← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§122-123

真正政治家的定义与伯里克利的实践

作者依据修昔底德公正客观的见证,驳斥了柏拉图将伯里克利贬为仆役、厨子和谄媚者的污蔑。进而论证,柏拉图自身所主张的“克制欲望、追求至善而非迎合快意”的政治家定义,恰恰在伯里克利的生平与实践中得到了最完美的体现,从而揭示了柏拉图自相矛盾的荒谬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§122

οὐδʼ εἰς ἀγῶνος χρείαν, οὐδʼ εἰς ἓν ὃ προὔθετο πάντα ἀναφέρων, ἀλλʼ ἐν ἱστορίᾳ καὶ διηγήσει τἀληθὲς ἁπλῶς οὑτωσὶ παραδιδοὺς, ὥσπερ ὅταν περὶ τῆς Πελοποννησίων εἰσβολῆς, ἤ τινος ἄλλου τῶν ἐφʼ αὑτοῦ διηγῆται. εἰ μὲν τοίνυν ἠμφισβητεῖτο τῷ Θουκυδίδῃ περὶ τούτων, ἄλλος ἂν ἦν λόγος· διδόντας δὲ καὶ πειθομένους ἀναγκαίως τοιοῦτον γενέσθαι τὸν Περικλέα, ποῦ τῶν βλασφημιῶν τούτων εἰκὸς ἀξιοῦν,1 ὡς διάκονος ἀντὶ προστάτου καὶ τῶν ὀψοποιῶν οὐδὲν ἦν βελτίων οὐδʼ ἐπιτηδειότερος χρῆσθαι πόλει; πολλοῦ μέντἂν ἄξιον ἦν κολακεία,2 εἰ Περικλεῖ τοῦτʼ ἦν ἐπενεγκεῖν τὸ πρόσρημα· ἐπεὶ σὺ μὴ μόριον μόνον κολακείας αὐτῷ προσθῇς, ἀλλὰ καὶ πᾶσαν τὴν κολακείαν φέρων ἀνάθες, καὶ νὴ Δίʼ, εἰ βούλει, τὴν ἰδέαν αὐτὴν, ἐφʼ ἣν πάντα ἀνάγεις, ἐὰν δείξῃς ὡς ὅτῳ ταῦτα ὑπῆρχε, τῇ Θεαρίωνος καὶ Μιθαίκου τύχῃ συνεκεκλήρωτο, καὶ τούτων ἀντίστροφος ἦν τὰ πολιτικά. ἀλλʼ ἴσως οἱ κόλακες πρότερον τἀληθῆ φανοῦνται λέγοντες ἢ ἡμεῖς, εἴ τι τοιοῦτον ἐκείνῳ προφέρειν ἀξιοῖμεν. φέρε δὴ πόθεν αὐτῷ πᾶς οὗτος ὁ λόγος ὡρμήθη καὶ πόθεν εἰς τὰς βλασφημίας τὰς κατὰ τῶν ἀνδρῶν ἀφίκετο; ἴσως οὐ χεῖρον ὡς πρὸς παρόντα καὶ συνόντα ποιήσασθαι τοὺς λόγους, ἀναμιμνήσκοντας οὑτωσί· ἔφησθα μὴ χρῆναι τὸν ἀγαθὸν πολίτην τὰς ἐπιθυμίας ἐκ παντὸς τρόπου ζητεῖν ἀποπιμπλάναι, μήτʼ αὐτὸν ἑαυτοῦ μήτε τῶν πολιτῶν, μηδὲ τοῦτον ὅρον τῆς εὐδαιμονίας τίθεσθαι, ἀλλὰ τὰ βέλτιστα ἀντὶ τῶν ἡδίστων προαιρεῖσθαι· μηδὲ γὰρ εἶναι τὸ ἡδὺ πάντως ἀγαθὸν, μηδʼ αὖ τὸ ἀγαθὸν τοῦ ἡδέος χάριν, ἀλλὰ τὸ ἡδὺ τοῦ ἀγαθοῦ χρῆναι διώκειν. οὐ ταῦτα κυκλεῖς ἄνω καὶ κάτω; καλῶς γε ποιῶν, ὦ ἑταῖρε, τὸ σὸν δὴ τοῦτο, καὶ τἀληθῆ λέγων. οὐδεὶς ἀντερεῖ μέχρι τούτου, οὔκουν ὅστις γε μὴ κἀμοί. ὅρα δὴ, τάχα γὰρ ἄν τι καὶ ἀλλοῖον ἐκβαίη. Περικλέους μοι λέγεις, ὦ ἄριστε, βίον καὶ πολιτείαν, ὅταν ταῦτα λέγῃς, καὶ οὐκ ἐλέγχεις τὸν ἄνδρα, ἀλλʼ ἐπιψηφίζεις, ὡς αὐτὸς καλεῖς, καὶ παρὸν αὐτῷ χρῆσθαι μάρτυρι τῶν λόγων μεθίστης οὐκ οἶδʼ ὅπως εἰς τοὺς ἀντιδίκους τὸν ἄνδρα. ἃ γὰρ σὺ διδάσκεις τῷ λόγῳ, ταῦτʼ ἐπὶ τῶν ἔργων ἐκεῖνος δείξας πρότερος φαίνεται· ὥστʼ εἰ μηδὲν προσέθηκας, ἀλλʼ ἐν τούτοις ἔστης, πᾶς τις ἂν εὗρεν ἐκ τῶν εἰρημένων τὸν Περικλέα, ὥσπερ τοὺς ἀπὸ τῶν γνωρισμάτων ἐν τοῖς δράμασι. σκόπει γὰρ πάλιν ἐξ ἀρχῆς ὥσπερ νόμον. οὐ χρὴ τὰς ἐπιθυμίας θεραπεύειν οὐδʼ εἰς ἀπέραντον ἐᾶν προϊέναι, ἀλλὰ κρατεῖν τῶν ἡδονῶν τόν γε δὴ χρηστὸν καὶ σώφρονα, καὶ τοὺς πολίτας μὴ συνεθίζειν τὸ πλέον ζητεῖν ἔχειν. ὁ τοίνυν Περικλῆς οὕτως ἦν ἄπο πολλοῦ τοῦ δουλεύειν3 ταῖς ἐπιθυμίαις ἢ τὸ πρὸς ἡδονὴν ζητεῖν ἢ πρὸς πλεονεξίαν, ἀλλὰ μὴ πρὸς τὸ βέλτιστον ἄγειν, ὥστʼ ἀπʼ αὐτῶν τῶν ἐναντιωτάτων φαίνεται τὴν δόξαν λαβών. αὐτός τε γὰρ τοῦ πλείονος τοσοῦτον ὑπερεῖδεν, ὅσον πλεῖστον ἐξῆν, τῇ τε πόλει συνεβούλευε μήτʼ ἀρχὴν ἐπικτᾶσθαι μήτʼ ἔξω τῶν ἀναγκαίων μηδὲν πραγματεύεσθαι, ἀλλʼ ἡσυχαζούσῃ τὸν πόλεμον διαφέρειν. καίτοι ὅτε τὸν πόλεμον μεθʼ ἡσυχίας παρῄνει διαφέρειν, σχολῇ γʼ ἂν ἄλλως ἐπέτρεψε πολυπραγμονεῖν εἰκῆ. καὶ μὴν αὐτός τε ἐν τάξει ζῆν, οὐχ ὡς ἥδιστα, προείλετο, καὶ τὸν δῆμον εἴ ποτʼ αἴσθοιτο ὑβρίζοντα κατεῖχε. πῶς ἄν τις μᾶλλον τοῖς Πλάτωνος λόγοις πειθόμενος φανερὸς γένοιτο, εἰ χρὴ τοῖς Πλάτωνος φῆσαι πείθεσθαι τὸν τοσοῦτον πρότερον Πλάτωνος, ἢ πῶς ἂν Πλάτων μᾶλλον ἐλεγχθείη τἀναντία αὐτὸς ἑαυτῷ λέγων ἢ εἰ φαίνοιτο ἅμα τʼ ἀξιῶν μὴ πρὸς ἡδονὴν μηδʼ ἐν κόλακος μοίρᾳ τοῖς δήμοις ὁμιλεῖν, ἀλλὰ πρὸς τὸ βέλτιστον, καὶ Περικλέα κακίζων, ὃς οὐ πρὸς ἡδονὴν, ἀλλʼ ἀπὸ τῆς ὀρθοτάτης ἀεὶ γνώμης ὡμίλει; ὅμοιον γὰρ ἐμοὶ δοκεῖ ποιεῖν ὥσπερ ἂν εἰ προειπὼν τοῖς ἀνθρώποις ὅτι οὕτω χρὴ προΐστασθαι

