- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:118-119
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出柏拉图即便不指名道姓地中伤伟人也能完成其哲学论证,并进而通过详述伯里克利在私生活与公共治道中所展现出的卓绝节制与崇高德行,开始逐一驳斥这些指控。
ὀνομαστὶ κωμῳδεῖν ἐξῇ,1 πιστοῦσθαι δὲ οὐκ ἐνῆν τὸν λόγον, εἰ μή τινας εἶπε κακῶς ὀνομαστί. φέρε γὰρ πρὸς θεῶν, εἰ πρὸ τούτων τῶν ἀνδρῶν ἔτυχε γενόμενος, ἢ νὴ Δίʼ εἴ τις ἄλλος τῶν ὑπὲρ τούτους ἄνω τὸν αὐτὸν τοῦτον λόγον ἠγωνίζετο, ἆρʼ ἂν οἷός τʼ ἦν Μιλτιάδου κατηγορεῖν καὶ Θεμιστοκλέους καὶ τῶν μήπω γεγενημένων; οὐδαμῶς. ὅτε τοίνυν ἦσαν λόγοι τῷ πράγματι καὶ χωρὶς τῆς περὶ τούτων μνήμης, οὐ μετʼ ἀνάγκης ἤκουον οὗτοι κακῶς. ὅτι τοίνυν οὐδʼ ἀληθῆ κατʼ αὐτῶν εἴρηκεν, ἄνευ τοῦ μηδὲν προσήκειν βλασφημεῖν, εἰ καὶ τὰ μάλιστα ἐλέγχειν ἔμελλε, τοῦτʼ ἤδη πειράσομαι δεικνύναι. καὶ πρῶτον μὲν τὸν Περικλέα σκεψώμεθα, ἐπειδὴ καὶ πρῶτον ἐξετάζειν ἐκεῖνον ἐπεχείρησεν, εἰ ἄρα ἄξιος ἀνὴρ ἀκοῦσαι ταῦτα, ἢ τῶν ἰδίων ἕνεκα ἢ τῆς πολιτείας. ἐκεῖνος τοίνυν λέγεται βιῶναι μὲν οὕτως σεμνῶς ὥστε μηδὲν τῶν προφητῶν καὶ τῶν ἱερέων τὸν ἐκείνου βίον διαφέρειν, οὕτω δὲ εἶναι σώφρων ὥστε καὶ βαδίζειν τεταγμένα καὶ τὴν ὀρθὴν ὁδὸν σώζειν κατὰ τὴν παροιμίαν, διαίτης δὲ τάξιν τὴν μέσην προῃρῆσθαι, μήτε ὑπερήφανον μήτε ἀνελεύθερον, ὥσπερ τοὺς πρεσβυτάτους Ἀθηναίων ὁ Πλάτωνος ὑμνεῖ λόγος· δημοτικὸς δὲ ὢν τῇ προαιρέσει καὶ πράττων ὑπὲρ τοῦ πλήθους ἐναντία Θουκυδίδῃ πλεῖστον τῆς ἀγοραίου προπετείας καὶ κομψότητος ἀποσχεῖν, ὅς γε οὐδὲ γελῶν οὐδʼ ὑφʼ ἑνὸς πώποτε ὀφθῆναι,2 ἀλλὰ τῆς μὲν πολιτείας τῇ φυλακῇ καὶ τῷ τὸ ἴσον τοῖς ἄλλοις ἔχων ἀνέχεσθαι κοινὸς εἴπερ τις ἀνθρώπων εἶναι, τῷ δὲ ἀξιώματι τῆς γνώμης καὶ τῷ μὴ τῶν αὐτῶν ἡττᾶσθαι τοῖς πολλοῖς ὀλίγοις καταλιπεῖν ἐγγὺς ἐλθεῖν ἑαυτοῦ.3 χρημάτων τοίνυν τοσοῦτον γενέσθαι κρείττων ὥσθʼ ὅτι μὲν καὶ τοὺς ἀγροὺς ἠφίει τῇ πόλει, παρίημι, μή τις ἄρα εἴπῃ ὡς φόβῳ τῆς διαβολῆς εἶδεν αὐτό· ἐδόκει γὰρ ὥσπερ ἄλλο τι καὶ τοῦτο σύμβολον τοῦ Περικλέους εἶναι, τὸ ὑπερφρονεῖν χρημάτων. ὥστε καὶ αὐτὸς ποτὲ ἐν τῷ δήμῳ παρρησιαζόμενος καὶ λέγων