- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:130-131
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引喜剧诗人、修昔底德和柏拉图的见证,论证了伯里克利在演说上具有无可比拟的卓越性,他不仅没有放任公民胡言多嘴,反而带来了更多的沉静与自制。
"ῥήτωρ γάρ ἐστι νῦν τις ὧν γʼ ἐστὶν λέγειν;1 ὁ Βουζύγης ἄριστος ἁλιτήριος." οὕτως ἴσασιν οὕς τε προσήκει διασύρειν ἐπὶ τοῖς λόγοις καὶ οὓς ἄξιον θαυμάσαι. ἆρʼ οὖν ὁ τοσοῦτον αἱρῶν τοὺς ῥήτορας, τὴν πειθὼ δὲ ἐπὶ τῶν χειλῶν ἔχων, τοσαύτης δὲ αἰδοῦς παρὰ πάντων τυγχάνων, τοιαῦτα δʼ ἀκηκοὼς ὑπὸ τῶν ἅπαντας ἐρευνώντων περὶ τἄλλα καὶ εἰς αὐτὸ τοῦτο κωμῳδούντων ὡς ἀδυνάτους εἰπεῖν, φλυαρίαν τινὰ καὶ λαλιὰν ἐπεδείκνυτο ἐν ταῖς ἐκκλησίαις, ἢ παντὸς ἀνδρὸς πρᾶγμα διεπράττετο, ἀλλʼ οὐ πολλῇ τινι τῇ περιουσίᾳ χρώμενος οὕτω διεγίγνετο, πόρρω μὲν αὐτὸς ὢν τοῦ ληρεῖν, πλεῖστον δὲ τοὺς ἄλλους ἐθίζων ἀπέχειν; σκεψώμεθα γὰρ τί τῆς λαλιᾶς ἐστὶ καὶ τί τῶν λόγων τῶν ἐμφρόνων. λαλιᾶς μὲν οἶμαι διὰ κενῆς ληρεῖν καὶ εἰς μηδὲν δέον καὶ διατρίβειν τηνάλλως, λόγων δὲ ἀληθινῶν τῶν καιρῶν καὶ τῶν πραγμάτων στοχάζεσθαι καὶ τὸ πρέπον σώζειν πανταχοῦ. τούτοις γοῦν ἕπεται καὶ τὸ κρατεῖν οἶμαι καὶ τὰς ψυχὰς προσάγεσθαι τῶν ἀκουόντων. ὁ τοίνυν Περικλῆς τοσοῦτον νικῶν καὶ τοσαῦτα ἀφʼ ὧν ἐνίκα πράττων λάλος μὲν ἥκιστα οἶμαι, λέγειν δὲ ἄριστος εἰκότως ἐνομίζετο. καὶ μὴν ἐν οἷς γε καὶ τοὺς ἄλλους αἰτιῶνται, ἅμα τοῦτόν τʼ ἀφιᾶσι καὶ τίνας ἀντὶ τούτου προσήκει μέμφεσθαι διδάσκουσιν. εἰ δὲ δεῖ καὶ σεμνοτέρου μάρτυρος, σκόπει τί φησιν ὁ Θουκυδίδης ἐν τοῖς περὶ αὐτοῦ λόγοις. εὑρήσεις γὰρ ἁπανταχοῦ μεμνημένον ὡς ἀρίστου λέγειν καὶ οὐδʼ ἀμφισβήτησιν δόντα ὅτι μὴ καὶ πράττειν οὗτός γε πρὸς τῷ λέγειν προστίθησιν,2 ἐπειδὰν πρῶτον αὐτὸν εἶναι φῇ. καὶ οὗτος ὁ μάρτυς, ὦ χρηστὲ, τῶν Ἀντιφῶντος ἑταίρων ἐστὶ καὶ ἅμα ὡς τὸ εἰκὸς καὶ ἐφʼ ἑαυτῷ τι φρονῶν, ἀλλʼ ὅμως ἀποδίδωσιν ἐκείνῳ τὰ πρέποντα. ἦ που σοί γε τῷ τὴν Ἀσπασίαν ἐπαινοῦντι πρὸ τοῦ Ἀντιφῶντος συγχωρητέον ταῦτα. καὶ τί δεῖ Θουκυδίδου λοιπόν; ἥκει γὰρ πρὸς τοὔσχατον τῆς μαρτυρίας ὁ λόγος. αὐτὸς γάρ ἐστι Πλάτων ἡμῖν ὁ τὴν Ἀσπασίαν ὑμνῶν ὡς διδάσκαλον θαυμαστὴν ῥητορικῆς, καταφεύγων ἐπὶ τὸν Περικλέα καὶ διʼ ἐκείνου πιστούμενος καὶ διαρρήδην γε οὑτωσὶ διαφέροντα τῶν Ἑλλήνων αὐτὸν προσειρηκώς· τοσοῦτον φαίνεται τῷ Περικλεῖ νέμων εἰς λόγους. καίτοι οὐ δή που τοῦ μὲν Ἀσπασίᾳ μετεῖναι λόγων σημεῖον ἦν Περικλῆς οὕτω λέγων, τῆς δʼ αὐτοῦ Περικλέους δυνάμεως ἑτέρωθεν χρὴ τὸ σύμβολον ζητεῖν· οὐδέ γε ὑπὲρ μὲν Ἀσπασίας διαφέροντα τῶν Ἑλλήνων αὐτὸν ἔδει προσειπεῖν, τῷ δὲ καθʼ αὑτὸν πράγματι μηδενὸς βελτίω τῶν πολλῶν. καὶ οὐκ ἐνταῦθα μόνον ταῦτʼ εἴρηκε περὶ τοῦ ἀνδρὸς, ἀλλὰ καὶ ἑτέρωθι εἰκότως φησὶ τέλεον τὸν Περικλέα τὴν ῥητορικὴν γενέσθαι συγγενόμενον Ἀναξαγόρᾳ. ἀλλὰ μή πω πᾶν τοῦτο. ἀλλʼ ὅτι γε ὡμολόγηκε τέλεον γενέσθαι κατὰ τοὺς λόγους δῆλον. πῶς ἂν οὖν ὁ τοσοῦτον ὑπερέχων καὶ μόνος πᾶσι τοῖς κριταῖς νικῶν τὴν τοῦ φλυαρεῖν εἰκῆ καὶ παρὰ καιρὸν Ἀθηναίους ἀνεῖναι φέροιτʼ ἂν δόξαν;3 ἐγὼ μὲν γὰρ τοὐναντίον ἡγοῦμαι, σιωπῆς αἴτιον αὐτὸν πλείονος ἢ προπετείας καταστῆναι. ἴσμεν γοῦν ὅτι κἀν ταῖς ἄλλαις δή που δυνάμεσιν οὗ μὲν πολλοὶ παραπλήσιοι καὶ ἐφάμιλλοι πρὸς ἀλλήλους, πολλὰ τὰ πράγματα καὶ πλείων ἡ ἔρις, ἐπειδὰν δέ τις εἷς ὑπέρσχῃ λαμπρῶς, ἅπαντες ἤδη συγκεχωρήκασιν. οὕτω δὴ καὶ
