← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§124-125

伯里克利的言行一致与阿尔基比亚德之责

作者论证了伯里克利无论在言论还是行动上都践行了对话篇的理想,指出导致雅典走向毁灭的是阿尔基比亚德而非伯里克利,并批评柏拉图袒护阿尔基比亚德却指责伯里克利的自相矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§124

τῶν πόλεων,1 ὡς Περικλέα ποτὲ τῶν Ἀθηναίων ἑωρᾶτε, εἶτʼ ἀπηγόρευε πάλιν μὴ οὕτως ὥσπερ ἐκεῖνος προΐστασθαι. φαίνεται γὰρ βουλομένῳ σκοπεῖν ὀρθῶς2 κἀν τοῖς λόγοις κἀν τοῖς ἔργοις τὰ κεφάλαια τοῦ διαλόγου πεπληρωκὼς ἁνὴρ, λέγω τοῖς μὲν λόγοις οἷς διεξῄει πρὸς τὸ πλῆθος ἑκάστοτε, τοῖς δὲ ἔργοις ἅ τε αὐτὸς αὐτοῖς ἐπὶ τοῦ βίου τοῦ καθʼ ἡμέραν ἐπεδείκνυτο, ἄξια τῆς παρρησίας ταύτης καὶ κακῶν ὧν ἐπὶ τῶν ἐκείνου καιρῶν ἀπέσχετο ἡ πόλις.3 μέχρι μὲν γὰρ ἐδημηγόρει Περικλῆς καὶ καθεῖργε τὸ πλῆθος, οὔτʼ εἰς Σικελίαν ἀποστόλους ἔπεμπον Ἀθηναῖοι οὔτε μακροὺς καὶ ἀνηνύτους τοῦ πολέμου κύκλους περιεβάλλοντο, ἀλλὰ καὶ τοῦ τείχους ἔξω προϊέναι περίεργον ἐπείθοντο εἶναι καὶ οὐκ ἀσφαλὲς οὐδὲ εἰδότων τὰ ὑπάρχοντα σώζειν.4 ἐπειδὴ δὲ ἐτελεύτησεν ἐκεῖνος, ὠνειροπόλουν μὲν Σικελίαν, ἐφίεντο δὲ Ἰταλίας, ὠρέγοντο δὲ Καρχηδόνος καὶ Λιβύης, πάντας δὲ ἀνθρώπους περιεσκόπουν, ἤρκει δὲ οὐδὲν αὐτοῖς, μακροτέραν δὲ τοῦ πολέμου τὴν παρενθήκην ἐποιήσαντο. ὁ δὲ ταῦτα πείθων ἦν, ὦ Πλάτων τε καὶ Σώκρατες, ὁ ὑμέτερος κοινωνὸς μὲν οὐκ ἔστιν εἰπεῖν, ἑταῖρος δὲ καὶ αὐτὸς ἂν φαίης, μᾶλλον δὲ εἴρηκας. πῶς οὖν ἄν τις ταῦτα δικαίως κατηγοροίη Περικλέους, ἢ πῶς οὐκ ἀναγκαίως Ἀλκιβιάδου, ὅστις παραλαβὼν τὴν πόλιν εἰδυῖαν ἀκούειν συμβούλων εἶθʼ οὕτως ἐξέμηνε; Περικλῆς μὲν γὰρ οἶμαι Ἀναξαγόρᾳ συγγενόμενος βελτίων ἢ κατʼ ἐκεῖνον ἐγένετο, Ἀλκιβιάδης δʼ ἑταίρῳ χρώμενος Σωκράτει μικρὰ, μᾶλλον δʼ οὐδὲν ἀπώνατο τῆς συνουσίας. ὥστʼ οὐκ ἀνεκτὸν εἴ τις ἐκεῖνον ἐπαινῶν τούτῳ μέμφεται.5 Πλάτων τοίνυν ὥσπερ ἐξεπίτηδες ἐναντία τῶν ὄντων λέγων ἢ τοὺς θαυματοποιοὺς μιμούμενος οὐ μόνον Περικλέους κατηγόρηκεν ἃ μὴ προσῆκεν, ἀλλὰ καὶ δεινόν τί φησιν εἶναι, εἴ τις Ἀλκιβιάδην αἰτιάσεται τῶν αὐτῶν τούτων πραγμάτων. ἐκ δὲ τοῦ λόγου φαίνεται τῷ μὲν οὐδʼ ὁτιοῦν προσῆκον τῶν αἰτιῶν, τῷ δʼ οὐκ ἐλάχιστον μέρος. ὁ μὲν γὰρ ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας, τοῦτο δʼ ἦν τὰ ὑπάρχοντα σώζοντας, καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἔφη περιέσεσθαι, ὁ δὲ τῶν τὰ πολλὰ πράττειν πεισάντων εἷς ἦν. ἐν οἷς ἄλλα τε πολλὰ καὶ ὁ εἰς Σικελίαν ἡμαρτήθη πλοῦς, ἐξ ὧν πλείους τῶν συμμάχων τοὺς πολεμίους ἐκτήσαντο καὶ τελευτῶντες ἀπήλλαξαν ὡς ἴσμεν. οὔκουν ὁ Περικλῆς ἦν ὁ ποιήσας οἰδεῖν καὶ ὕπουλον εἶναι τὴν πόλιν, οὐδὲ διʼ ὃν τῶν ἀρχαίων σαρκῶν, ὡς σὺ φῂς, ἐστερήθησαν, ἀλλʼ ὁ τὰς ἐπιθυμίας ἐπαύξων αὐτοῖς καὶ τοῖς τῶν Αἰγεσταίων χρήμασι δελεάζων καὶ τὴν Σικελικὴν τράπεζαν προξενῶν, ἅτε καὶ αὐτὸς ὢν τοιοῦτος καὶ μηδαμοῦ στῆναι τῶν ἐλπίδων ἐῶν τὸν δῆμον, ἀλλʼ ἀεὶ μακρότερʼ αὐτοῖς ὧν ἐβούλοντό τε καὶ ἐδέοντο ὑποτιθεὶς καὶ τἀναντία τῷ Περικλεῖ πολιτευόμενος, μετὰ τὴν ἐκείνου τελευτήν. οὐκοῦν πρίν τινα τῶν ἀντιπάλων ἑλεῖν, ἕνα τῶν φίλων θηρεύσας ἄγεις, καὶ πέπονθας ταυτὸν τῷ Πινδάρου Πηλεῖ, ὃς τῆς τε θήρας διήμαρτε καὶ τὸν Εὐρυτίωνα φίλτατον ὄντα ἑαυτῷ προσδιέφθειρε. τὸ δʼ αὐτὸ κἀν τοῖς ὕστερον οἶμαι Ἀδράστῳ τῷ Γορδίου φασὶ συμβῆναι. ἐγὼ τοίνυν περὶ μὲν Ἀλκιβιάδου τὰ νῦν οὐδὲν δέομαι λέγειν, ἀλλὰ καὶ τοῦθʼ ὑπʼ αὐτοῦ τοῦ λόγου προήχθην ἄκων εἰπεῖν· εἰ δὲ ἡ γεωμετρία καλὸν καὶ ἡ κατʼ αὐτὴν ἰσότης, καὶ δεῖ μὴ τούτων ἀμελεῖν, εὑρίσκω τὸν Περικλέα τὴν ἰσότητα κάλλιστα τιμήσαντα οὐ μόνον ἐν τοῖς