περὶ τῶν αὑτῷ προσόντων ἀγαθῶν ἕν τι καὶ τοῦτο ἐν πρώτοις ἐτίθει τὴν περὶ ταῦτα μεγαλοψυχίαν. οὕτω δʼ ἦν παραπλήσιος κατὰ τὸν βίον καὶ τὴν πολιτείαν καὶ τοσοῦτον ἀπεῖχε τοῦ ζῆν πρὸς τὰς ἑτέρων ἡδονὰς ὥστε φασὶν οἱ γράψαντες περὶ αὐτοῦ διδασκάλου τάξιν πρὸς παῖδας πρὸς τοὺς Ἀθηναίους αὐτὸν ἔχειν, ὥστε ἀπόντος μὲν Περικλέους ἐν ἀταξίᾳ πολλῇ καὶ ῥαθυμίᾳ τὴν ἐκκλησίαν εἶναι πολλάκις, φανέντος δὲ εὐθὺς μεταβάλλεσθαι καὶ σωφρονίζεσθαι πρὸς τὴν ὄψιν, ὥσπερ δεδιότας μή τι γνοίη Περικλῆς ὧν ἡμάρτανον. ὃ δέ φασιν ὑπάρξαι Σωκράτει σοφιστῶν διαφερόντως, τοῦτʼ ἐκείνῳ δημαγωγῶν·4 ἐπαρθέντα μὲν γὰρ τὸν δῆμον καὶ μεῖζον φρονήσαντα δεινότατον εἶναι συστεῖλαι καὶ καθελεῖν, ἀθυμήσαντα δὲ καὶ ταπεινωθέντα ἀναγαγεῖν αὖ τοῖς λόγοις καὶ μεστὸν ἐλπίδων ποιῆσαι, ὥσπερ ἐκεῖνος εἰώθει περὶ τοὺς νέους ποιεῖν. συνελόντι δʼ εἰπεῖν σχῆμα τῆς πόλεως ἦν Περικλῆς, οὐ δουλεύειν ταῖς τῶν πολλῶν ἐπιθυμίαις, ἀλλʼ αὐτὸς ἄρχων τῶν πολλῶν, οὐδʼ ὅ τι δόξειεν ἐκείνοις, τοῦτο λέγειν ἀξιῶν, ἀλλʼ ὅ τι δόξειεν αὐτῷ, τοῦτʼ ἐκείνους πράττειν ἐπαναγκάζων· οὐδʼ ἐν κόλακος μοίρᾳ προσκείμενος, ἀλλʼ οὐδαμοῦ τοῖς κόλαξι πάροδον τὸ καθʼ αὑτὸν διδοὺς, τῇ μὲν χρηστότητι καὶ ταῖς ἐπιεικείαις ἐν πατρὸς ὢν τάξει τῷ δήμῳ, τῷ δὲ καθείργειν ἅπαντας καὶ πάνθʼ ὑφʼ αὑτὸν ἔχειν πλέον ἢ τύραννος. ἐξ ὧν, ὡς ἔοικεν, ἔξεστι σαφῶς ἰδεῖν ὅτι εἴ τις ἄλλος καὶ Περικλῆς ἑκὼν δίκαιος. οὐδαμοῦ γὰρ τὴν πλεονεξίαν ἀντὶ τῶν νόμων ἠγάπησεν, οὐδʼ ὅπως μείζων τῆς τάξεως ἔσται προὐνοήθη, παρὸν αὐτῷ μᾶλλον παντὸς5
即便不被允许指名道姓地讽刺,喜剧也依然可以创作,难道若不指名道姓地恶语中伤某些人,论证就无法确立了吗?请指着诸神想一想:如果他恰好生活在这些人之前,或者以宙斯起誓,如果有某个在他们之前更早时代的人为这同一论点进行争辩,难道那个人就能控告米尔提亚德斯、地米斯托克利以及尚未出生的人们吗?绝不可能。因此,既然关于这一事理的论证即使不提及这些人也是成立的,他们便绝非出于必然才遭受恶评。因此,他针对他们所说的话甚至并非实情——更不用说即便他极力想要进行驳斥,进行中伤也根本是不合时宜的——这一点我现在就将尝试予以证明。首先,让我们考察伯里克利,既然柏拉图也是首先着手审视他,看看无论是因为其私生活还是因为其施政,此人是否真的配得上蒙受这般言语。据说,伯里克利的生活极为庄重,以至于其生活方式与先知和祭司们毫无二致;他是如此节制,以至于连走路都规行矩步,正如谚语所言保持“走正道”,并选择了介于傲慢与鄙俗之间的中道生活方式,正如柏拉图的言论所赞颂的最古老的雅典人那样。他虽然在政治取向上归属平民派,并对抗修昔底德而为民众效力,却最大限度地远离了广场式的鲁莽与做作,甚至未曾被任何人见到笑过一次;然而,在守护城邦体制以及容忍与他人平等相待方面,他是最平易近人的;而在见识的尊严与不屈从于与大众相同的事物方面,他却几乎不让任何人能够接近自己。