- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:134-135
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者驳斥了伯里克利和苏格拉底使雅典人多嘴的指责,维护了言说技艺的崇高价值,并进而通过伯里克利积极的军事成就开始反驳他使雅典人游手好闲的诬告。
χρηστὲ, πάντας κοσμίους εἶναι καὶ τοῖς νόμοις ἐμμένειν, καὶ χρῆσθαί γε τοῖς ὀργάνοις τούτοις ὥσπερ ἐκεῖνον ἑώρων μετὰ παντὸς τοῦ βελτίονος. οὕτω καὶ Περικλεῖ μοί τις ἂν ἐγκαλέσαι δοκεῖ λάλους ποιεῖν· ὃς τοσοῦτον ἅπαντας καθεῖργεν ὥστε σιωπᾶν καὶ ἄκοντας αὐτῷ· καὶ τοσοῦτον ἀπεῖχε τοῦ τὸ πλῆθος ἐπαίρειν ὥστε καὶ τοὺς ῥήτορας ἡσυχίαν ἔχοντας ὡς τὰ πολλὰ παρείχετο. ὥστε εἰ μὴ καθʼ Ἡρακλέα, κατὰ γοῦν τὸν Ἰόλεων ἦν ἐπικάων,1 ὡς τὸ τοῦ κωμικοῦ ῥῆμα, τὰς κεφαλὰς τῶν πλειόνων. εἶτα λέγεις ὡς λάλους Ἀθηναίους Περικλῆς ἐποίησεν; ὥσπερ ἂν εἴ τις τὸν διδάσκαλον αἰτιῷτο τοὺς παῖδας λάλους ποιεῖν, ὅτι αὐτοῖς ἅπαντα ἐξηγεῖται. καὶ μὴν ὅ γε αὐτὸς οὗτος οὐδὲ φθέγγεσθαί ποτε αὐτοὺς εἴα, ἀλλὰ καὶ τῶν λόγων αὐτῶν μέρος ἦν αὐτῷ τὸ τὴν ἡσυχίαν ἄγειν εἰδέναι προστάττειν. οὐδὲ γὰρ Σωκράτη φαίην ἂν ἔγωγε ὡς ἐποίησεν Ἀθηναίους λάλους καὶ φιλονείκους, ὅτι πλεῖστα Ἀθηναίων ἐπὶ τῶν τραπεζῶν καὶ τῶν ἐργαστηρίων διελέγετο καὶ πρὸς τοὺς ἀστοὺς καὶ πρὸς τοὺς ξένους· οὐδʼ εἰς τοῦτον τὸ τοῦ Ἡσιόδου φέρειν,2 ἐπιτιμῶντος καὶ διακωλύοντος, "πὰρ δʼ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην·" ἀλλὰ καὶ τοῖς χαλκείοις ἂν αὐτὸν καὶ τοῖς ἄλλοις ἐργαστηρίοις θαρρούντως κελεύειν προσιέναι, οὗ τι μέλλουσι τοιοῦτον ἀκούσεσθαι ἢ τῶν νέων ἢ τῶν πρεσβυτέρων τινές. οὐ γὰρ ἂν εἴη φλυαρεῖν ἐθίζεσθαι τὸ τί τῶν χρησίμων ἀκούειν, ὥσπερ γε καὶ αὐτοῦ τοῦ Ἡσιόδου ταῦτα συμβουλεύοντος ἀκούοντες οὐκ ἀπολλύναι τὸν χρόνον ἡγούμεθα οὐδὲ χείρους γίγνεσθαι. εἰ δέ τινες Σωκράτους ἢ Περικλέους ἀκούοντες, εἶτα τῆς ἐκείνων δυνάμεως ἐπιθυμήσαντες κακῶς ἐμιμήσαντο, οὐ τοῦτό γε ἐκείνων αἴτιον. ἐκεῖνοι μὲν γὰρ τοῖς ἀκούουσι λέγοντες τὰ βέλτιστα οὕτως ἐπεδείκνυντο τὴν δύναμιν, οἱ δʼ ἁμαρτόντες τοῦ κεφαλαίου καὶ πρὸς οὐδὲν χρήσιμον τοὺς λόγους ἀναλίσκοντες εἰκότως ἂν τὴν μέμψιν φέροιντο καὶ οὐδὲ ταυτὸν ἂν ἐκείνοις, οἶμαι, δοκοῖεν ποιεῖν, ἀλλʼ αὐτὰ τὰ ἐναντιώτατα, ὥσπερ οἱ παρὰ τοὺς νόμους γράφοντες, νόμους δὲ ὅμως ὄνομα οἷς γράφουσι τιθέμενοι. Περικλῆς τοίνυν κάλλιστον νόμον περὶ δημηγοριῶν ἔθηκε, μηδαμοῦ τῆς σεμνότητος ὑφίεσθαι. πῶς οὖν τῆς περὶ ταῦτα ὀλιγωρίας αἴτιος; ἀλλὰ μὴν ὡς αὐτό γε οὐκ ἄτιμον τὸ δύνασθαι λέγειν οὐδʼ εἰς ὄνειδος φέρον, οὐδὲ κατηγορίας ἄξιον, οὐδέ γε συγγνώμης, ἀλλά τινος κρείττονος, αἰσχυνοίμην ἂν τοὺς λογίους θεοὺς, εἰ ζητοίην ἀποδεικνύναι, πλήν γε τοσοῦτον ἂν εἴποιμι, — ἐμοὶ γὰρ εἴη εἴ τις ἄλλος δυσχεραίνει καὶ τρέποιτο ἅπαν εἰς ἐμὲ,3 καὶ οὐ μέμψομαι τῷ δαίμονι—ὡς ἐγὼ δεξαίμην ἂν δύνασθαι λέγειν μετὰ χρηστοῦ βίου καὶ σώφρονος εἰς ὅσον οἷόν τε κάλλιστα ἀνθρώπων μᾶλλον ἢ μυριάκις Δαρεῖος ὁ Ὑστάσπου γενέσθαι· καὶ μικρά μοι πάνθʼ ὡς ἀληθῶς πρὸς τοῦτʼ ἤδη φαίνεται. οἶδα δὲ καὶ τὰ Πλάτωνος πράγματα, εἰ μὴ τετυφώμεθα, οὐδὲν ἄλλο σχεδὸν ὄντα ἢ λόγους, καὶ συγχαίρω τῆς λέξεως αὐτῷ, κἄν με προσπαίζων οὑτωσὶ πείθῃ, μὴ πάνυ τούτου φροντίζειν, οὐ πάνυ πείσομαι, ἀλλʼ εἴσομαι σφόδρα σπουδάζοντα, καὶ τηνικαῦτα μάλιστα ἡνίκʼ ἂν ὡς παίζων λέγῃ. ὥστε τὸν οἴκοι θησαυρὸν διαβάλλοιμεν ἂν εἰ ταῦτα διασύροιμεν. ἀλλʼ ὑπὲρ μὲν τούτων οὐδὲ λέγειν ἄξιον, ἀλλὰ τοσούτῳ ἧττον ὅσῳπερ ἂν ᾖ κρεῖττον τὸ δύνασθαι λέγειν. εἶεν. ἀργοὺς δὲ δὴ πῶς ἡμῖν ἐποίησεν Ἀθηναίους Περικλῆς; ἢ σὺ λίαν ἐνεργοὺς ἡμᾶς ποιήσεις, ἀναγκάζων πρὸς ἕκαστον τῶν εἰρημένων ἀποκρίνεσθαι, οὐχ οὗτός ἐστιν ὁ πανταχοῖ κομίζων ἐκείνους, οὐχ οὗτος ὁ μηδαμοῦ καθεύδειν ἐῶν, ἐπὶ μὲν Σάμῳ δέκατος αὐτὸς στρατηγῶν, ἀποκρύψας τοὺς ἄλλους ἅπαντας στρατηγοὺς καὶ δείξας ὄνομα ἄλλως ὄντας, καὶ τοὺς Σαμίους καταστήσας εἰς
