- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:136-137
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者列举伯里克利频繁的军事征伐及其开战演说中的坚定立场,指出柏拉图指责他使雅典人怠惰与怯懦的说法既不符合史实,也与喜剧作家指责其过于好战的批评自相矛盾。
πολιορκίαν, οὐχ ἡσυχάζων, ἀλλʼ ἐκπλέων μέρει τινὶ τῶν νεῶν ἐπὶ Καρίας, καὶ μετὰ ταῦτʼ ἀπελθόντος αὐτοῦ θαρρήσαντας ἐπεξελθεῖν καὶ πλέον σχόντας τῶν ἐφορμούντων ἀναστρέψας αὖθις καθείργων ἕως παρεστήσατο, καὶ πάλιν Εὐβοέων ἀποστάντων ἄγων εἰς Εὔβοιαν Ἀθηναίους, καὶ Πελοποννησίων ἀγγελθέντων εἶναι Μεγαροῖ κομίζων αὖθις εἰς Μέγαρα κἀκ τῶν Μεγάρων πάλιν εἰς Εὔβοιαν, ἕως καὶ ταύτην κατεστρέψατο; τί δʼ ἄν τις λέγοι περίπλους Πελοποννήσου καὶ ἀποβάσεις πανταχοῖ τῆς πολεμίας καὶ πραγμάτων συνέχειαν οὐδεμιᾶς ἄλλης πόλεως εἰκάσαι;1 εἶτα τὸν οὕτως ὀξὺν καὶ ἄγρυπνον καὶ ἥδιστʼ ἂν εἶπον ὑπόπτερον τοῦτον ἢ αὐτὸν ἀργεῖν ἢ ἑτέρους ἐθίζειν ἐγὼ πεισθῶ;2 οὐκ ἄρʼ ἐπίστασθαι δόξω τῶν πραγμάτων οὐδὲν, ὅστις γε μὴ ὅτι Ἀθηναίοις, ἀλλʼ οὐδὲ τοῖς πολεμίοις ἀργεῖν ἐπέτρεπεν, ἀλλὰ κἀκείνους ἐποίησε μεταβαλεῖν τοὺς τρόπους, τοσαύτας ἀνάγκας αὐτοῖς περιίστη τοῦ κινεῖσθαι. καὶ τὸ δικαίως προσῆν, ἔφη Δημοσθένης. ἀλλʼ ὅμως Πλάτων ᾐτιάσατο αὐτὸν ἀργοὺς καὶ δειλοὺς πεποιηκέναι. τί λέγεις, δειλοὺς Περικλῆς, ὦ θεοὶ, δειλοὺς, ὃς καὶ δημηγορῶν εὐθὺς ἐνθένδε ἤρξατο, τῆς μὲν γνώμης, ἔφη, τῆς αὐτῆς, ὦ Ἀθηναῖοι, ἀεὶ ἔχομαι, μὴ εἴκειν Πελοποννησίοις. ὃ τίς τῶν εἰς ἐκείνην τὴν ἡμέραν εἰσάπαξ εἰπεῖν ἐθάρρησεν; οἵ γε καὶ ἡνίκʼ ἔσωζον τὴν Ἑλλάδα, Λακεδαιμονίοις εἶξαν αὑτῶν.3 ὁ δʼ οὐδὲν προκαλυψάμενος, οὐδʼ ἀναμείνας, εἰ μή τι ἄλλο, τήν γʼ ἐκ τοῦ προοιμίου παραμυθίαν εὐθὺς ἐν ἀρχῇ τῶν λόγων μάλα ῥᾳδίως ἐξεῖπε τὸ δοκοῦν αὑτῷ, ὡς ἄν τις αὐτός τε κρείττων ἀξιῶν εἶναι τῶν ἀκουόντων κἀκείνους τῶν ἀνταγωνιστῶν. πότερʼ οὖν φοβεῖσθαι τοὺς πολεμίους καὶ ὑποχωρεῖν, ἢ θαρρεῖν καὶ ὑπερφρονεῖν