← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§132-133

卓越演说带来的秩序与对空谈的遏制

作者论证伯里克利无与伦比的演说绝非促使民众胡言乱语,反而使人因敬佩而自制或因自愧弗如而保持沉静。他援引悲剧诗人以及奥德修斯制服忒耳西忒斯的先例,说明卓越的演说家乃是混乱言辞的遏制者而非罪魁祸首。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§132

λέγειν ἐπειδάν τις εἷς ἄκρος ἐγγένηται,1 στέργειν ἀνάγκη τοὺς πλείους καὶ μὴ πολυπραγμονεῖν, ἀλλʼ ὡς οἷόν τε μάλιστα εὐλαβεῖς καὶ κοσμίους εἶναι περὶ τοὺς λόγους. οὐ γὰρ ἂν ᾧ γέ τίς ἐστι βέλτιστος, τούτῳ χείρους ἀπεργάζοιτο, ἄλλως τε καὶ πρὸς αὐτὰ ταῦτα ἃ βέλτιστός ἐστιν. ὥσπερ γὰρ ἐν τοῖς κατὰ τὸν βίον πράγμασιν ὅστις ἑαυτὸν κόσμιον παρέχει καὶ σώφρονα καὶ τοῖς πᾶσιν εὔτακτον, οὐδʼ ἂν εἷς εἴποι δή που τοῦτον ὡς ταύτῃ διαφθείρει τοὺς ἐντυγχάνοντας, ὅτι μὴ καὶ τοῦ σωφρονεῖν παράδειγμα πάντες ἂν αὐτὸν εἶναι φαῖμεν,2 εἴπερ αὐτοὶ μέλλομεν δόξειν σωφρονεῖν, οὕτω κἀν τοῖς λόγοις ὅστις τὴν τοῦ καλοῦ καὶ πρέποντος φυλακὴν ἔχει καὶ μηδαμοῦ παρορᾷ τὸ βέλτιον, μηδʼ ἀμελεῖ τοῦ περὶ ταῦτα κόσμου, τὸ σὸν, ὦ Πλάτων, ποιεῖ, τό γε σύμπαν τοῦτο ὡς κόσμος ἐκλήθη λογιζόμενος, ἀλλʼ οὐχὶ ἀκοσμία οὐδʼ ἀταξία οὐδὲ τῶν περὶ ταῦτα ὀνομάτων οὐδέν. καὶ τοὺς κρείττους εἰς ὅσον οἷόν τʼ ἐστὶν ἐν τοῖς αὑτοῦ μιμούμενος. οὐκ ἂν οὖν εἴη φλυαρίας αἴτιος, οὐδʼ ἡγεμὼν, οὐδʼ ἀταξίας, οὐδὲ τῶν αἰσχρῶν οὐδενὸς, οὐ μᾶλλόν γε ἢ τὸν γυμναστὴν ἐθίζειν ἀμελεῖν τοῦ σώματός ἐστʼ εἰπεῖν ᾧ γε ὅπως τὸ σῶμα καλῶς ἕξει μέλειν ὁ σοφὸς Πλάτων φησίν. ἐὰν δὲ δή τις καὶ τὸν βίον ἐξ ἴσου τοῖς λόγοις καταστήσῃ καὶ μὴ μόνον λέγων εἰς κάλλος, ἀλλὰ καὶ ζῶν ᾖ φανερὸς, πῶς οὗτος ἐθίζει λαλεῖν ἢ καὶ ἄλλʼ ὁτιοῦν ποιεῖν ἄνευ τῆς τοῦ βελτίονος μοίρας; ἐγὼ μὲν οὐκ ἔχω πεισθῆναι. ἀλλὰ δυοῖν ἔμελλον, οἶμαι, θάτερον οἱ τότʼ ἐκείνῳ συνόντες ἢ ζηλώσαντες αὐτοῦ τὴν δύναμιν, χρηστόν τι καὶ παραπλήσιον κατὰ τοὺς λόγους ἐπιτηδεύειν, καὶ ὅσῳ μᾶλλον ἐτίμων κἀκεῖνον καὶ τοὺς λόγους, τοσούτῳ κοσμιώτερον καὶ σωφρονέστερον αὑτῶν ἕξεσθαι καὶ πάσης παρανομίας ἀφέξεσθαι, ἢ καὶ παντάπασιν ἀπογνόντες καὶ νομίσαντες κρεῖττον ἢ καθʼ αὑτοὺς εἶναι τὸ πρᾶγμα τὴν ἡσυχίαν σχήσειν3 καθαρῶς, ὡς τὸ μὲν εἶναι ῥήτορα τοῦτο ὂν, ὅπερ ἦν ὁ Περικλῆς, αὐτοῖς δʼ οὐκ ἐξ ἴσου τὴν τύχην οὖσαν. ὥστε καὶ οὕτως κἀκείνως ἥκιστα ἔμελλον ἔσεσθαι λάλοι. ὁρῶ δέ τοι καὶ περὶ τὴν τραγῳδίαν Αἰσχύλον μὲν αἰτίαν οὐ σχόντα ὡς εἰσαγάγοι λαλιὰν, οὐδὲ τὸν ἥδιστον εἰπεῖν Σοφοκλέα οὐδαμοῦ ταῦτʼ ἀκούσαντα ὡς ἐπῆρεν Ἀθηναίους λαλεῖν, ὅτι, οἶμαι, τῆς σεμνότητος ὡς οἷόν τε μάλιστα ἀντείχοντο καὶ κρείττονα ἢ κατὰ τοὺς πολλοὺς τὰ ἤθη παρείχοντο· Εὐριπίδην δὲ λαλεῖν αὐτοὺς ἐθίσαι καταιτιαθέντα, ἀφελεῖν τι δόξαντα τοῦ βάρους καὶ τῶν καιρῶν, καὶ μετʼ ἐκεῖνον αὖ πλεῖν ἢ σταδίῳ λαλίστερα4 Ἀριστοφάνης μειράκια γενέσθαι φησὶν, ἅτʼ, οἶμαι, τοσοῦτον Εὐριπίδου λειπόμενα κατὰ τὴν ποίησιν. τοῦ γὰρ κόσμου κατὰ μικρὸν ὑπορρέοντος εἰς τοῦτο ἔδει τὸ ἁμάρτημα κατενεχθῆναι καὶ δοκεῖν λαλεῖν μᾶλλον ἢ ποιεῖν. οὕτω δὴ καὶ περὶ τοὺς λόγους τοὺς πολιτικοὺς οὐχ ὁ σεμνότατος οὐδʼ ᾧ τῶν ῥημάτων ὁ νοῦς ἡγεῖτο, οὐδʼ ὃς ἄνευ μὲν φρονήματος οὐκ ᾤετο δεῖν λέγειν, τὸ φρόνημα δʼ ἐξ ἁπάντων ὧν ἑαυτῷ συνῄδει δικαίως ἐκέκτητο, οὐχ οὗτος ἦν ὁ λάλους ἀντὶ κοσμίων ποιήσας, ἀλλὰ οὗτος ὁ κωλύων εἶναι λάλους τὸ καθʼ αὑτόν. οὔκουν ὅ γε Ὀδυσσεὺς οὐδὲ ὁ Νέστωρ αἰτίαν ἔσχον ὡς διαφθείροντες τῶν Ἀχαιῶν τὸ στρατόπεδον, ἀλλʼ ὁ Θερσίτης μᾶλλον, "ὅς ῥʼ ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδει μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσι." διὸ καὶ κατεῖχεν αὐτὸν ὁ τῷ Περικλεῖ προσόμοιος ῥήτωρ καὶ οὐκ εἴα λαλεῖν. σὺ δὲ ποιεῖς παραπλήσιον ὥσπερ ἂν εἴ τις τὸν Ὀδυσσέα τότε ᾐτιᾶτο θόρυβον ἐν τῷ στρατοπέδῳ ποιεῖν, ὃς τοὺς ἄλλους τοῦ θορυβεῖν ἔπαυεν· ὥσπερ ἂν εἰ καὶ τὸν Ἡρακλέα φαίης τοὺς ἀνθρώπους ἐθίζειν αὐθάδεις εἶναι καὶ θρασεῖς, ὅτι τοῖς τόξοις καὶ τῷ ῥοπάλῳ περιῄει χρώμενος, τοὐναντίον γε πᾶν ἐθίζων, ὦ

