← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§116-117

指责四位政治家之举的不当与多余

作者批评柏拉图在《高尔吉亚篇》中对四位著名雅典政治家的激烈指责,指出这在论证逻辑和说服对手上均属多余,甚至可能使柏拉图蒙受出于恶意与嫉恨的指责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§116

παραιτεῖσθαι μὲν οὐκ οἶδʼ ὅ τι δεῖ περὶ τῶν αὐτῶν πολλάκις, ἄλλως τε καὶ οὐ πρὸς ἄνδρας μέλλοντας ἐρεῖν μᾶλλον ἢ ὑπὲρ ἀνδρῶν καλῶν καὶ ἀγαθῶν, καὶ τούτων οὐκ ὀλίγων, οὐδὲ ἧττον παλαιῶν ἢ Πλάτων, ὅτι μὴ καὶ πρεσβυτέρων ἐκείνου, εἴ τῳ καὶ τοῦτʼ ἄξιον αἰδοῦς εἶναι δοκεῖ. παρέστη δέ μοι θαυμάσαι πολλάκις ἄλλα τε δὴ τῶν ἐν Γοργίᾳ καὶ τὴν κατηγορίαν ἣν ἐποιήσατο Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Περικλέους καὶ Κίμωνος, καὶ ταῦτʼ ἀφελῶς οὕτως καὶ ἀνειμένως, ὃ μηδʼ ἂν εἷς εἰκάσειε πρὶν διακοῦσαι τοῦ διαλόγου. πρῶτον μὲν γὰρ οὐδὲ τὸ πρᾶγμα ἐπηνάγκαζεν, οὐδʼ ἔχοι τις ἂν εἰπεῖν. νὴ Δία, ὁ γὰρ λόγος αὐτῷ διεφθείρετο μὴ τούτους κακῶς εἰπόντι·1 ἀλλὰ ἐξῆν καὶ χωρὶς τῆς βλασφημίας ταύτης περαίνειν τὴν ὑπόθεσιν. εἰ μὲν γὰρ τοῦτʼ εὐθὺς ἐξ ἀρχῆς προὔθετο καὶ τοῦτʼ ἐνεστήσατο ἐξετάσαι τοὺς Ἀθήνησι πολιτευσαμένους, ἐκ τοῦ πράγματος ἦν ἴσως καὶ περὶ τούτων λέγειν. νῦν δὲ τί φησὶ καὶ πρὸς τί προσῆγε τὸν λόγον; δύο ταύτας εἶναι παρασκευὰς περὶ σῶμα καὶ ψυχὴν, μίαν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὴν ἑτέραν δὲ πρὸς τὸ βέλτιστον· καὶ τὴν μὲν πρὸς ἡδονὴν ἀγεννῆ καὶ κολακείαν εἶναι, τὴν δὲ ἑτέραν σπουδαῖον καὶ καλόν. ὥστε τίς ἦν βλάβη τῷ λόγῳ μὴ τούτων τῶν ἀνδρῶν κακῶς ἀκουσάντων; καὶ μηδὲν μᾶλλον ἐκινδύνευε τό γε δή που πρὸς χάριν ἀντὶ τοῦ τὰ βέλτιστα λέγειν χρηστὸν νομισθῆναι, ἄλλως τε καὶ τοῦ Καλλικλέους ἀπειρηκότος ἤδη πολλάκις, ὡς αὐτὸς ἐνδείκνυται, καὶ τελευτῶντος εἰπόντος σὺ μὲν οὐκ οἶδʼ ὅντινά μοι τρόπον δοκεῖς εὖ λέγειν, ὦ Σώκρατες· πέπονθα δὲ τὸ τῶν πολλῶν πάθος, οὐ πάνυ σοι πείθομαι. οὐ γὰρ δὴ τοῦτό γε ἔστιν εἰπεῖν, ὡς εἰ ψέξειεν ἐκείνους, μᾶλλόν τι πείσειν αὐτὸν ἡγεῖτο καὶ προσάξεσθαι. τοὐναντίον γὰρ ἔμοιγε δοκεῖ μᾶλλον ἂν καὶ παροξῦναι καὶ πλέον θάτερον ποιῆσαι2 τῇ ʼκείνων βλασφημίᾳ, ὥστε οὕτω γʼ ἂν, ὅ φησιν αὐτὸς, ἀνεσόβει τὴν θήραν, καὶ ταῦθʼ ὅπερ ἐβούλετο δηλοῦν ἔχων ἤδη καὶ συνειληφώς. γνοίη δʼ ἄν τις ἐξ αὐτῶν τῶν ῥημάτων. προελθὼν γὰρ τοῦ λόγου, Ἆρʼ οὖν, φησὶν, οὕτως ἐπιχειρητέον ἡμῖν ἐστι τῇ πόλει καὶ τοῖς πολίταις θεραπεύειν, ὡς βελτίστους αὐτοὺς τοὺς πολίτας ποιοῦντας; πάνυ γʼ, εἴ σοι ἥδιον, φησὶν ὁ Καλλικλῆς. ὥσθʼ ὅτε ὡμολόγητο καὶ συγκεχώρητο ὑπὲρ οὗ πᾶς ἤνυστο λόγος καὶ πρὸς ὃ πάντα ταῦτʼ εἶχε τὴν ἀναφορὰν, τίς ἦν ἡ ζημία τῶν ἀνδρῶν μὴ προσκαθάπτεσθαι;3 νῦν δὲ ὥσπερ ὠδίνων καὶ περιβαλλόμενος κύκλῳ τὴν ἐπʼ ἐκείνους ὁδὸν οὕτως ἐπιβούλως ἐλθὼν ἐπὶ τοὺς λόγους φαίνεται. καὶ μὴν τὸ μὲν διάφορον οὐχὶ μικρόν. ἐκεῖνο μὲν γὰρ ἦν ὑπὲρ αὐτῆς τῆς ἀληθείας ἀγωνίζεσθαι, τοῦτο δὲ ἐγὼ μὲν οὐδέποτε ἂν φήσαιμι, ἄλλος δʼ ἄν τις εἴποι διαβάλλων οὐ πόρρω κακοηθείας εἶναι. καίτοι πῶς οὐκ ἄτοπον τοσοῦτον προέχοντα φιλανθρωπίᾳ καὶ μεγαλοψυχίᾳ τὴν τοῦ βασκαίνειν δοκεῖν παρέχειν λαβὴν ὅσα γε ἐκ τῶν λόγων; θαυμάζω δὲ εἰ κωμῳδίαν μὲν ἔξεστι ποιεῖν, κἂν μὴ

