- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:126-127
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者论证了伯里克利兼具四主德(正义、节制、勇敢、智慧),并反驳了柏拉图在《高尔吉亚篇》中指责他败坏公民的观点。他还以狄俄提玛延缓瘟疫为喻,批评了将伯里克利死后才出现的城邦堕落归咎于他的不公做法。
ἰδίοις, ἀλλὰ κἀν τοῖς κοινοῖς. ὅσον τε γὰρ χρόνον ἐν τῇ εἰρήνῃ προὔστη, μετρίως ἐξηγεῖτο, φησὶν ὁ τἀκείνου καλῶς εἰδὼς—τοῦτο δʼ ἐστὶν ἐναντίον τοῦ βιαίως καὶ πλεονεκτικῶς, ὧν σὺ κατηγορεῖς—ἐπειδή τε ὁ πόλεμος συνέστη, μόνος ᾔδει τί πράττουσιν ὑπάρχει σωθῆναι.1 οὐκοῦν τῷ μὲν ἅπαντος κέρδους κρείττω παρέχειν ἑαυτὸν2 δικαιοσύνην ἀσκῶν δῆλος ἦν, τῷ δὲ τὸν ἐν τάξει βίον ἀντὶ τοῦ πρὸς ἡδονὴν προῃρῆσθαι σωφροσύνης πίστιν παρείχετο ἐμφανῆ, καὶ μὴν ἀνδρείας γε ἐν οἷς οὐ πρὸς χάριν οὐδʼ ὑποπεπτωκὼς, ἀλλʼ ὡς οἷόν τε μάλιστα ἐλευθέρως ὡμίλει τῷ δήμῳ. μόνος τοίνυν καὶ τὰ μέλλοντα ἔσεσθαι προειδὼς καὶ τοῖς παροῦσι χρήσασθαι δυνηθεὶς πῶς οὐκ ἂν σοφίας δικαίως δόξαν φέροιτο τῆς γέ που χρησιμωτάτης, εἴ τις ἀνθρωπίνως ἐθέλοι λογίζεσθαι; εἶθʼ ὃν ἐξ ἁπάντων τῶν τῆς ἀρετῆς μορίων ὑπάρχει προσειπεῖν, ἀνδρεῖον, δίκαιον, φρόνιμον, σώφρονα, τοῦτον Πλάτων μετὰ τῶν κολάκων ἠρίθμησε; λάλους γὰρ, φησὶν, Ἀθηναίους ἐποίησε καὶ ἀργοὺς καὶ δειλοὺς καὶ φιλαργύρους, εἰς μισθοφορὰν καταστήσας. περὶ μὲν δὴ λάλων, ὦ Πλάτων, καὶ ἀργῶν καὶ δειλῶν αὐτόθεν κατάβαλε,3 "μή που τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος," καὶ δῶμεν λαβὴν καθʼ ἡμῶν αὐτῶν, προσήκουσαν μὲν ἥκιστα, ὅμως δὲ τὸ τοῦ Ὁμήρου κἀνταῦθα νικᾷ τὸ "ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις." ἐγὼ μὲν γὰρ οὐδὲν ἂν εἴποιμι φλαῦρον οὐδὲ προαχθείην, μήποθʼ οὕτω μανείην· ἀλλʼ ἐμαυτοῦ πρότερον τὰ ἔσχατʼ ἂν καταγνοίην ἢ Πλάτωνα τῶν μεγίστων εὐφημιῶν ἑκὼν ἂν ἀποστερήσαιμι. ἕτεροι δʼ εἰσὶν ἴσως τινὲς οἷς ἔλαττον μέλει τῆς σῆς ἀξίας, ἄλλως τε κἂν προφάσεως εὐπροσώπου λάβωνται, ὡς ὑπὲρ ἀνδρῶν οὐδʼ αὐτῶν φαύλων