诸城邦,正如同你们曾经看见伯里克利领导雅典人那样,随后却又禁止人们像他那样去领导。因为凡愿意正确审视的人都会清楚地看到,那个人在言论和行动上都践行了这部对话篇的主旨——我所谓在言论上,是指他每次向民众发表的言辞;而在行动上,是指他在日常生活中向他们展示的作为,即配得上这种直言不讳的作为,以及在他的时代城邦所远离的种种祸患。因为在伯里克利发表公众演讲并约束民众期间,雅典人既没有向西西里派遣远征军,也没有让自己卷入漫长而无休止的战争迂回之中,反而深信甚至走出城墙都是多事、危险的,不是懂得保全既有产业之人所当为的。然而当他去世之后,他们便妄想西西里,觊觎意大利,渴求迦太基和利比亚,环顾所有人,没有任何事物能使他们满足,反倒使战争的附带行动变得比战争本身还要庞大。而劝说他们做出这些事的人,柏拉图和苏格拉底啊,虽不能说是你们的事业伙伴,但你自己也会承认——或者说你早已承认——他是你们的同伴。那么,人们怎能公正地把这些事归咎于伯里克利,又怎能不必然去指责阿尔基比亚德呢?正是他接手了一个懂得听从参谋建议的城邦,随后却使其陷入如此疯狂。因为我认为,伯里克利结交阿那克萨哥拉,成长为超越后者的卓越人物;而阿尔基比亚德虽以苏格拉底为同伴,却从这种交往中获益甚少,或者说根本毫无所得。因此,若有人赞美那个人却责难这个人,那是令人难以容忍的。于是,柏拉图仿佛故意颠倒黑白,又如同模仿魔术师一般,不仅对伯里克利横加不当的指控,甚至宣称如果有人在这些完全相同的事情上归咎于阿尔基比亚德,那简直是不可思议的怪事。但从论证来看,显然前述各项指控没有丝毫属于前者,却有相当大的一部分属于后者。因为前者曾说,如果他们保持克制,照管海军——这意味着保全既有的一切——且不扩张帝国疆域,他们就能保全自身;而后者正是那些劝诱城邦大肆扩充干预的人之一。在这些过失中,除了许多其他事情之外,还包括那次开往西西里的错误远航,由此带来的结果是,他们获得的敌人多于盟友,并且最终落得了我们所共知的下场。因此,绝非伯里克利使城邦变得肿胀溃烂,也绝非因他而如你所言被剥夺了旧有的血肉,而是那位不断助长民众欲望的人,那位用埃杰斯塔人的钱财引诱他们、为他们引介西西里丰盛筵席的人;因他自己本身就是这样的人,不容许民众的期望在任何地方停歇,总是在他们想要和需要的之外向他们提出更为辽远的目标,并在伯里克利死后推行与其完全相反的政策。由此可见,你在捕获任何对手之前,却先猎杀并带走了一位朋友,遭遇了与品达所歌咏的珀琉斯相同的命运——珀琉斯不仅错失了猎物,反倒连累杀害了自己最亲密的朋友欧律提翁。我认为,据说后来戈尔狄俄斯之子阿德剌斯托斯也遭遇了同样的事情。 至于我自己,眼下并不需要谈论阿尔基比亚德,甚至连说出这些也是在论证本身的驱使下不得已而为之。然而,如果几何学以及基于几何学的均等是美好的,并且决不可忽视它们,那么我发现伯里克利最完满地尊崇了这种均等,不仅在……

