← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§138-139

战乱与疫病中伯里克利的不屈领导力

讲话者列举了伯里克利在开战之初断然驱逐斯巴达使节、并在战乱与瘟疫交加且民众动摇怀恨的绝境下坚守立场的壮举,将他比作一位既搏击风浪又弹压内乱的英勇舵手。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§138

ἀλλοῖον εἴπῃ τις, πλήν γε ὅσον οὐκ ὀρθῶς ἐρεῖ. ὥσπερ τοίνυν φῂς ἐκεῖνα ἀκούειν λεγόντων εἰς Περικλέα, οὕτως ἀντάκουε καὶ τῶν τἀληθῆ περὶ ἐκείνου λεγόντων καὶ οἷς οὐδεὶς ἀντεῖπεν εἰς τήνδε τὴν ἡμέραν, ἐπειδή γε καὶ αὐτὸς φῂς οὐκ ἀπὸ τῆς σεαυτοῦ γνώμης κατηγορεῖν, ἀλλʼ ἀκοήν. ταῦτά γε ὁ Κρὴς δὴ τὸν πόντον,1 φήσει τις. ἐπειδὴ τοίνυν ἐκεῖνα μὲν ἀξιοῖς ἀκούειν, ταῦτα δʼ οὐ βούλει, φέρε ἐγώ σοι καὶ ἕτερα μείζω τούτων ἔτι καὶ τελεώτερα ἐπιδείξω τῆς Περικλέους ἀνδρείας καὶ ῥώμης καὶ φιλοτιμίας σημεῖα, κἂν σὺ δείξῃς ἐνοῦσαν ὑπερβολὴν, ἅπαντʼ ἔστω λῆρος τὰ παρʼ ἡμῶν. νὴ Δίʼ, εἴποι γὰρ ἄν τις ὡς οὐδὲν μέγα οὐδʼ ἱκανὸν τὸ πρὸ τοῦ πολέμου θρασύνεσθαι. ἀλλʼ ἐκεῖνός γε καὶ τὰς πρεσβείας ἠξίου κατὰ χώραν ἱδρυμένων Πελοποννησίων δέχεσθαι τῇ πόλει, ἐξεστρατευμένων δὲ μὴ καὶ τὸν Μελήσιππον προπεμψάντων. οὕτω σφόδρα δειλὸς ἦν, ἐπειδὴ προσάγειν τοὺς πολεμίους ἐπύθετο, ὥστε2 ἔργῳ τὰς ἀποκρίσεις ἔδωκεν αὐτῷ περὶ ἁπάντων, παραδοὺς τοῖς ἄξουσιν αὑτὸν ἔξω τῆς χώρας. καὶ τὸ δὴ πάντων ἔσχατον καὶ μέγιστον ἀκοῦσαι, μὴ ὅτι μιμήσασθαι· παρόντος μὲν ἤδη τοῦ πολέμου καὶ συνεστηκότος, τῆς νόσου δʼ ἐπικειμένης, καὶ τῆς μὲν γῆς δῃουμένης, τῶν δὲ ἀνθρώπων ὁσημέραι φθειρομένων καὶ τοσούτων ἤδη κειμένων ὅσων καὶ πολλοστὸν μέρος ἐξέπληξεν ἂν τοὺς πολεμίους, εἰ παρʼ ἐκείνοις ἡ συμφορὰ συνέβη, καὶ διὰ ταῦτα δὴ πάντα ἀθύμως καὶ δυσχερῶς ἔχοντας ὁρῶν τοὺς πολλοὺς καὶ περὶ ὧν μὲν ἐψηφίσαντο μετεγνωκότας, ἐπικηρυκεύεσθαι δὲ ἀξιοῦντας Λακεδαιμονίοις καὶ ἑτέρους ὑπὸ τῶν κακῶν γεγενημένους οὐδὲν μᾶλλον ἀνῆκεν, οὐδʼ ἐξέστη τῆς ἀρχαίας γνώμης, οὐδὲ ἐστράφη τὴν ψυχὴν ὑπὸ τῶν συμφορῶν, ἀλλὰ καίπερ τοσοῦτον τῶν ἄλλων τοῖς δεινοῖς πλεονεκτῶν3 ὥσθʼ οἱ μὲν ἄλλοι τοῖς παροῦσι τούτοις ἠθύμουν, ὁ δὲ καὶ τοῦτʼ αὐτὸ προσειλήφει μεῖζον τὸ τοὺς πολίτας οὕτως ἔχοντας ὁρᾶν, ὥστʼ ἀπόρους εἶναι χρῆσθαι, καὶ ταῦτα οὐχ ὅσον τοῖς πολεμίοις ὑποπεπτωκέναι, ἀλλὰ κἀκείνῳ δυσμεναίνειν ὡς τῶν παρόντων πραγμάτων αἰτίῳ· πρὸς δυοῖν τοῖν ἀπὸ τῆς τύχης, τῷ πολέμῳ καὶ τῇ νόσῳ, δύο ταῦτα προσειληφότας ὁρῶν αὐτοὺς, λύπην καὶ παροξυσμὸν εἰς αὐτὸν, ἐν μέσοις τοῖς δεινοῖς ἐμβεβηκὼς καὶ πανταχόθεν μεμονωμένος ὡς εἰπεῖν, οὐκ ἔδεισεν οὐδʼ ὑπεχώρησεν, οὐδʼ ὥσπερ χροιὰν τὴν γνώμην μετέβαλε, τοῖς τε πολίταις ὁμοῦ καὶ τοῖς πολεμίοις ἀντιτεταγμένος· ἀλλʼ ὥσπερ ἂν ἄλλο τι μάθημα διδάσκων αὐτοὺς, κατὰ ταὐτὰ ἃ καὶ πρότερον διεξῄει, καὶ οὐ διέφθειρε τὰ δόγματα ἐπὶ τῶν κινδύνων, οὐδʼ ἐπὶ τῆς ἐξουσίας ἐφιλοσόφησε μόνον, ἀλλʼ ὡς περὶ ἀριθμῶν ἢ μέτρων ἐρωτηθεὶς ταυτὸν ἂν ἀπεκρίνατο καὶ ὕστερον καὶ πρότερον, οὕτω καὶ τότε τὰς αὐτὰς ἠφίει φωνὰς ὑπὲρ τῶν ὅλων πραγμάτων, οὔτε τοῖς δεινοῖς εἴκειν ἀξιῶν οὔθʼ αὑτῷ μέμφεσθαι, αἰσχύνεσθαί τε ὑπὲρ αὑτῶν ἑτέρων ἅμα τοῖς καιροῖς γεγονότων. ὥστʼ ἔμοιγε καὶ τὸν Αἴαντα τὸν πρὸ τῶν νεῶν μαχόμενον καὶ βοῶντα ἐν κουφοτέροις καὶ ῥᾴοσιν εἶναι δοκεῖν. τῷ μὲν γὰρ πρὸς τοὺς Τρῶας ἦν μόνον ἡ μάχη, τὰ δὲ τῶν οἰκείων εὐμενῆ δήπουθεν ὑπῆρχε, τῷ δʼ οὐχ ἧττον πονήρως εἶχε τῶν ἔξω τὰ ἔνδον καὶ πλείων ἦν ὁ φόβος τῶν πολιτῶν ἢ τῶν πολεμίων. ἐν οἷς ἔδειξεν οὐ τοῖς ὀψοποιοῖς ἐοικὼς οὐδὲν Περικλῆς, ἀλλὰ τοῖς ἄκροις τῶν Ἑλλήνων. ὥστʼ ἐμοὶ μὲν, ὅταν βλέψω πρὸς ταύτας τὰς ἀπορίας καὶ τὸν ὄχλον τῶν πραγμάτων αὐτοῦ, κυβερνήτου τινὸς ἔννοιαν παρίστασθαι4 περικλυζομένης αὐτῷ τῆς νεὼς καὶ τῶν νεφῶν καταρρηγνυμένων ἐπὶ τῶν οἰάκων μένοντος καὶ οὐ μεθιέντος, καὶ πρός γʼ ἔτι τῶν ἐμπλεόντων ἀπειλούντων καὶ ἑτοίμων ὄντων διασπάσασθαι, κατέχοντος καὶ νουθετοῦντος καὶ ἅμα ὑπέρ τε τοῦ σκάφους ἀγωνιζομένου καὶ πρὸς τοὺς ἐν τῷ σκάφει.

