← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§120-121

与阿刻拉奥斯的对比与修昔底德的见证

作者将伯里克利与阿刻拉奥斯作对比以称赞其廉洁与公正,并引用历史学家修昔底德的评语作为权威见证,以证明伯里克利的卓越领导力和远见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§120

Πεισιστράτου·1 ἀλλʼ ἦν παραπλήσιος κατέχοντι τὴν ἀκρόπολιν ἐπὶ τῷ σώζειν τοὺς νόμους καὶ τῷ πάντας εὖ ποιεῖν ἐκ μέσου.2 καίτοι εἰ τὸν Ἀρχέλαον κακίζεις ὡς ἄθλιον καὶ κακοδαίμονα, ὅτι οὐδαμόθεν προσῆκον αὐτῷ τὴν τυραννίδα ἐκτήσατο, ὑπερβὰς τὸ δίκαιον καὶ διαφθείρας οὓς ἥκιστα εἰκὸς ἦν, ᾧ γε ἐξὸν ἐκείνῳ ὁμοίως τυραννεῖν,3 εἴπερ ἐβούλετο, οὐ ταῦτα ἔδοξεν, ἀλλὰ τοὺς νόμους καὶ τὸ δίκαιον πλείονος ἄξια τοῦ κέρδους ἐποιήσατο, πῶς οὐ τούτῳ συγχαίρειν εἰκὸς ἦν; εἰ μὲν τοίνυν περὶ ἄλλου του πράγματος ἢ δόγματος συνέβαινεν εἶναι τὸν λόγον, οὐδʼ ἂν αὐτὸς ᾤμην δεῖν καταφεύγειν εἰς μάρτυρας, ἀλλʼ ἐπʼ ἐμαυτοῦ δεικνύναι τἀληθὲς ὅπως ἔχει· ἐπεὶ δὲ ὑπὲρ ἀνδρῶν πάλαι γεγενημένων ἐξέτασις πρόκειται, ποῖοί τινες ἦσαν καὶ τίνα τάξιν τῆς πολιτείας προείλοντο, δεῖ δή τινος, ὦ Πλάτων, καὶ μάρτυρος, ὦ τῶν μαρτύρων ὑπερορῶν, αὐτὸς δʼ οὐδέποτʼ ἂν φωραθεὶς οἶμαι προσχρώμενος οὐδενί. τοὺς μὲν οὖν ἄλλους ἅπαντας παραλείψω, πολλοὺς ἂν ἔχων εἰπεῖν, ἕνα δὲ ἀρκοῦντα παρέξομαι, Θουκυδίδην τὸν Ὀλόρου· ὃς οὐ μόνον τῇ τῶν λόγων δυνάμει καὶ σεμνότητι, ἀλλὰ καὶ τῇ τῶν πραγμάτων ἀκριβείᾳ πλεῖστον προέχειν τῶν συγγραφέων δοκεῖ. φέρε δὴ τί τῷ Περικλεῖ μαρτυρεῖ καὶ ποῖόν τινά φησι γενέσθαι τοὺς τρόπους αὐτὸν, καὶ πῶς ἄγειν τὸν δῆμον; ἡ γὰρ ἐκείνου φωνὴ γένοιτʼ ἂν ἡμῖν ὥσπερ ἂν εἰ αὐτὸν ἐν ὀφθαλμοῖς εἴχομεν τὸν Περικλέα καὶ συνόντες ἑωρῶμεν ὁποῖός τις ἦν. ὅσον τε γὰρ χρόνον προὔστη τῆς πόλεως ἐν τῇ εἰρήνῃ μετρίως ἐξηγεῖτο καὶ ὡς ἀσφαλῶς διεφύλαξεν αὐτὴν, καὶ ἐγένετο ἐπʼ αὐτοῦ μεγίστη· ἐπειδὴ δὲ ὁ πόλεμος κατέστη, ὁ δὲ φαίνεται καὶ ἐν τούτῳ προγνοὺς τὴν δύναμιν. ἐπεβίω δὲ δύο ἔτη καὶ ἓξ μῆνας· καὶ ἐπειδὴ ἀπέθανεν, ἐπὶ πλέον ἔτι ἐγνώσθη ἡ πρόνοια αὐτοῦ εἰς τὸν πόλεμον. ὁ μὲν γὰρ ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἐν τῷ πολέμῳ μηδὲ τῇ πόλει κινδυνεύοντας ἔφη περιέσεσθαι·4 οἱ δὲ ταῦτά τε πάντα εἰς τοὐναντίον ἔπραξαν καὶ ἄλλα ἔξω τοῦ πολέμου δοκοῦντα εἶναι κατὰ τὰς ἰδίας φιλοτιμίας καὶ ἴδια κέρδη κακῶς ἔς τε σφᾶς αὐτοὺς καὶ τοὺς συμμάχους ἐπολίτευσαν, ἃ κατορθούμενα μὲν τοῖς ἰδιώταις τιμὴ καὶ ὠφέλεια μᾶλλον ἦν, σφαλέντα δὲ τῇ πόλει εἰς τὸν πόλεμον βλάβη καθίστατο. αἴτιον δὲ ἦν ὅτι ἐκεῖνος μὲν δυνατὸς ὢν τῷ τε ἀξιώματι καὶ τῇ γνώμῃ, χρημάτων τε διαφανῶς ἀδωρότατος γενόμενος κατεῖχε τὸ πλῆθος ἐλευθέρως καὶ οὐκ ἤγετο μᾶλλον ὑπʼ αὐτοῦ ἢ αὐτὸς ἦγε, διὰ τὸ μὴ κτώμενος ἐξ οὐ προσηκόντων τὴν δύναμιν πρὸς ἡδονὴν λέγειν, ἀλλʼ ἔχων ἐπʼ ἀξιώσει καὶ πρὸς ὀργὴν ἀντειπεῖν. ὁπότε γοῦν αἴσθοιτό τι αὐτοὺς παρὰ καιρὸν ὕβρει θαρσοῦντας, λέγων κατέπλησσεν ἐπὶ τὸ φοβεῖσθαι, καὶ δεδιότας αὖ ἀλόγως ἀντικαθίστη πάλιν ἐπὶ τὸ θαρσεῖν· ἐγίγνετο δὲ λόγῳ μὲν δημοκρατία, ἔργῳ δʼ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχή. οἱ δʼ ὕστεροι ἴσοι μᾶλλον αὐτοὶ πρὸς ἀλλήλους ὄντες καὶ ὀρεγόμενοι τοῦ πρῶτος ἕκαστος γίγνεσθαι ἐτράποντο καθʼ ἡδονὰς τῷ δήμῳ τὰ πράγματα ἐνδιδόναι, ἐξ ὧν ἄλλα τε πολλὰ ὡς ἐν μεγάλῃ πόλει καὶ ἀρχὴν ἐχούσῃ ἡμαρτήθη καὶ ὁ ἐς Σικελίαν πλοῦς. εἶτα ἐπὶ τούτοις τὸ ἀκροτελεύτιόν ἐστι τοσοῦτον τῷ Περικλεῖ ἐπερίσσευσε τότε, ἀφʼ ὧν αὐτὸς προέγνω, καὶ πάνυ ἂν ῥᾳδίως περιγενέσθαι τὴν πόλιν5 Πελοποννησίων αὐτῶν τῷ πολέμῳ. ταῦθʼ ὑπὲρ τῆς Περικλέους προαιρέσεως καὶ πολιτείας ἁνὴρ6 διεξέρχεται, πρῶτον μὲν κατʼ αὐτὸν ἐκεῖνον γεγονὼς καὶ συγγεγονὼς, οὐχ ὥσπερ Πλάτων οὐδὲ ἰδὼν αὐτὸν φαίνεται· ἔπειτʼ οὐ φιλονεικίας ἕνεκεν οὐδεμιᾶς,

