦ πρὸς θεῶν, μᾶλλον δὲ εἰ στρατηγῶν αὐτὸς ἐτύγχανες ἡμῖν κατʼ ἐκείνους τοὺς χρόνους, τί ποιεῖν ἂν ἢ τί λέγειν ᾤου δεῖν, ὄντων μὲν συμπάντων Ἀθηναίων τόσων καὶ τόσων, τῶν δὲ συμμάχων τῶν μὲν ἐν ταῖς νήσοις, τῶν δὲ κατʼ ἤπειρον μεμερισμένων, μυριάσι δὲ ἓξ στρατιᾶς τῶν πολεμίων εἰσβεβληκότων, καὶ τούτων Πελοποννησίων, οὐδὲ γὰρ τοῦτο φαῦλον εἰς προσθήκην, ἀνθρώπων ἱκανῶν καὶ πρὸς ἅπαντας τοὺς Ἕλληνας μάχεσθαι, καὶ οὓς ἐγὼ φαίην ἂν ἡγουμένων γε Ἀθηναίων καὶ Περικλέους οὐ χαλεπῶς ἂν καὶ πᾶσαν γῆν ὑφʼ αὑτοῖς ποιήσασθαι. καὶ οὔπω λέγω τὴν νόσον τοσοῦτον πρᾶγμα, ἣ προσέκειτο ἐλαύνουσα καὶ τοὺς μὲν ὅλως ἀπανηλώκει τῶν ἀνθρώπων, τοὺς δʼ ἀχρήστους εἰς τὰ παρόντα ἐπεποιήκει, ἣν καὶ χωρὶς μάχης καὶ πολέμου προσβολῆς οὐχ ἕν τι τῶν ῥᾴστων ἦν ὑπενεγκεῖν. καὶ μὴν οὐδʼ ἐκεῖνο ἠγνόει Περικλῆς ὅτι νικήσας μὲν πολλῷ πλείοσιν αὖθις μαχεῖται καὶ πολλοὺς ἄλλους εὑρήσει τοὺς ἀμφισβητοῦντας τοῦ τροπαίου, καθάπερ Κορίνθιοι πρότερον, καὶ κληρονομοῦντας τῶν αὐτῶν τούτων πραγμάτων· ὥστε τὴν Καδμείαν νίκην ἡγεῖτο νικήσειν, ὡς ἑτέρως δὲ πράξας3
那么,究竟还应当从何处来考察英勇呢?因为无论我们是从功绩还是从言论来审视此人,试问还有谁能比他表现得更彻底地远离一切畏惧,或者还有谁自身在气魄与统领他人方面更为出类拔萃——他既不认为公民理应因畏惧敌人而放弃最初的决议,自己也不曾因畏惧公民而背弃捍卫正义的言论。如果你说他没有率军出击交战,那么请考虑一下,任何通晓将道之人是否会接受这些指责。因为他们绝不会同意在任何时机、任何地点都应当交兵,而且一个真正优秀的将领根本就不应当盲目作战,反而应当尽量避免冒险,更多地依靠计谋而非武力去作战,正如这似乎也是拉栖代梦人的传统风尚一样;再者,即便战斗成为必需,在可能的前提下,宁与盟友并肩而不孤军奋战,宁与更多而非更少的人、与更强而非更弱的人一同作战,才是更为上策的选择。因为陷入绝境之人无法周密谋划固然合乎常理,但只要一人尚能主宰自己的决断,放弃安全而蓄意选择于敌人有利之事,便是极大的愚蠢与灾祸。因为若是那样,他便已是在为敌人担任将领,取代敌方的统帅来指挥他们了。因此,我们不要说他没有出击,而应审视他是否在理当出战之时玩忽职守。正如我们听说拉栖代梦人一样:当底比斯人曾逼近他们,勒令他们要么出城决战,要么承认自己处于劣势时,他们回答说,至于谁更优越,双方为希腊人所立下的功业自会评判,但交战绝不在敌人所选择的时机,也不在敌人命令之时,而是在他们自己认为适宜之际,并且他们在此事上绝不采纳底比斯人作为谋士。他们作出如此回答并付诸实行之时,正是由阿格西劳斯领导,而他被视为在希腊人中最具好战之名的人物。然而伯里克利究竟该做什么呢?看在诸神的份上请告诉我,或者更确切地说,设若你自己在那时恰好担任我们的将领,当雅典人总共不过如此之数,盟友又分散在诸岛与大陆之间,而敌军六万之众已然入侵,且皆为伯罗奔尼撒人——这绝非细枝末节的补充,他们是足以对抗全体希腊人的勇士,甚至我敢说,若有雅典人与伯里克利为统帅,他们完全可以轻易将整个大地置于其统治之下——面对这一切,你认为该做什么或说什么呢?我尚未提及瘟疫这等浩劫,它如疾风骤雨般肆虐,将一部分人彻底吞噬,又使另一部分人瘫痪而无用于当下,即便没有战斗与战争的打击,这也是极难承受的灾难。况且伯里克利心里十分清楚,即便获胜,他也必将再次迎战多得多的敌人,并且还会遇到许多其他争夺战功纪念碑之人——正如当年的科林斯人一般——接续承受这些完全相同的困局;因此他认为,哪怕获胜也只会是一场卡德摩斯式的惨胜,而若战事不利,
- 140σκόπει μὴ οὐδεὶς τῶν στρατηγικῶν ταῦτʼ ἀποδέξηται
由 σκόπει 引出的 μή + 虚拟式(ἀποδέξηται)从句表示担忧或审慎的考量(“考虑是否……”)。其后紧接否定词 οὐδείς,构成“恐怕通晓军略之人无一会接受……”之意。
- 140ἀρχὴν δʼ οὐ μάχεσθαι χρῆναι
ἀρχήν 为副词性宾格,与否定词 οὐ 连用,意为“根本不”、“起初就不”,在此强调良将的基本原则是根本不应当盲目交兵。
- 141ὥστε τὴν Καδμείαν νίκην ἡγεῖτο νικήσειν, ὡς ἑτέρως δὲ πράξας
νίκην νικήσειν 为同源宾格结构,结合成语“卡德摩斯式的胜利”(即虽胜犹败、得不偿失的惨胜)。句末的 ὡς ἑτέρως δὲ πράξας 为条件分词(“而若结果相反/战败的话”),其结论句(归结分句)跨越至下一语段。
