- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:99-100
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引赫西俄德的诗句论证演说术与君王的明智紧密相连,随后开启一则起源神话,讲述初生的人类因孱弱而濒临灭绝,普罗米修斯挺身请命,宙斯遂命赫尔墨斯将演说术赐予人类中的精英。
τίθησιν, ἀλλὰ καὶ τοὺς ἀρίστους τῶν βασιλέων ῥητορικῆς φησι μετουσίᾳ γίγνεσθαι τοιούτους. καὶ προστίθησι "τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς βλαπτομένοις ἀγορῇφι μετάτροπα ἔργα τελεῦσι, ῥηιδίως μαλακοῖσι παραιφάμενοι ἐπέεσσι·" δύʼ ἐν τούτοις μαρτυρῶν, ὅτι τε ἡ ῥητορικὴ σύνεδρος τῆς βασιλικῆς καὶ ὅτι περὶ τὸν αὐτόν ἐστι τό τε τοῦ ἐχέφρονος πρόσρημα καὶ τὸ λέγειν καλῶς. ὁ γὰρ ἐν μὲν τοῖς ἄνω ποιήσας ὡς ἄρα ἡ Καλλιόπη τοῖς αἰδεσιμωτάτοις τῶν βασιλέων ἕπεται καὶ ποιεῖ δύνασθαι λέγειν, ἐνταῦθα δὲ προσθεὶς τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, ὥστε διαιρεῖν τὰ τοῦ δήμου διάφορα, δεικνύει ἐν ᾗ μοίρᾳ πρόσθεν ἔθηκε τοὺς λόγους, ἐν ταύτῃ τὴν σωφροσύνην, καὶ πάλιν αὖθις ὡς οὐχ ὑπʼ ἀνοίας τοὺς ῥήτορας ὄντας καὶ ἐχέφρονας, ῥητορικῆς μὲν ἀρχὴν φρόνησιν καὶ σωφροσύνην τιθεὶς, ταύτας δʼ αὖ συνάψας πρὸς ἀλλήλας, τήν τε βασιλικὴν καὶ δικαστικὴν, ὀρθῶς ἀγορεύων Ἡσίοδος καὶ τὰς Μούσας ἀμειβόμενος δικαίως, παρʼ ὧν καὶ τὸ δύνασθαι περὶ τούτων λέγειν παρειληφὼς ἦν. οὐκοῦν οἱ μὲν ἐχέφρονες περὶ τούτων λέγουσι τὰ δέοντα, οἱ δὲ βασιλεῖς λέγειν εἰδότες εἰσὶν ἐχέφρονες, οὐ μόνον ἵνʼ αὐτοὶ τὰ δέοντα πράττωσιν, ἀλλʼ ἵνα καὶ ἑτέρους παρασκευάζωσιν. ἔστιν ἄρα ῥητορικῆς ἔργον καὶ φρονεῖν ὀρθῶς καὶ μὴ μόνον αὑτὸν ἃ δεῖ πράττοντα, ἀλλὰ καὶ ἑτέρους πείθοντα ἃ δεῖ πράττειν παρέχεσθαι, καὶ ὅλως εἶναι βασιλικόν. οὐκ ἀποστατεῖ δὲ οὐδὲ ἡ παροιμία τούτων ἡ λέγουσα οἷος ὁ τρόπος, τοιοῦτον εἶναι καὶ τὸν λόγον· καὶ πάλιν τὸ ἕτερον ὡσαύτως. οὕτω καὶ τοῖς παρʼ ἡμῶν λόγοις, μᾶλλον δὲ οἷς αὐτὸς ὑποτίθησιν ὁ λόγος, καὶ τῇ παρὰ τῶν πραγμάτων μαρτυρίᾳ καὶ τῇ παρὰ τῶν ἐντιμοτάτων ποιητῶν καὶ τῇ τῶν παροιμιῶν πίστει παρʼ ἡμῖν τἀληθές ἐστιν. εἰ δὲ δεῖ καὶ μῦθον λέγειν, δέδοικα μὲν ἐγὼ μὴ καὶ ταῖς γραυσὶν ἡμᾶς ἐξούλης ὀφλεῖν1 ἐπισκώπτων φῇ τις ἀνὴρ κωμικός. ἐρῶ δὲ οὐ μῦθον ἄλλως αὐτὸν εἰς αὑτὸν τελευτῶντα, ἀλλὰ καὶ ἐνταῦθα ἡ παρὰ τῶν πραγμάτων προσέσται πίστις, ἵνʼ ὡς ἀληθῶς καὶ τὴν τοῦ Ἀμφίονος ῥῆσιν ἀνταποδῶ καὶ τὸν Ζῆθον ἀναμνησθῶμεν εἰπεῖν, εἰ μὴ κατὰ τὸν Εὐριπίδην εἷς ἀμφοτέρους ποιήσει τοὺς λόγους, ἀλλὰ κατʼ αὐτοὺς ἐκείνους διελώμεθα. νεωστὶ γὰρ τῶν ἀνθρώπων γεγονότων καὶ τῶν ἄλλων ζώων θόρυβος πολὺς ἦν κατὰ τὴν γῆν καὶ ταραχή. οὔτε γὰρ αὐτοί σφισιν εἶχον ὅ τι χρήσονται,2 οὐδὲ γὰρ ἦν οὐδὲν τὸ συνάγον, ἀλλʼ οἱ μείζους τοὺς ἐλάττους ἦγον, οὔτε τοῖς ἄλλοις ζώοις εἶχον ἀνταρκεῖν· πᾶσι γὰρ πάντων ἀπελείποντο ἄλλοτε ἄλλων, τάχει μὲν τῶν πτηνῶν ἁπάντων—ὅπερ οὖν Ὅμηρος ἔφη τοὺς Πυγμαίους πάσχειν ὑπὸ τῶν γεράνων, πᾶσι τοῖς τότε ὑπὸ πάντων συνέβαινε τῶν ἀλκίμων ὀρνίθων— κατʼ ἰσχὺν δʼ αὖ πόρρω καὶ τῶν λεόντων καὶ τῶν κάπρων καὶ πολλῶν ἄλλων ἦσαν· ὥστʼ ἀπώλλυντο σιγῇ. καὶ μὴν τῇ γε κατασκευῇ τοῦ σώματος οὐ μόνον τῶν προβάτων, ἀλλὰ καὶ τῶν κοχλιῶν ἀπελείποντο, οὐδεὶς αὐτῶν ὑπάρχων αὐτάρκης. φθειρομένου δὲ οὕτω τοῦ γένους καὶ κατὰ μικρὸν ὑπορρέοντος κατιδὼν ὁ Προμηθεὺς ἀεί πως ὢν φιλάνθρωπος ἀνέρχεται πρεσβευτὴς ὑπὲρ τῶν ἀνθρώπων, οὐχ ὑπὸ τῶν ἀνθρώπων πεμφθεὶς, οὐδὲ γὰρ πρέσβεις πέμπειν ἦν πω τότʼ εἰδέναι, ἀλλʼ αὐτὸς ἀφʼ ἑαυτοῦ. ὁ δὲ Ζεὺς τοῦ τε Προμηθέως ἀγασθεὶς δίκαια λέγοντος καὶ ἅμα καθʼ ἑαυτὸν εἰληφὼς λογισμὸν τοῦ πράγματος, τῶν αὑτοῦ παίδων Ἑρμῆν κελεύει ῥητορικὴν ἔχοντα ἐλθεῖν εἰς ἀνθρώπους. ὁ μὲν οὖν Προμηθεὺς καθʼ ἕκαστον ἅπασι τάς τε αἰσθήσεις καὶ τἄλλα μέλη τοῦ σώματος ἦν συμπεπλακὼς πρότερον, τὸν δὲ Ἑρμῆν οὐχ οὕτως ἐκέλευσεν ὥσπερ θεωρικοῦ διάδοσιν διελεῖν,3 ἵνα πάντες ῥητορικῆς ἐφεξῆς μετέχοιεν, ὥσπερ ὀφθαλμῶν καὶ χειρῶν καὶ ποδῶν, ἀλλʼ ἐπιλεξάμενον τοὺς ἀρίστους, καὶ γενναιοτάτους καὶ