甚至比庇西特拉图更有可能做到这一点;相反,他倒像是一个为了捍卫法律并公平地造福所有人而占据卫城的人。然而,如果你谴责阿刻拉奥斯是可悲而倒霉的,因为他在毫无合法权利的情况下,通过践踏正义并杀害最不该伤害的人而夺取了僭主之位,那么,对于这位只要愿意就完全可以像他一样成为僭主、却并未做此打算,反而认为法律与正义比私利更有价值的人,难道不理应予以由衷的赞贺吗? 如果论及的事情恰巧是关于其他某个事实或学说,我自己也不会认为有必要求助于见证人,而是会凭自己来阐明真理的真相;但既然我们面前的审视是针对古人的,关于他们究竟是怎样的人,以及他们选择了怎样的治国方针,那么,柏拉图啊,确实也需要某位见证人——你这位轻视见证人、而我想你自己却绝不会被抓到使用过任何见证人的人啊。因此,其他人我将一概略去不谈,尽管我本可以说出许多人,但我将提供一位足够权威的人:奥洛罗斯之子修昔底德;人们公认,他不仅以其言辞的力量和庄严,而且以对事实的精准,在历史学家中遥遥领先。且看他对伯里克利作何见证,他说伯里克利具有怎样的品格,又是如何引导民众的?因为他的声音对于我们来说,就如同我们亲眼看到了伯里克利本人,并且与他同处而看到了他是怎样的人一样。 “因为在和平时期只要他主持城邦事务,他就始终温和地引导城邦并稳妥地加以护卫,城邦在他手下达到了鼎盛;而当战争爆发时,显然他在这方面也预见到了城邦的力量。他在战后又活了两年零六个月;在他去世后,他在战争方面的远见更加为人所公认。因为他曾说过,如果他们保持克制,照管海军,在战争期间不寻求扩张疆土,也不让城邦冒不测之险,他们就必将获胜;但他们所做的一切都恰恰相反,并且出于私人的野心和私利,以有害于自身及盟友的方式去治理那些表面上看似与战争无关的其他事务,这些事务若是成功,固然更多是给私人带来荣誉和利益,但若是受挫,却成了城邦在战争中的祸患。其原因在于,伯里克利无论在威望还是在见识上都有极大的影响力,在金钱方面更是公认的大公无私,他以自由的胸襟约束民众,不是被民众所引导,而是他自己引导民众;因为他并非通过不正当的途径获取权力来逢迎民众说话,而是凭着既有的威望,甚至能够逆着他们的怒气予以反驳。无论何时,只要他察觉他们不合时宜地由于傲慢而盲目自信,他就会用言辞震慑他们使其心怀畏惧;而当他们毫无道理地感到恐惧时,他又会重新振作他们使其重拾信心。这样,表面上是民主政体,但实际上成了由第一公民统治的政权。而后继者们彼此之间更为势均力敌,每人都争当第一,于是转而顺着喜好把国政交给民众,由此导致了许多在一个统治着帝国的大邦中所常犯的错误,西西里远征便是其中之一。” 此外,在这些话之后还有一句结论: “伯里克利当时基于自己所预见的情况所拥有的从容余力是如此之大,以至于城邦在战争中本来是完全可以轻而易举地压倒伯罗奔尼撒人自身的。” 关于伯里克利的抉择与施政,这位人士就是这样详述的;首先,他生活在伯里克利同代并且与他有过来往,不像柏拉图显然连见都没见过伯里克利;其次,他绝非出于任何争强好胜之心,