οὐδʼ ἀξίων κακῶς ἀκούειν ἀμύνονται. ἐπεὶ ὅτι γε ᾔδειν καὶ περὶ τούτων λέγειν, ὡς οὐδὲ τούτοις ἔνοχος Περικλῆς, σιωπῆσαι χαλεπώτερον ἢ πειρωμένῳ δεικνύειν εὑρεῖν ὅ τι χρὴ λέγειν. πρῶτον μὲν οὖν ὡς οὐ λάλους ἐποίησε μέγιστον, οἶμαι, κἀνταῦθα σημεῖον τὸ μὴ ἐπὶ τῶν ἐκείνου χρόνων γενέσθαι τῇ πόλει τὴν διαβολὴν ταύτην, ἀλλʼ ὕστερον ἡνίκα τὸν μὲν ἤδη λαμπρῶς ἐπόθουν, τοὺς δὲ παρόντας πλείω λαλοῦντας ἢ φρονοῦντας εὕρισκον καὶ οὐδαμῶς τὸ τοῦ Περικλέους ἀγαθὸν σώζοντας. ὥστʼ ἐξ αὐτῶν ὧν τοὺς ὕστερον ᾐτιάσαντο καὶ ὧν ὑπὸ τῶν μετʼ ἐκεῖνον διεβλήθησαν τά γʼ ἐκείνου σεμνύνεται. ὥσπερ γὰρ ἰατροῦ χρηστοῦ τελευτήσαντος καὶ κατὰ πολλὴν τὴν ἄδειαν ἤδη διαιτωμένων ὕστερον ἡ νόσος ἐπελθεῖν ἴσχυσεν. ὥστʼ ἔκ γε τῶν εἰκότων οὐκ ἀφεῖσθαι μόνον τῆς αἰτίας, ἀλλὰ καὶ κατʼ αὐτὸ τοῦτο μειζόνως εὐδοκιμεῖν αὐτῷ προσῆκεν ἀντὶ τοῦ μέχρι τούτου τοῦ χρόνου,4 ὥσπερ ἡ Διοτίμα δέκα ἔτη τῆς νόσου δυνηθεῖσα ἀναβαλέσθαι τῇ πόλει εἰς εὐεργεσίας μέρος, οἶμαι, κατέθετο καὶ οὐδεὶς ἐκείνην αἰτιᾶται τῶν ὕστερον συμβάντων, ἀλλὰ τοῦ μὲν μὴ πρότερον συμβῆναι πάντες ἂν εἰκότως, τοῦ δὲ ὅλως οὐδείς. οὐ γὰρ ἐκείνη ταῦτα ἐποίησεν, ἀλλʼ εἰς ὅσον ἐξῆν ἐκώλυσεν· ὥστʼ οὐδʼ ἂν συμβεβηκὸς εἴη τὴν ἀρχὴν τό γε ἐκείνης μέρος. σὺ δὲ Μαντινικὴν μὲν ξένην καὶ Μιλησίαν5 ἐπίστασαι κοσμεῖν καὶ οὕστινας ἄν σοι δοκῇ πάνυ ῥᾳδίως μεγάλων ἠξίωσας, τῶν δὲ Ἑλλήνων τοὺς ἄκρους καὶ παρὰ πᾶσι βεβοημένους ἐν φαύλῳ καθαιρεῖς, οὐδὲν διαφερόντως ἢ εἴ τίς τινα τῶν μαγείρων ὡς ἀληθῶς, ἢ καὶ ἄλλο τι τῶν τυχόντων ἀνδραπόδων. αἴτιον δὲ οὐ τὸ ἀγνοεῖν τὴν ἀξίαν,
私人事务中,而且在公共事务中也是如此。事实上,正如深知其事迹的人所说,在他于和平时期居于领袖之位时,他始终温和地加以引导——这与你所指控的粗暴和贪婪恰恰相反;而当战争爆发时,唯有他一人知晓,雅典人做些什么才能得以保全。因此,因他使自己超脱于一切私利之上,足见他践行着正义;因他选择有秩序的生活而非纵欲的生活,便提供了节制的明证;至于勇敢,则体现在他与民众相处时既不奉承讨好,亦不卑躬屈膝,而是尽可能以极其自由开明的方式与他们往来。那么,一个既能独力预见未来、又能妥善应对当下的人,如果人们愿意本着人之常情来推论,他怎能不公正地赢得智慧的声誉——这无疑是最切实有用的智慧?