……如此判定,而且宣称最卓越的君王亦是凭借分有演说术才成为这等人物的。他继而补充道: “因此君王们明达通晓,皆因在集会中 百姓遭受损害时,他们能轻易扭转局势, 以温和的言辞善加劝导;”他在此见证了两点:其一,演说术乃是王政的辅弼;其二,明达通晓的称号与善于辞令同属一人。盖诗人在前文既已表明卡利俄佩伴随最受尊崇的君王,使之得以言说,在此又补充道: “因此君王们明达通晓”,以便调停民众的纷争;这便显明,他先前将言辞置于何种分位,如今便将节制置于同一分位,且再次表明演说家并非出于愚昧,而是明达之人;他将明智与节制确立为演说术的发端,复将两者——即王政之术与司法之术——联结于一处。赫西俄德立论切当,公允地报偿了诸位缪斯,盖他正是从她们那里领受了谈论这些事物的能力。由此可见,明达之人就这些事务陈述当为之事,而深谙言说的君王之所以明达,不仅在于使自己践行当为之事,更在于促使他人亦做好准备起而践行。因此,演说术的功用既在于端正思考,又不仅在于自身践行应当践行之事,更在于通过劝导他人使之践行应当践行之事,总而言之,在于具备王者的气象。此外,“为人如何,其言亦如何”这一格言亦未偏离此理,反之亦然。这样,凭借我们自身的论据——或者更确切地说,凭借论证本身所提示的根据——凭借事实的见证,凭借最受尊崇的诗人们的见证,以及凭借格言的真切凭据,真理皆操于我方之手。 若必须再讲述一则神话,我唯恐会有某位喜剧作家讥讽道,我们甚至会因老妇人的诉讼而被判侵权之罚。然而,我所讲的并非单纯自足自终的神话,而是在此亦必有来自事实的凭据相伴,以便我们能够真正回应安菲翁的辞令,并回忆起策托斯的陈词——倘若我们不是依照欧里庇得斯那样由一人总揽两种言论,而是依照他们两位本人来分执其词。盖当人类与其他动物初生之时,大地上充满了巨大的骚动与混乱。盖人类既不知如何安置自身——因没有任何将他们聚合在一起的纽带,而是强者驱策弱者——亦无力抵御其他动物。因为他们在一切方面皆落后于其他万物,且于不同时候落后于不同者:在速度上逊于一切飞禽——正如荷马所云俾格米人受制于鹤群那般,当时的情形正是所有人类均受制于一切强健的鸟类——在力量上又远逊于狮子、野猪及诸多其他动物,以致他们无声无息地走向灭绝。况且在肉体构造上,他们不仅不如绵羊,甚至逊于蜗牛,他们之中绝无一人能够自给自足。眼见人类这般衰微、逐渐消亡,始终怀有爱人之心的普罗米修斯便上去为人类充作使者;他并非受人类派遣——盖当时人类尚不知晓遣使之事——而是完全出于一己之愿。宙斯既赞赏普罗米修斯所言公允,同时自身亦深思其事,遂命自己的爱子之一赫尔墨斯携演说术降临人间。普罗米修斯先前固然已为每一个人造就了全部感官与身体的其他肢体,但宙斯并未命赫尔墨斯如发放观剧金那样去分配演说术,使所有人如同拥有双目、双手与双足那般依次分有演说术;而是命他挑选出最卓越、最高贵之人,以及……
- 99ἐξούλης ὀφλεῖν
雅典法律术语“在侵占/非法强占之诉中败诉并被判处罚金”的比喻用法。作者以此幽默地表示,自己讲述神话故事(常被视为老妇人的专利)可能会招致喜剧作家的调侃,称其侵占了老妇人的专属财产而遭起诉败诉。
- 100οὔτε γὰρ αὐτοί σφισιν εἶχον ὅ τι χρήσονται
此处为动词 ἔχω 搭配间接疑问从句(ὅ τι χρήσονται)表示“知晓如何做/知晓如何应对”,其中动词 χρῆσθαι 支配与格,表示“处置、对待、应付”。反身代词与格 σφισιν 作 χρήσονται 的宾语,全句意为“他们不知该如何安置/处置他们自身”。
- 100ὥσπερ θεωρικοῦ διάδοσιν διελεῖν
借用了雅典城邦向全体公民均等发放“观剧金”(theorikon,节庆/观剧津贴)的制度作为比喻。此处暗指柏拉图《普罗泰戈拉篇》中的神话(其中羞耻与正义被均等地分给所有人),作者特意强调演说术并非如同普遍救济金那样不加区分地分给所有人,而是专门赐予被挑选出来的卓越之士。