也不是出于论争的需要,更不是把一切生硬地归结于自己所树立的单一论题,而只是在历史与记述中如此平实地传达真相,正如同他在记述伯罗奔尼撒人的入侵或他同代的任何其他事件时一样。因此,如果在这些事上有人对修昔底德存有争议,那倒另当别论;但既然我们承认且必然确信伯里克利就是这样的人,那么,怎么能合理地把这些诽谤加诸于他——说他是仆役而非领袖,并不比厨子高明,也不比他们更适合治理城邦呢?如果能将这个称号冠于伯里克利之身,那么阿谀奉承可真成了极有价值之物了!既然如此,你不妨不仅给他加上阿谀奉承的一小部分,甚至可以把全部的阿谀奉承,以宙斯的名义,如果你愿意的话,哪怕是把你将一切都归结于它的那个理念本身都一股脑地安在他头上吧——假使你能证明,凡具备这些品质的人,其境遇都与特阿利翁和米泰库斯相同,而且他在政治事务上是这些人的翻版。然而,如果我们胆敢对那个人提出这样的指控,恐怕阿谀奉承之徒倒会比我们更早显得是在说真话了。 且看,他的整篇议论究竟由何而起,他又究竟是从何处着手对这些杰出人物大加诽谤的?或许不妨把他视作亲临当场、正与我们同处一般向他进言,这样来提醒他:你曾说过,优秀的公民不应当千方百计地去满足欲望,无论是自己的还是同邦公民的欲望,也不应以此作为幸福的界标,而应当选择最善之事而非最惬意之事;因为惬意之事绝非完全是善的,善也并非为了快意而存在,反而应当为了善而去追求快意。难道你不是将这些话颠来倒去地翻覆论述吗?我的朋友,用你自己的口头禅来说,你这样做的确很好,并且说的是实话。在这个范围内,没有人会提出异议,至少凡不与我作对的人都不会反对。但是请看,恐怕马上就会出现完全不同的结果:尊贵的朋友啊,当你说出这些话时,你向我描述的正恰是伯里克利的生平与治国方略;你不仅没有驳倒这个人,反而如你自己所说的那样,是在为他投票表决确认;而你本可以利用这个人作为你论点的见证人,不知何故,你反倒将他打入了辩论对手的阵营。因为凡是你用言论教导的道理,那个人显然早已在行动上先行示范了;因此,假使你未作任何补充,只是止步于这些论断,任何人都能从所说的内容中认出伯里克利,正如同在戏剧中根据信物认出人物一样。 请从头再像审视法律一样考察一番吧:人不应当姑息欲望,也不应听任欲望无限滋长,正派而节制的人应当克制享乐,不应使公民们习惯于谋求非分之多。由此可见,伯里克利绝无可能沦为欲望的奴隶,也绝无可能去谋求快感或贪婪而不是引导城邦走向最善,以至于显然他是凭着恰恰相反的品行赢得了声誉。因为对于更多的利益,他在力所能及的范围内极力予以蔑视,并且建议城邦既不要额外扩张统治,也不要插手必需之外的任何事务,而是要以克制平静的态度渡过战争。然而,既然他告诫城邦在平静中渡过战争,他就断然不会在其他方面听任城邦盲目地多管闲事。再者,他自己选择过着井然有序的生活,而不是最图快意的生活,并且一旦察觉到民众有狂妄僭越之举,便予以约束。如果可以断言一个比柏拉图早得多的先人遵从了柏拉图的教导,那么还有谁能显得比他更顺从柏拉图的言论呢?或者说,如果柏拉图一方面主张同民众交接时不应迎合快意,也不应扮演奉承者的角色,而应致力于至善,另一方面却又指责那位绝不迎合快意、始终出于至正之判断来与民众交接的伯里克利,那么还有什么比这更能证明柏拉图自身前后矛盾的呢?因为在我看来,他的做法就好像先对人们宣称必须如此领导城邦,

