- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:128-129
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者驳斥了伯里克利使雅典人变得空谈多嘴的指责,指出其卓越的修辞与严谨的操守反而规训了民众,并开始引述生性好讥讽的喜剧诗人们的证言来确证其无与伦比的雄辩力量。
ἀλλὰ πῶς ἂν εἴποιμι εὐπρεπῶς; σφόδρα τῶν λόγων γίγνει.1 ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι πρῶτον μὲν οὐ τῶν Περικλέους καιρῶν, ἀλλὰ τῶν ὕστερόν ἐστι τὸ τῆς λαλιᾶς ἔγκλημα τοῦτο, ὑπʼ ἀνδρῶν οὐδὲν ὁμοίων ἐκείνῳ γενομένων. ἔπειτα καὶ τὸ εἰκὸς οὕτω σώζεται, ὡς πάντες μᾶλλον ἢ Περικλῆς ἐπηρκὼς ἂν εἴη λαλεῖν αὐτοὺς, καὶ τοσοῦτον ἥττων ἐκείνου ἡ αἰτία—καὶ μηδεὶς θαυμάσῃ τὸ παράδοξον— ὅσῳπερ ἀμείνων ἦν λέγειν, εἰ δὴ τοῦτό γʼ ἀληθές ἐστιν.2 εἰ μὲν γὰρ αὐτὸς ὅπως ἔτυχε τοὺς λόγους μετεχειρίζετο, ἢ κατήγαγεν εἰς φαῦλον τὸ πρᾶγμα, ὡς παντὶ τῷ βουλομένῳ λαβεῖν εἶναι, εἰκότως ἂν πολλοὺς ἐδόκει διαφθεῖραι καὶ πεῖσαι λαλεῖν τοῦ φρονεῖν ἀμελήσαντας, ὥσπερ οἵ τι τῶν ῥᾳδίων ἄλλο προδείξαντες ταχέως πολλοὺς ἐπισπῶνται. ὅτε δὲ αὐτὸς ἐν κόσμῳ καὶ νόμῳ καὶ μετὰ παντὸς τοῦ γιγνομένου καλοῦ τοὺς λόγους ἐδείκνυεν αὐτοὺς καὶ τὸ τοῦ Λάχητος, εἰ δὲ βούλει Πλάτωνος, ὁμοῦ συνδιέσωζεν, οὐδὲν χείρω τῶν λόγων τὸν βίον παρεχόμενος, πῶς ἂν εἴη διεφθαρκὼς Ἀθηναίους, ἢ πῶς λάλους εἶναι πεποιηκὼς, ὅς γε κἀν τοῖς λόγοις αὐτοῖς τὸ μηδὲν φαύλως μηδʼ εἰκῆ τιμήσας φαίνεται; τοὐναντίον γὰρ ἔμοιγε πᾶν αὐτοὺς ἐθίσαι δοκεῖ, μήτε λέγειν ὅπως ἔτυχε μηδὲν μήτε ποιεῖν ἀπὸ τοῦ πρώτου παραστάντος. τριῶν γοῦν ἕν γέ τι δεῖ λελύσθαι· ἢ γὰρ οὐδὲν φαῦλον οὐδὲ αἰσχρὸν λάλους εἶναι, ἢ Περικλῆς οὐκ ἂν εἴη λάλους πεποιηκὼς, εἴπερ ἦν ἀγαθὸς λέγειν, ἢ δή τοι τό γε τρίτον, Περικλῆς οὐ δεινὸς λέγειν, οὐδʼ ὑπὲρ τοὺς ἄλλους. οὐκοῦν ὡς δεινὸς καὶ ὡς ὑπὲρ τοὺς ἄλλους λοιπὸν ἂν εἴη διδάσκειν. τίνες οὖν ἂν μᾶλλον ἀξιόχρεῳ γένοιντο ἐπαινέται καὶ μάρτυρες τῆς ἐκείνου δεινότητος καὶ δυνάμεως ἢ οἷς συνηθέστερον ψέγειν ἅπαντας ἢ κοσμεῖν; εἰ γὰρ οὗτοι φανεῖεν διδόντες τὴν ψῆφον, σχολῇ γʼ ἂν ἄλλος τις ἀποστεροίη. ἐπὶ δʼ ἄλλου μέν τινος πράγματος σκήπτεσθαι μάρτυρι κωμῳδοδιδασκάλῳ τάχʼ ἂν οὐκ ἰσχυρὸν ἦν, εἰς δὲ λόγων κρίσιν μήποθʼ οὕτως σεμνὸς γενοίμην ὥσθʼ ὑπεριδεῖν τῶν ἀνδρῶν τούτων ὡς οὐδενὸς ἀξίων. λέγω δὲ ἤδη ταῦτα πρὸς οὓς ἔξεστι. τῶν δὲ βεβήλων ὀλίγος ὁ λόγος. πάντως οὐδὲν δεῖ πύλας αὐτοὺς ἐπιθέσθαι τοῖς ὠσὶν, ἀλλʼ ἐπίκεινται πάλαι· τοὺς δὲ λέληθε καὶ αὐτὸ τοῦτο, οὕτω παντάπασιν ἀναισθήτως ἔχουσι καὶ τοσοῦτόν εἰσι πόρρω τῶν ἱερῶν. οὐκοῦν τῶν μαρτύρων ἡμῖν τῶν εἰς τοὺς λόγους κεκλημένων τῷ Περικλεῖ καὶ οἷς οὐκ ἐλάχιστον μετεῖναι φαίημεν ἂν τῆς περὶ ταῦτα ἐμπειρίας ὁ μὲν τῶν Ἑλληνίδων μεγίστην τὴν ἐκείνου γλῶτταν εἴρηκε, λέγων μὲν ἴσον τι καὶ φωνὴν, ἀναμίξας δέ τι τῆς παρὰ τῆς τέχνης πικρίας τοῖς ἀπὸ τῆς ἀληθείας. ὅμως δʼ οὐκ ἐξέφυγε τὸ μὴ οὐ τὰ πρῶτα δοῦναι3 τῷ ἀνδρὶ, μηδʼ ἐνδείξασθαι τὴν μεγαλοπρέπειαν τὴν περὶ τοὺς λόγους αὐτοῦ· ὁ δʼ ἀστράπτειν καὶ βροντᾶν καὶ κυκᾶν αὐτόν φησι δημηγοροῦντα. μὴ γάρ μοι τοῦτο εἴ τι μέμφεται αὐτοῦ, ἀλλʼ ὅσον εἰς τὸν παρόντα προσήκει λόγον τῆς μαρτυρίας λάβωμεν, ἔπειτα κἀκεῖνα μικρὸν ὕστερον, ἄν τι δέῃ, πρὸς ἡμῶν ὄντα φανήσεται. ὁ δὲ δὴ τρίτος ἄντικρυς ὥσπερ οὐδὲ κωμῳδίας οὗτός γε ποιητὴς, ἀλλʼ ὡς ἂν εἷς τῶν καλῶν κἀγαθῶν ἀνεπίφθονον αὐτῷ καὶ καθαρὰν τὴν μαρτυρίαν ἀποδέδωκε λέγων ὡς ἐκ δέκα μὲν ποδῶν ᾕρει τοὺς ῥήτορας ἐν τοῖς λόγοις, μόνου δὲ πειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσι· πάντα δʼ εἶναι φλυαρίαν πρὸς ἐκεῖνον. φησὶ γοῦν οὑτωσὶ δυσχεραίνων