在言辞方面也是如此,每当出现一位登峰造极的人物时,大多数人必然感到知足而不妄生事端,反而在言论上尽可能保持审慎而守序。因为任何人断不至于用自己最卓越的品质把人引向恶劣,尤其是在他本人最擅长的这些事情上。正如在人生的处世中,凡将自己展现为守序、克制且凡事井井有条之人,绝无人会说他以此败坏了与他交往的人——除了这一点外:倘若我们自己想要显得克制,我们所有人都会说他正是克制的典范——在言论中也是如此,凡坚守美好与得体,绝不忽视更善之物,且不懈怠于维系秩序者,便是在践行你的主张,柏拉图啊!他思量到这整个宇宙被称为“秩序”(科斯莫斯),而非无序或混乱或任何诸如此类的名称,并在自己的作为中尽可能模仿那些更卓越的存在。因此,他绝不可能是多嘴、无序或任何丑陋之事的起因或导师,正如人们绝不能说体育教师是在使人习惯于忽视身体一样——那位智慧的柏拉图曾说,体育教师的职责正是关心身体如何处于良好状态。 如果有人不仅在言论上致力于美,而且在生活上也昭然可见地使生命与言辞等量齐观,那么这个人又怎会使人习惯于多嘴或从事任何缺乏善质的事呢?我个人是无论如何无法被说服的。我认为,当时与他交往的人必定面临两者之一的选择:要么钦慕他的能力,而在言论中钻研某种高尚而相仿的品质,并且他们越是敬重他本人及其言论,就会越发守序自制并远离一切越轨行为;要么彻底绝望,认为此事远非自己能力所及,从而纯粹保持静默,因为他们意识到,所谓演说家就是伯里克利那样的境界,而他们自己并未享有同等的命运。因此,无论从前一种情况还是后一种情况来看,他们都绝不可能成为多嘴之人。 我确实也看到,在悲剧方面,埃斯库罗斯并未因引入多嘴之风而受到谴责,言辞最为甜美的索福克勒斯也从未听到指责说他煽动了雅典人去多嘴——我认为这是因为他们尽可能坚持了庄严,并展现出超越常人的崇高风尚;而欧里庇得斯则被指责使他们习惯于多嘴,因为他似乎削弱了庄重感与恰切时机;在他之后,正如阿里斯托芬所说,又出现了多嘴程度胜过他一斯塔德以上的年轻后生,我认为这是因为他们在诗艺上远逊于欧里庇得斯。因为当秩序逐渐衰退之时,必然会堕入这一过失,显得是在多嘴而非在创作。正因如此,在政治言论中,绝不是那位最庄严之人、那位思想统领言辞之人、那位认为不可没有气度而言说且从自知的一切中名正言顺地获得气度之人使他们成了多嘴之人而非守序之人;相反,正是他尽其所能阻止了他们成为多嘴之人。奥德修斯和涅斯托尔绝未因败坏阿开奥斯人的营垒而受到非难,受非难的反倒是忒耳西忒斯: “他心中知晓许多杂乱无章的言语, 毫无道理且不守规矩地与诸王争吵。” 因此,那位与伯里克利相仿的演说家制止了他,不许他多嘴。而你的所作所为,正如若有人在当时指责奥德修斯在营垒中制造骚乱一样——而实际上正是奥德修斯阻止了其他人的骚乱;又好比你说赫拉克勒斯使人们习惯于傲慢与狂妄,只因他手持弓箭与木棒四处行走,尽管他所教导的完全相反,哦……