συνεθίζοντος τὴν φωνὴν εἶναι φῶμεν4 καὶ τὴν ἀνδρείαν αὐτόθεν δεικνύντος; ἐγὼ μὲν οὕτω μᾶλλον ἡγοῦμαι. εἰ μὲν γὰρ ἢ τὸν πόλεμον κεκινηκέναι, ἢ πραγμάτων αἴτιον αὐτὸν γεγενῆσθαι, ἤ τι τῶν τοιούτων ᾐτιᾶτο, ἀληθῆ μὲν οὐδʼ οὕτως—ὕστερον γοῦν ἅπαντες συνεχώρησαν μὴ ἐκεῖθεν λελύσθαι τὰς σπονδὰς—εἰρημένα δʼ ἂν καὶ ὑπʼ ἄλλων ἐδόκει λέγειν. νῦν δὲ πῶς ἔνεστι κατηγορεῖν δειλίαν, οὗ τἀναντία ἤδη τινὲς ᾐτιάσαντο; ἃ γοῦν τῆς Ἀριστοφάνους κωμῳδίας παρεθέμεθα ἀρτίως ἐκείνως ἔχοντα, λέγω τὸ, "ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα, ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους, ὡς χρὴ Μεγαρέας·" ταῦτα οὐ δειλίαν αἰτιώμενά ἐστιν ἐκείνου, ἀλλʼ ἴσμεν ἅ γε αἰτιᾶται, ὧν ὄντων μὲν ἀληθῶν τά γʼ ἐναντία ψευδῆ· εἰ δὲ μηδὲ ἐκείνων προσήκει τῷ Περικλεῖ μηδὲν τῶν ἐγκλημάτων, ἀλλὰ καὶ δίκαια καὶ ἀναγκαῖα ἐβουλεύσατο ὑπὲρ τῶν πραγμάτων, πῶς οὐχ ἅμα τε αἰτίας ἀφεῖσθαι καὶ πάσης εὐφημίας δίκαιος τυγχάνειν ἐστίν; ἆρʼ οὖν πρὸς μὲν Λακεδαιμονίους μόνους οὕτως εἶχε τὴν γνώμην ὡς ἄν τις ἰδίᾳ φιλονεικῶν, πρὸς δὲ τοὺς ἄλλους ὑφειμένως; ὅστις ἠξίου μὲν αὐτοῖς ὁρμητήριον ἀποχρῶν εἶναι τὸν Πειραιᾶ, θαυμάζειν δὲ οὐκ εἴα οὔτε βασιλέα οὔτʼ ἄλλον τῶν πάντων οὐδένα, ἀπέφαινε δὲ τὴν ἰσχὺν αὐτοῖς ἐξ ἡμισείας οὖσαν πρὸς τοὺς ἄλλους ἅπαντας ἀνθρώπους,5 ὡς τοὺς μὲν ἄλλους ἄλλοθι κρατεῖν, τῆς δὲ θαλάττης αὐτοὺς πανταχοῦ. καίτοι ταῦτα πότερον ἀργίαν καὶ δειλίαν καὶ ἀνανδρείαν καὶ ταπεινότητα καὶ νωθείαν εἰσάγοντος εἰς τὴν πόλιν καὶ τὰς ψυχὰς αὐτῶν ἦν, ἢ δέδοικα μή τι καὶ
将萨摩斯人逼入围城困境的难道不正是他吗?他从不安歇,而是率领一部分战船驶往卡里亚;当萨摩斯人因他的离去而鼓起勇气出击、并在与封锁舰队的交战中占了上风时,他回师再次将他们困住,直至迫使其降服。又当尤伯亚人叛变时,他率领雅典人开赴尤伯亚;当得知伯罗奔尼撒人进抵墨伽拉时,他又将部队调往墨伽拉,随后又从墨伽拉折返尤伯亚,直至平定该岛。至于他环航伯罗奔尼撒半岛、在敌方领土各处登陆、以及任何其他城邦都无法比拟的连绵不断的军事行动,又何须多言?既然如此,对于这样一个敏捷、警醒、我甚至极愿称之为插上双翼的人,难道我会相信他自己游手好闲或教唆他人怠惰吗?