然而,我该如何得体地表达呢?你变得过分执着于言辞了。不过我还是回到那个论点:首先,多嘴的这一指责并不属于伯里克利的时代,而是属于随后的时代,是由绝不同于他的人所造成的。其次,常理也得以保全:即任何其他人都会比伯里克利更有可能唆使他们多嘴;而且针对他的指责——愿无人对这一悖论感到惊异——恰恰在他更善于言辞的程度上变得更微不足道,如果这确实是真的。因为如果他自己随意敷衍地对待言论,或者将言论之事贬低为微贱之物,仿佛任何想取得的人都可以唾手可得,那么他被认为败坏了许多人、并说服他们忽视思虑而去空谈多嘴,便合情合理了,正如那些展示了其他容易之物而迅速吸引众人的人一样。但是,当他自己在秩序、法度以及所能产生的全部优美之中展现言论本身,同时保全了拉凯斯——或者你愿意的话,柏拉图——的原则,使自己的生活丝毫不逊色于自己的言论时,他怎么可能败坏了雅典人,或者怎么可能使他们变得多嘴?毕竟他在言论本身中也显然尊崇绝不卑俗、绝不轻率的原则。相反,在我看来,他使他们完全养成了既不随意妄言、也不凭第一念头行事的习惯。无论如何,三者之中必有一条得以确立:要么多嘴并非低劣或可耻之事;要么伯里克利如果确实善于言辞,就不可能使他们多嘴;要么第三,伯里克利并不精于言辞,也未曾凌驾于他人之上。那么,接下来要阐明的,自然就是他精于言辞且凌驾于他人之上。 那么,作为他雄辩才能与力量的称赞者与见证人,还有谁比那些习惯于责难所有人而非赞美所有人的人更具资格呢?因为如果这些人显现出为他投下赞成票,其他任何人就极难剥夺这一赞誉了。在其他任何事情上,以喜剧诗人为证人或许并不坚固,但在言辞的评判上,但愿我绝不至于自命不凡到将这些人视若无物而加以鄙夷。但我现在是对那些能够理解的人言说这些;至于那些未受教化的俗人,则不足介意。横竖他们根本不需要为耳朵安上门扉,因为门扉早已紧闭;然而他们连这一点都不曾察觉,他们是如此彻底地麻木不仁,距离神圣事物如此遥远。因此,在我们为伯里克利的言辞所召集的证人中,在那些我们称其在这类经验上绝不逊色的人中,有一位称他的舌头在希腊诸舌中最为宏大——此处言及舌头大抵等同于声音,并将技艺带来的尖刻掺入了出自真理的内容。然而他终究未能免于将头奖让给此人,也未能免于展示环绕其言辞的庄重雄伟;另一位则说他在公开发表民众演说时电闪雷鸣、震荡四方。因为纵使此人对他有何非难,且让我们不要介意,只取证言中适合当下论辩的部分;随后,若有需要,其余部分稍后也将显出是站在我们这一边的。而第三位则全然不像个喜剧诗人,倒像是一位高尚优秀的雅士,毫无嫉妒且纯粹地向他致以见证,说他在言辞上从十尺之后追上其他演说家,说唯有在他的唇齿之间有劝服的女神停歇,与他相比其他一切皆是胡言乱语。他在表示抱怨时,正是这样说道——
- 128σφόδρα τῶν λόγων γίγνει
属格 τῶν λόγων 与动词 γίγνει(γίγνῃ)连用,构成习惯表达,意为“过分偏向言辞/过分沉溺于言论”,以此讽刺对方在对话中过分拘泥于字句争辩的态度。
- 128ὅσῳπερ ἀμείνων ἦν λέγειν, εἰ δὴ τοῦτό γʼ ἀληθές ἐστιν
关联结构 τοσοῦτον ἥττων ... ὅσῳπερ ἀμείνων ἦν(他在演说上越优秀,对他的指责就越少)的后半部分。承接前文“愿无人对此悖论感到惊异”,论证越是顶尖的演说家,越能引导民众谨言慎行而非空谈漫议。
- 129οὐκ ἐξέφυγε τὸ μὴ οὐ τὰ πρῶτα δοῦναι
在含有否定意义的主动词 οὐκ ἐξέφυγε(未能逃避/免除)之后,带冠词的不定词附带双重否定 μὴ οὐ,构成典型的希腊语从属句式,意为“未能免于给予……”,即“不得不将第一名归于此人”。