语法注5 条
  1. 124τῶν πόλεων

    作为属格补足语,依附于上一组块末尾的不定词 προΐστασθαι。它直接承接上一组块中的从属分句 ὅτι οὕτω χρὴ προΐστασθαι 作为其宾语,语意跨组块紧密相连。

  2. 124βουλομένῳ σκοπεῖν ὀρθῶς

    评判者与格(关系与格)。与动词 φαίνεται 连用,意为“对于愿意正确审视的人而言”。

  3. 124ἄξια τῆς παρρησίας ταύτης καὶ κακῶν ὧν ἐπὶ τῶν ἐκείνου καιρῶν ἀπέσχετο ἡ πόλις

    宾格中性复数形容词 ἄξια 修饰关系代词 ἅ(其先行词为 τοῖς δὲ ἔργοις),补充说明伯里克利所展现的行为内涵。而在 κακῶν ὧν 中,关系代词 ὧν 受动词 ἀπέσχετο 支配而取属格,先行词 κακῶν 则受关系代词 ὧν 的属格逆向同化(attractio inversa)影响。

  4. 124οὐδὲ εἰδότων τὰ ὑπάρχοντα σώζειν

    属格分词 εἰδότων 与前述的 περίεργον 和 οὐκ ἀσφαλές 平行,作表征/本分属格(genitive of characteristic),意为“亦非懂得保全既有产业之人所当为”,而非独立属格。

  5. 124ὥστʼ οὐκ ἀνεκτὸν εἴ τις ἐκεῖνον ἐπαινῶν τούτῳ μέμφεται

    在指示代词的对照中,根据上下文,ἐκεῖνον 指代前文提到的苏格拉底(或哲学家导师),而 τούτῳ 指代伯里克利,与紧接着批评柏拉图袒护己方圈子却贬低伯里克利的论述相契合。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:124-125