然而,一个依凭美德的所有组成部分都可以被称作勇敢、正义、明智、节制的人,柏拉图竟然将他列入阿谀奉承之徒?因为柏拉图声称,伯里克利通过设立薪酬制度,使雅典人变得多嘴、懒惰、怯懦和贪财。关于多嘴,柏拉图啊,以及懒惰和怯懦,你还是立即放弃这种指控吧,“免得又有哪位神明激起特洛伊人”,也免得我们为反对自己提供把柄——尽管这把柄极不恰当,但荷马的那句话在此处依然适用:“你说出怎样的言辞,便会听到怎样的回音。”就我而言,绝不会说出任何卑劣之辞,也不会受唆使去这么做;但愿我绝不至于如此发狂!我宁可先判处自己极刑,也绝不愿故意剥夺柏拉图应得的最高赞誉。然而,也许另有一些人并不那么在乎你的尊严,尤其是当他们获得了一个堂皇的借口,自以为是在捍卫那些自身绝非凡庸、亦不该遭受恶评的人物之时。因为至于我也深知如何论述这些事情以证明伯里克利在这些指控上同样毫无过错,对于一个试图去证明的人来说,保持沉默反倒比找出应说的话更为困难。 首先,关于他没有使雅典人变成多嘴之辈,我认为此处最大的明证在于:这一恶名并非在他活着的时候降临于城邦,而是在后来,当人们已经无比怀念他,却发现当时的当权者空谈多于谋虑、根本无法保有伯里克利的卓绝才能之时才出现的。因此,正是从他们责怪后人的那些事情中,以及从他们被他之后的人所诋毁的那些事情中,伯里克利的名声反倒愈加显赫。因为这就像是一位良医去世之后,人们便在极度的放纵中生活,疾病随后才得以乘虚而入。因此,按照常理,他不仅应当免受指责,反而正因这一点,因直到那个时刻为止一直保全城邦而应当赢得更大的声誉;正如狄俄提玛能够为城邦将瘟疫推迟十年,我认为她将这记作自己的一桩恩德,没有人会因后来发生的事情而责怪她,相反,所有人理所当然都会赞许瘟疫未曾更早发生,而对于其最终爆发则绝无人归咎于她。因为并不是她造成了这些灾祸,而是在可能范围内加以阻拦;因此,就她个人而言,这灾祸原本根本不会发生。然而,你却懂得去赞美一位曼提尼亚的异邦女子和一位米利都的妇人,轻而易举地将崇高的评价赋予任何你中意的人,却将希腊人中最顶尖、受所有人赞颂的人物贬入微贱,丝毫无异于有人对待某个真正的厨子或任何其他寻常的奴隶。其原因并不在于不了解他们的价值,
- 126τί πράττουσιν ὑπάρχει σωθῆναι
间接疑问节“雅典人做些什么才能得以保全”的句式结构。现在分词 πράττουσιν 为与格,修饰非人称用法的动词 ὑπάρχει(有可能、具备条件),并兼作不定式 σωθῆναι 的逻辑主语,带有条件或伴随手段的色彩(“通过做什么”)。
- 126τῷ μὲν ἅπαντος κέρδους κρείττω παρέχειν ἑαυτὸν
带冠词不定式的与格(τῷ ... παρέχειν),与后面的 τῷ δὲ ... προῃρῆσθαι 并列,表示手段或根据(“通过展现自身为……”)。形容词 κρείττω(κρείττων 的收缩宾格阳性单数)在此充当 παρέχειν 的宾语补足语,支配属格 ἅπαντος κέρδους(“超脱于一切利益之上”),暗合修昔底德 2.65.8 中的名言。
- 126αὐτόθεν κατάβαλε
κατάβαλε 是动词 καταβάλλω 的第二人称单数不定过去主动态命令式。此处作为法庭与修辞用语,意为“撤回、放弃、驳回(指控或论点)”。与副词 αὐτόθεν(“当场、立即”)连用,意为“立刻撤回这一指控”。
- 127ἀντὶ τοῦ μέχρι τούτου τοῦ χρόνου
介词 ἀντί(“代替、换取”)支配带有定冠词的介词短语 τοῦ μέχρι τούτου τοῦ χρόνου(“直到此时期为止”)。该结构高度凝练,结合上下文指“因直到那时为止始终维系城邦这一功劳所应得的回报”。
- 127Μαντινικὴν μὲν ξένην καὶ Μιλησίαν
换称修辞(antonomasia),不直呼其名,而以出身地的女性形容词来代指人物:“曼提尼亚的异邦女子”指柏拉图《会饮篇》中的女祭司狄俄提玛(Diotima),“米利都的妇人”指《美涅克塞努篇》中提到的阿斯帕西亚(Aspasia)。与之形成鲜明对比的是被柏拉图贬低的“希腊人中最顶尖的人物”(如伯里克利等雅典政治家)。