语法注6 条
  1. 120Πεισιστράτου

    比较属格,由前一段落末尾的宾格独立结构句 παρὸν αὐτῷ μᾶλλον παντὸς 中的 μᾶλλον 所支配,意为“尽管比任何人、甚至比庇西特拉图更可能做到”。

  2. 120ἐκ μέσου

    作副词短语,意为“公平地”、“不偏不倚地”,修饰 πάντας εὖ ποιεῖν,指不偏袒任何个人或党派、以大公无私的态度施善。

  3. 120ᾧ γε ἐξὸν ἐκείνῳ ὁμοίως τυραννεῖν

    ᾧ 是指代伯里克利的关系代名词与格,引导的从句中包含非人称绝对宾格分词 ἐξόν(“尽管他本可以像那个人一样实行僭主统治”)。该从句最终呼应主句疑问句中的 τούτῳ(πῶς οὐ τούτῳ συγχαίρειν εἰκὸς ἦν;)。

  4. 121ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἐν τῷ πολέμῳ μηδὲ τῇ πόλει κινδυνεύοντας ἔφη περιέσεσθαι

    引自修昔底德《历史》2.65。由 ἔφη 引导的宾格不定式间接引语结构,不定式 περιέσεσθαι(胜出、保全)的主语是一连串表示条件意味的宾格分词(ἡσυχάζοντας 等),意为“他说如果他们保持克制……就必将胜出”。

  5. 121τοσοῦτον τῷ Περικλεῖ ἐπερίσσευσε τότε, ἀφʼ ὧν αὐτὸς προέγνω, καὶ πάνυ ἂν ῥᾳδίως περιγενέσθαι τὴν πόλιν

    引用修昔底德 2.65.13。τοσοῦτον 为主语,ἐπερίσσευσε 为主动词。ἀφʼ ὧν 即 ἀπὸ τούτων ἅ。带 ἄν 的不定式句 καὶ πάνυ ἂν ῥᾳδίως περιγενέσθαι 呼应 τοσοῦτον,作结果从句使用,表示虚拟潜能(“以至于城邦原本完全能够轻而易举地取胜”)。

  6. 121ἁνὴρ

    ὁ ἀνήρ 的混声(crasis)。在上下文中指代前文刚被引用的见证人、历史学家修昔底德。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:120-121