贤明的人啊,他乃是教导所有人保持规矩并遵守法律,正如人们看到他那样,伴随着一切善美去运用这些器物。依我看,也有人会同样指责伯里克利让人变得多嘴;然而正是他如此严厉地约束众人,以至于他们在他面前即使违心也不得不保持沉默;他绝非煽动大众,反而使演说家们通常都保持静默。因此,若不说他是按照赫拉克勒斯的方式,至少也借用喜剧作家的话来说,他是按照伊奥劳斯的方式,烧灼了这大多数人的头颅。难道你随后竟要说,伯里克利使雅典人变得多嘴了吗?这正像有人因为教师向孩子们解说一切,便指责教师使孩子们变得多嘴一样。况且这位伯里克利本人甚至从不许他们出声,命令他们懂得保持安静本身就是其言论的一部分。因为我绝不会说苏格拉底使雅典人变得多嘴且好辩,只因他比任何雅典人都更常在钱庄和作坊里与公民及外邦人交谈;也不会说赫西俄德斥责并阻拦时的那句诗适用于他: “避开铜匠铺的坐席和温暖的闲谈所;”相反,他〔赫西俄德〕甚至会鼓励〔人们〕放胆前往任何青年或长者将要在那里听到诸如此类之事的铜匠铺和其他作坊。因为聆听某些有益之事绝不等于习惯于废话,正如我们聆听赫西俄德本人提出这些劝戒时,并不认为自己是在虚度光阴或变坏一样。然而,如果有人在听了苏格拉底或伯里克利的话之后,渴望获得他们的能力却拙劣地加以模仿,这绝不是那些人的过错。因为那些卓越之人是通过向听众言说最善之辞来彰显能力的;而那些错失要领、把言辞浪费在无益之事上的人,理应承担罪责,而且我认为他们绝不会被看作与那些伟人做着同样的事,反而是做了截然相反的事——正如那些制定违法决议、却仍然把他们所写的东西冠以“法律”之名的人一样。因此,伯里克利为民众演说确立了最美好的法则:绝不在威严上有丝毫退让。既然如此,他又怎会是轻视这些规矩的罪魁祸首呢? 再者,能言善辩本身绝非不光彩之事,既不招致羞辱,也不值得非难,甚至也不是值得宽恕,而是值得某种更崇高之物;倘若我试图证明这一点,我会在掌管言辞的神明面前感到羞愧。不过我只想说这么多——若有其他人嫌弃它〔演说能力〕,愿它归我所有,愿它全都转向我,我绝不抱怨神明——比起做一万次希斯塔斯佩斯之子大流士,我更宁愿获得伴随着善良与节制之生活的、在人类能力范围内臻于极致的演说能力;在这一追求面前,如今在我看来一切确实都显得微不足道。而且我知道,除非我们神智昏乱,否则柏拉图的作为几乎除了言论之外别无他物;我为他的文辞向他致贺,即便他如此半开玩笑地劝我不要对此太在意,我也绝不会被说服,反而会知道他极为严肃认真,尤其是在他表现得宛如戏谑之时。因此,如果我们贬低这些言论,我们便是在诽谤自己家中的珍宝。但关于这些根本不值一提,并且演讲能力越是崇高,就越无需多言。好吧。那么伯里克利究竟是如何替我们把雅典人变成游手好闲之徒的呢?抑或是你通过强迫我们对所说的每一句话作出回应,把我们逼得过于忙碌?难道不是他带领他们四处出征,不是他不许他们在任何地方安歇?在萨摩斯岛,他作为十将领之一亲自统军,掩盖了其他所有将领的光芒并证明他们只是虚有其名,并将萨摩斯人置于……
- 134ὥστε εἰ μὴ καθʼ Ἡρακλέα, κατὰ γοῦν τὸν Ἰόλεων ἦν ἐπικάων
此处由未完成式助动词 ἦν 与现在分词 ἐπικάων 构成迂回式未完成过去时(periphrastic imperfect),强调动作的持续与反复。这一表达借用了喜剧作家的词句,典引勒耳那水蛇神话中伊奥劳斯用火灼烧蛇颈以防新生头颅的典故,生动比喻伯里克利如何不断压制并扑灭大众纷乱多嘴的苗头。
- 134οὐδʼ εἰς τοῦτον τὸ τοῦ Ἡσιόδου φέρειν
不定式 φέρειν 在句法上承接前文主句动词 φαίην ἄν 所引导的间接引语结构,其宾格主语为 τὸ τοῦ Ἡσιόδου,φέρειν 此处作不及物用法(φέρειν εἰς τινα“适用于、指向某人”)。整句意为“我也不会说赫西俄德的这句诗适用于他(苏格拉底)”。
- 135ἐμοὶ γὰρ εἴη εἴ τις ἄλλος δυσχεραίνει καὶ τρέποιτο ἅπαν εἰς ἐμὲ
在这一插入句中,希求法动词 εἴη 与 τρέποιτο 用作表示愿望的希求法(optative of wish)。隐含主语为前文的 τὸ δύνασθαι λέγειν(“演说能力”);配合直陈式现在时的条件从句 εἴ τις ἄλλος δυσχεραίνει(“若有其他任何人嫌弃它”),说话人反用禳灾套语(τρέποιτο εἰς...),以属有与格 ἐμοί 表达愿望:“愿它归我所有,愿它全都转向我”。