除非有人会说出不同的话,但那也仅仅是因为他说得不对。因此,既然你说自己听信了那些指责伯里克利之人的言论,那么你同样也该倾听那些谈论关于他的真相、且直到今日也无人能反驳之人的声音,因为你自己也说你并非凭着自己的判断、而是据传闻来指控的。“这真可谓克里特人佯作不知海了,”有人会这样说。既然你认为理当听信那些言辞,却不愿听闻这些真相,那么来吧,让我向你展示伯里克利之英勇、力量与抱负的另外一些更伟大、更完备的证据;若你能证明其中存有夸大之词,便让我所说的一切全归于荒唐之谈吧。以宙斯之名,确实有人可能会说,在战前虚张声势既非什么了不起的事,也不足以说明问题。然而,当伯罗奔尼撒人尚驻留在其本境时,他主张城邦应当接待其使团,但当他们已经出征并遣发梅勒西波斯先行时,他便断然拒绝接纳。当他得知敌人逼近时,他是何其“怯懦”啊,以至于他用实际行动对使者就一切问题作出了回答——将他交给了负责押送其出境的人。而这乃是所有人听闻——且不说效仿——之中最为极端且最伟大的壮举:彼时战争已经降临且如火如荼,瘟疫肆虐侵袭,土地遭到蹂躏,百姓日复一日地丧命,倒下的人数如此之多,若同样的灾难降临在敌人身上,哪怕仅是其中一小部分也足以令敌人胆战心惊;看到民众因这一切而心灰意冷、怨忿不已,对昔日的决议悔恨交加,甚至要求向拉栖代梦人派遣使节乞和,在灾祸重压之下完全变成了另一副模样,他却绝无丝毫退让,既未背离最初的主张,其心灵也未被灾祸所折服。相反,尽管他在危难中所承受的份额远远超过常人——因为其他人只是为眼前的灾难而沮丧,但他却额外承受了更大的重担,即目睹公民们处于如此难以应对之境,而且他们不仅是对敌人卑躬屈膝,更是对他怀恨在心,将当下的困境归咎于他;看到他们在命运降下的战争与瘟疫这两大灾难之外,又增添了悲痛与对他本人的激愤这两重情绪,他身处险境之中,可以说是四面孤立无援,却既未畏惧,也未退缩,更未如变换肤色般改变自己的见解,而是同时抵挡着公民与敌人双方。相反,宛如向他们传授其他某种学术一般,他依然阐发着与先前完全相同的道理,没有在危急关头败坏自己的原则,也没有仅仅在掌握大权时才高谈哲理;正如一人被问及算术或尺度时,无论事后还是先前都会给出完全相同的答案一样,他在那时关于整个大局也发出了完全相同的言论,要求〔他们〕既不要向危难屈服,也不要归咎于他,而要为随着局势变迁而变了模样的他们自己感到羞愧。因此在我看来,即便是在战船前搏杀并呐喊的大埃阿斯,其境遇似乎也更为轻松容易。因为对埃阿斯而言,战斗仅仅是针对特洛伊人,而身边的同胞想必始终是友善的;但对伯里克利来说,内部的局势绝不比外部轻松,对本邦公民的担忧甚至超过了对敌人的畏惧。在这些事迹中,伯里克利表明自己绝非类似于厨夫之流,而是堪比希腊最杰出的英雄。是以对我而言,每当我审视这些困境及其事务的繁重波澜,脑海中便浮现出一位舵手的形象:当船身被巨浪吞没、乌云在头顶崩裂倾泻之际,他仍坚守在舵把前绝不松手,甚至在船上众人发出威胁、企图将他撕碎之时,他依然镇制并规劝他们,一边为战舰的安危奋战,一边与船舱内的众人抗衡。