“在应当言说的人中,如今难道还有谁是演说家吗? 那个恶棍布齐格斯就算是最优秀的了。” 由此可见,他们深知在言论上应当嘲讽谁,又值得赞赏谁。 那么,这位如此遥遥领先其他演说家、将劝服置于唇齿之上、受到所有人如此敬重,且从那些在其他事上彻底审视众人并恰恰在这一点上因其无能言说而加以喜剧嘲讽的人那里听到如此赞誉的人,难道会在公民大会中展现某种荒唐多嘴之辞,或者仅仅行凡夫俗子之举,而不是凭借某种极大的卓绝力量度过一生,使自己远离胡言乱语,并最严格地使其他人也远离这些吗? 因为且让我们考察一下,何者属于多嘴,何者属于明智之言。多嘴,我认为,是在虚妄之中胡言乱语、毫无必要且徒然耗费时日;而真正的言论,则是瞄准时机与事态本身,在处处保全得体适度。我认为,战胜对手并俘获听众的心灵,正是随之而来的结果。因此,那位如此所向披靡、并凭借自己赖以取胜的言论成就了如此功绩的伯里克利,我认为绝非多嘴之人,而是理所当然地被视为最善于辞令者。况且,即便在他们指责其他人的地方,他们同时也免除了对他的非难,并教导我们应当代替他去谴责谁。 如果还需要更庄严的证人,请看修昔底德在关于他的论述中是如何说的。因为你将发现,修昔底德处处都将他记述为最善于言辞之人,并且绝不容置疑,唯一的补充是,每当他说伯里克利是第一人时,他不仅提到其言辞,还加上了他善于行动。我的好朋友啊,这位证人是安提丰的同伴之一,同时自然也对自己的才能颇为自负,但他依然给予了伯里克利应得的尊荣。对于你这位将阿斯帕齐娅推崇在安提丰之上的人来说,必定更应当承认这些了。 那么此后何须修昔底德呢?因为论证已经达到了证言的最高峰。因为正是柏拉图本人向我们赞美阿斯帕齐娅是令人惊叹的修辞学教师,同时求助于伯里克利并通过他来确立论点,甚至如此明确地称他在希腊人中出类拔萃;由此可见他在言论方面给予了伯里克利何等崇高的地位。然而,绝不能说伯里克利的如此善辩仅仅是阿斯帕齐娅精通言辞的证明,而伯里克利自身的力量却必须从别处寻找标记;也绝不能说他仅仅为了阿斯帕齐娅的缘故才应当被称为在希腊人中出类拔萃,而在其自身的实质上却并不比大众中的任何人更优秀。而且柏拉图不仅在此处对这个人说了这些话,在其他地方他也说,伯里克利通过与阿那克萨哥拉结交而在修辞学上达到完备,是理所当然的。不过且慢全部展开这一点。但他承认伯里克利在言论上臻于完备,这一点是显而易见的。 那么,这位如此卓越、唯独他在所有评判者面前皆获胜利的人,怎么会背负放任雅典人随意且不合时宜地胡言乱语的名声呢?因为在我看来恰恰相反,他所造成的乃是更多的沉静,而非轻率妄言。无论如何,我们知道在其他各种能力中也是如此:凡是许多人彼此相仿且互为竞争对手之处,事情便繁复,争端也更多;但只要有一人光芒万丈地脱颖而出,所有人便早已甘拜下风。正如——
- 130ὧν γʼ ἐστὶν λέγειν
此处省略了作部分属格(修饰 τις)的先行词 τούτων;关系代词 ὧν 或是与 ἐστὶν + 不定式 λέγειν 构成表职责的表语属格(“理应言说”),或是受省略的先行词吸引而变为属格(配非人称结构 ἔστιν + λέγειν,“能够言说”),意为“在那些应当/能够言说的人当中”。
- 130ὅτι μὴ καὶ πράττειν οὗτός γε πρὸς τῷ λέγειν προστίθησιν
短语 ὅτι μή 是表示“除……之外”(except that)的习惯用法,承接前文的否定表达(οὐδʼ ἀμφισβήτησιν δόντα)以引入例外:“除了他在善辩之外还加上了善于行动这一点之外”。
- 131τὴν τοῦ φλυαρεῖν εἰκῆ καὶ παρὰ καιρὸν Ἀθηναίους ἀνεῖναι φέροιτʼ ἂν δόξαν
带冠词的不定式短语 τοῦ ἀνεῖναι 作为同格/解释性属格修饰名词 δόξαν,而 ἀνεῖναι 则支配宾格加不定式结构(Ἀθηναίους φλυαρεῖν)。句式采用了大跨度倒置(hyperbaton),其核心结构为 τὴν δόξαν τοῦ ἀνεῖναι Ἀθηναίους φλυαρεῖν εἰκῆ καὶ παρὰ καιρόν。