我不知道为何有必要就同样的事情一再申辩,特别是当我将要发言并不是为了反对他人,而毋宁是为那些高尚而善良的人们辩护,而且他们人数不少,年代也绝不亚于柏拉图,甚至比他更为古老——如果有人认为这一点也值得敬重的话。然而,我常常对《高尔吉亚篇》中的其他内容感到惊异,尤其是他对米尔提亚德斯、地米斯托克利、伯里克利和客蒙所作的控告,而且是如此直率而不加节制地进行,这是任何人在完整听完这篇对话之前都料想不到的。因为首先,事情本身并没有强迫他这样做,也没有人能够说:“凭宙斯起誓,若他不把这些人说得一无是处,他的论证就会崩溃!”相反,即使没有这番毁谤,他也完全能够完成既定的论题。如果他从一开始就提出这一点,并着手审视雅典从政的人物,那么在论证进程中顺便谈及他们或许也是合情合理的。但实际上,他说了什么,又是朝着什么引导论证的呢?难道不是说关于身体与灵魂有两种筹备,一种旨在取悦,另一种旨在追求最善;而旨在取悦的是卑劣和阿谀,另一种则是庄重而崇高的吗?既然如此,即便没有让这些人名声受损,对论证又会有何损害呢?而且,以取悦而非讲求最善的方式发言会被视为可取之举的危险也丝毫不复存在,更何况卡利克勒斯正如他自己所表明的那样已经多次放弃争辩,并最终说道:“苏格拉底,不知为何我总觉得你讲得很好;但我有着众人的通病:我并没有全然被你说服。”因为绝不能说,他以为若谴责那些人,就会更加说服卡利克勒斯并把他争取过来。相反,在我看来,他对那些人的毁谤毋宁更会激怒对方并产生适得其反的效果,以至于这样一来,正如他自己所说的那样,他反而会吓跑猎物,而且这还是在他本已掌握并捕获了他所欲表明的结论之时。人们从其言辞本身便能明白这一点。随着论证推进,他说道:“那么,我们难道不应该这样着手关照城邦与公民,即使得公民们自身尽可能变得至善吗?”卡利克勒斯答道:“当然可以,如果这对你更为顺心的话。”因此,当整个论证为之完成且这一切所指向的目标已得到承认和赞同时,不去抨击那些人又会有什么损失呢?然而事实上,他仿佛经历分娩之苦、绕着大圈子寻找通向他们的途径,显然是以如此险恶的居心走向了这些言辞。而且,这两者的差异绝非微不足道:前者是为真理本身而奋斗,而后者——我自身绝不会这样说——但换作另一些诽谤者则可能会说与恶意相差不远。然而,一位在博爱与恢宏气度上如此卓越的人,至少就其言论而言,竟提供了显得心怀嫉恨的把柄,这岂不是太荒谬了吗?我感到奇怪的是,既然可以创作喜剧,即便不……

语法注3 条
  1. 116νὴ Δία, ὁ γὰρ λόγος αὐτῷ διεφθείρετο μὴ τούτους κακῶς εἰπόντι

    设想的反驳(hypophora / occupatio)。发誓语 νὴ Δία 引出假想论敌的辩解;未完成过去时 διεφθείρετο 未带 ἄν,以生动的修辞语气表示与事实相反的后果(“论证就要完蛋了”);否定分词短语 μὴ ... εἰπόντι 相当于条件从句(“若他不恶言相向……”),与受损与格 αὐτῷ 一致。

  2. 117πλέον θάτερον ποιῆσαι

    希腊语习语。θάτερον(τὸ ἕτερον 的缩合形,“两者中的另一方”)常委婉地指代“相反的结果”或“更坏的结果”。因此 πλέον θάτερον ποιῆσαι 是一个固定表达,意为“使结果更加适得其反”或“令情况进一步恶化”。

  3. 117τίς ἦν ἡ ζημία τῶν ἀνδρῶν μὴ προσκαθάπτεσθαι

    复合动词 προσκαθάπτομαι(“紧抓住、抨击、指责”)支配被指责者的属格,在此即 τῶν ἀνδρῶν。不定式短语 μὴ προσκαθάπτεσθαι 作为解释性成分(相当于属格不定式),补充说明 ἡ ζημία 的具体内容,构成反问:“不去攻击那些人究竟有何损失呢?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:116-117