语法注3 条
  1. 122διδόντας δὲ καὶ πειθομένους ἀναγκαίως τοιοῦτον γενέσθαι τὸν Περικλέα, ποῦ τῶν βλασφημιῶν τούτων εἰκὸς ἀξιοῦν

    宾格分词 διδόντας 与 πειθομένους 与不定式 ἀξιοῦν 的隐含逻辑主语(宾格代词 ἡμᾶς,即“我们/人们”)保持一致,构成骨架:ποῦ εἰκὸς [ἡμᾶς] διδόντας ... ἀξιοῦν(“当我们承认并确信……时,怎能合理地认为他配得上……”)。动词 ἀξιόω 此处接表示惩处/指责的属格 τῶν βλασφημιῶν τούτων(“将这些诽谤加诸于他”)。

  2. 122πολλοῦ μέντἂν ἄξιον ἦν κολακεία

    μέντἂν 是 μέντοι 与 ἄν 的混声(crasis)。ἄν 与未完成过去时 ἦν 连用,构成与现在或过去事实相反的非真实条件句主句(“那么阿谀奉承可真就大有价值了[如果……的话]”)。

  3. 123οὕτως ἦν ἄπο πολλοῦ τοῦ δουλεύειν

    短语 ἀπὸ πολλοῦ εἶναι τοῦ + 不定式 是固定习语,意为“离……相去甚远”“绝非……”。它与后文的 ὥστε 结果从句(ὥστʼ ἀπʼ αὐτῶν τῶν ἐναντιωτάτων φαίνεται τὴν δόξαν λαβών)形成前后呼应的结果结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:122-123