再者,他是如此超越于金钱,以至于关于他把自己的田产让给城邦一事,我姑且掠过不提,免得有人说是出于对谗言的恐惧他才顾及此事;因为正如其他品质一样,蔑视金钱也被公认为是伯里克利的标志。以至于他自己有一次在公民大会上直言不讳地谈及自身的优点时,也将关于金钱的这份恢宏气度列为首要的美德之一。他在生活和政务上是如此始终如一,并且如此远离迎合他人的享乐而生活,以至于关于他的记录者们说,他对待雅典人就像学监对待学童一样;因此,当伯里克利不在场时,公民大会往往陷入极度的混乱与怠惰,而一旦他出现,众人一见到他便立刻转变并肃穆起来,宛如害怕伯里克利会察觉他们所犯的过错。人们常说苏格拉底在智者中最具特长的地方,正是伯里克利在民众领袖中最具特长之处:当民众昂扬自负时,他最擅长收束并平抑他们;而当他们灰心丧气时,他又擅长用言辞重新振作他们并使他们充满希望,正如苏格拉底习惯对青年人所做的那样。总而言之,伯里克利是城邦的典范与化身,他绝不屈从于大众的欲望,而是自己统治大众;他从不以为应该迎合大众的心意说话,而是迫使大众执行他认为正确的事;他绝不委身于阿谀者的角色,而是在自己力所能及的范围内绝不给阿谀者以任何可乘之机;在仁善与温和上,他对于民众居于父亲的地位,而在约束所有人并将一切掌控于自己手中方面,他则甚于僭主。由此,似乎可以清楚地看到,如果还有任何人是自觉自愿追求公正的,伯里克利亦是如此。因为他绝没有以贪求来取代法律,也没有图谋如何凌驾于既定秩序之上,尽管他比任何人都更有可能做到这一点……
- 118ὀνομαστὶ κωμῳδεῖν ἐξῇ
承接上一段落末尾的 θαυμάζω δὲ εἰ κωμῳδίαν μὲν ἔξεστι ποιεῖν, κἂν μὴ,由 κἂν μή 引导虚拟语气 ἐξῇ 构成让步从句(“即使不被允许指名道姓地讽刺”)。它由 θαυμάζω εἰ 管辖,并与下文 πιστοῦσθαι δὲ οὐκ ἐνῆν... 通过 μέν...δέ 形成对比,以指出“即便是喜剧在法律禁止指名道姓时也能创作,而哲学论证却非得指名道姓诽谤不可”的荒谬性。
- 118ὅς γε οὐδὲ γελῶν οὐδʼ ὑφʼ ἑνὸς πώποτε ὀφθῆναι
由带有加强限定小辞的关系代词 ὅς γε(“他甚至是一个……”)引导的关系从句中,接续了由前面 λέγεται 所统领的间接引语(主格加不定词结构),采用了不定词 ὀφθῆναι。主语伯里克利以主格形式延续至关系从句内部。
- 118τῷ δὲ ἀξιώματι τῆς γνώμης καὶ τῷ μὴ τῶν αὐτῶν ἡττᾶσθαι τοῖς πολλοῖς ὀλίγοις καταλιπεῖν ἐγγὺς ἐλθεῖν ἑαυτοῦ
此句与前半句(τῆς μὲν πολιτείας... κοινὸς εἶναι)形成对比。τῷ ἀξιώματι 与 τῷ μὴ... ἡττᾶσθαι 为表示方式、原因或视角的与格。τοῖς πολλοῖς 是依附于 τῶν αὐτῶν 的关涉/伴随与格(“不向与大众相同的事物屈服”)。不定词 καταλιπεῖν(留下)带与格补足语 ὀλίγοις(留给极少数人)以及不定词短语 ἐγγὺς ἐλθεῖν ἑαυτοῦ(接近他自己),整体构成“几乎未给任何人留下能接近他的余地”。
- 119ὃ δέ φασιν ὑπάρξαι Σωκράτει σοφιστῶν διαφερόντως, τοῦτʼ ἐκείνῳ δημαγωγῶν
这是由 ὅ... τοῦτο 构成的相关句式,关系从句作为前置主题提出。属格 σοφιστῶν 依附于副词 διαφερόντως(“卓越于诸智者之上”)。主句 τοῦτʼ ἐκείνῳ δημαγωγῶν 中省略了动词(ὑπῆρξε/ὑπάρχει);与格 ἐκείνῳ(指伯里克利)对应前面的 Σωκράτει,而 δημαγωγῶν 则是与 σοφιστῶν 对应的比较/区分属格(“在民粹领袖中出类拔萃”)。
- 119παρὸν αὐτῷ μᾶλλον παντὸς
这是由非人称动词 πάρεστι(可能、允许)的中性宾格分词 παρόν 构成的宾格绝对独立结构(accusative absolute),在此带有让步意味(“尽管对他而言比任何人都更有可能”)。αὐτῷ 是与 παρόν 搭配的人称与格,παντός 则是受比较级副词 μᾶλλον 管辖的比较属格(作名词用,“比任何人都……”)。