若真如此相信,我将被视为对时政一无所知;要知道,此人不仅不容许雅典人懈怠,甚至也不容许敌人懈怠,反而迫使敌人改变作风,在他们四周布下了如此之多不得不行动的逼迫。“而且‘正当且公道’这个词也被加上了,”德摩斯梯尼如是说。然而,柏拉图却指责他使人们变得怠惰且怯懦。你在说什么?伯里克利使人怯懦?诸神啊,怯懦?他在公开发表演说时,一开篇便直言道:“雅典同胞们,我始终坚持同样的见解:绝不向伯罗奔尼撒人屈服。”在那一日之前,又有谁曾敢于哪怕一次说出这样的话?那些人甚至在拯救希腊之时,也向拉栖代梦人让出了自己的地位。但他却毫无遮掩,哪怕不说别的,甚至连来自开场白的抚慰都不予等待,在演说伊始便极其直率地说出了自己的主张,宛如一个自认优于听众、并认定听众优于其对手之人。那么,我们究竟该说这种言论是属于一个使人们习惯于畏惧敌人并退却的人,还是属于一个使人们习惯于鼓起勇气、蔑视敌人并在当下就展现出勇敢的人呢?依我看,显然更属于后者。因为柏拉图若是指责他挑起战争,或指责他招致患难,或类似的事情,即便那样说也并非实情——至少后来所有人都承认条约并非从那一方被废弃的——但那看起来倒像是重复了其他人也说过的话。然而现在,既然已有其他人提出了完全相反的指责,他又怎能去指控伯里克利怯懦呢?正如我们刚才所引用的阿里斯托芬喜剧中那几句持那种说法的诗句所言,我指的是: “他电闪,他雷鸣,他把希腊搅得天翻地覆, 他制定法律,行文如同祝酒的短歌, 规定墨伽拉人必须……” 这些诗句并非在指责他的怯懦,我们深知它们在指责什么;倘若那些指责属实,相反的指责便是虚假的。但如果那些罪名没有一项适用于伯里克利,相反他在国事上做出了公道且必需的决断,那么他怎能不既免于责难,又理应获得所有的赞誉呢?难道他只是对拉栖代梦人才像出于一己之好斗那样抱有这种态度,而对其他人则卑躬屈膝吗?他可是认定比雷埃夫斯港对他们而言已是充分的基地,不许他们畏惧波斯大王或天下任何其他人,并向他们指出,他们的力量足以与全人类平分秋色:其他人或许在别处称霸,而他们则在整个海洋上称雄。然而,这些言行究竟是把懒惰、怯懦、软弱、卑琐和迟钝引入了城邦及其灵魂,还是我唯恐……?
- 136οὐδεμιᾶς ἄλλης πόλεως εἰκάσαι
不定式 εἰκάσαι 在此作结果或限制性状语(意为“以至于无法与任何其他城邦相比”)。属格 οὐδεμιᾶς ἄλλης πόλεως 表示比较对象,承前省略了指示其他城邦军事行动的名词。
- 136πεισθῶ
第一人称单数第一不定过去时被动语态虚拟式,在此作审虑虚拟式(deliberative subjunctive),表达修辞性的反问与断然否定(“难道我要被说服……吗?”),统领前面的宾格加不定式结构(τὸν οὕτως ὀξὺν ... τοῦτον ἢ αὐτὸν ἀργεῖν ἢ ἑτέρους ἐθίζειν)。
- 136Λακεδαιμονίοις εἶξαν αὑτῶν
反身代词属格 αὑτῶν 在此作分离属格或部分属格,与 εἶξαν 连用,意为“把属于自己的(领导权/地位)让给了拉栖代梦人”。动词 εἴκω 可同时支配让步对象的与格(Λακεδαιμονίοις)与所放弃之物的属格。
- 136πότερʼ οὖν φοβεῖσθαι τοὺς πολεμίους καὶ ὑποχωρεῖν, ἢ θαρρεῖν καὶ ὑπερφρονεῖν συνεθίζοντος τὴν φωνὴν εἶναι φῶμεν
审虑虚拟式 φῶμεν 统领宾格不定式短语(τὴν φωνὴν εἶναι),属格分词 συνεθίζοντος 作特征或归属的表语属格(predicate genitive of characteristic),构成“我们应当说这声音是属于教唆人们……之人的吗”的对比结构。
- 137ἐξ ἡμισείας οὖσαν πρὸς τοὺς ἄλλους ἅπαντας ἀνθρώπους
习语性介词短语 ἐξ ἡμισείας 意为“平分秋色地”或“对等地”,与介词短语 πρὸς τοὺς ἄλλους ἅπαντας ἀνθρώπους 连用,表示雅典的实力与全人类其余所有人的总和相匹敌、各占一半。