语法注4 条
  1. 132λέγειν ἐπειδάν τις εἷς ἄκρος ἐγγένηται

    承接上一语言块结尾的“οὕτω δὴ καὶ”(正如……),不定词 λέγειν 通过倒装前置于连词 ἐπειδάν 之前,既与主节构成“λέγειν... στέργειν ἀνάγκη”(在言说方面……必然感到知足)的骨干结构,同时限定 ἄκρος,表示“在言辞上登峰造极”。

  2. 132ὅτι μὴ καὶ τοῦ σωφρονεῖν παράδειγμα πάντες ἂν αὐτὸν εἶναι φαῖμεν

    短语 ὅτι μή 为固定用法,意为“除非 / 除了……之外”,在此用于引出前文全称否定“οὐδʼ ἂν εἷς εἴποι”(绝无人会说)的例外情况。阅读时易误作为普通的 ὅτι 引导的宾语从句,实为限定性的除外分句。

  3. 132ἀλλὰ δυοῖν ἔμελλον, οἶμαι, θάτερον οἱ τότʼ ἐκείνῳ συνόντες ἢ... ἐπιτηδεύειν... ἢ... τὴν ἡσυχίαν σχήσειν

    短语 δυοῖν θάτερον(两者之一)作为先导同位成分,由后接的相关结构“ἢ+不定词(ἐπιτηδεύειν)…… ἢ+不定词(σχήσειν)”(要么操练……要么保持沉默)加以具体展开,两个不定词均从属于主动词 ἔμελλον。

  4. 133πλεῖν ἢ σταδίῳ λαλίστερα

    πλεῖν 为 πλέον 的缩略形式;与格 σταδίῳ 表示程度差额(差额与格),与比较级形容词 λαλίστερα 连用,字面意为“多嘴的程度超过了一斯塔德(赛跑距离)以上”,是援引阿里斯托芬喜剧时使用的夸张口吻。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:132-133