语法注4 条
  1. 138ὁ Κρὴς δὴ τὸν πόντον

    希腊著名谚语“克里特人佯作不知海”(ὁ Κρὴς ἀγνοεῖ τὸν πόντον)的动词省略形式。借精于航海的克里特人假装不谙航海,比喻人对自己极为清楚熟知的事物却故作不知。

  2. 138οὕτω σφόδρα δειλὸς ἦν... ὥστε

    反讽(irony)修辞结构。字面上说“他是何其怯懦……以至于……”,但后文紧接着描写他在强敌压境时毅然拒绝接见斯巴达使节并将其驱逐出境的果断举措,以此反讽并驳斥对方关于“伯里克利生性怯懦”的指控。

  3. 139καίπερ τοσοῦτον τῶν ἄλλων τοῖς δεινοῖς πλεονεκτῶν

    动词 πλεονεκτέω 意为“在……方面超过/占有更多”,此处接比较属格 τῶν ἄλλων(较之其他人)与关系与格 τοῖς δεινοῖς(在危难之中)。意指他在承受灾祸的沉重程度上远超寻常公民,因为他除了国难本身,还必须额外独自承担全体公民的动摇沮丧以及他们对其个人的怨愤。

  4. 139ὥστʼ ἐμοὶ μὲν... κυβερνήτου τινὸς ἔννοιαν παρίστασθαι

    由表示结果的 ὥστε 引导的“宾格加不定式”结构(ἔννοιαν παρίστασθαι)。ἔννοιαν 为不定式的主语,与与格 ἐμοί 连用,意为“以至于在我心中浮现出一位舵手的形象”。其后穿插的属格绝对结构(περικλυζομένης... τῆς νεὼς 等)描绘了狂风巨浪与船员暴动的险情,而分词 κατέχοντος、νουθετοῦντος 及 ἀγωνιζομένου 则作为定语修饰 κυβερνήτου。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:138-139