- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:97-98
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里斯提德论证明晓言说与沉默时机的演说家亦通晓合宜之行动,言辞与实践乃密不可分。他援引荷马与赫西俄德的诗句,证明在集会中引导民众的演说家远胜于单纯的行动者,且与逢迎的谄媚者有本质区别。
ἄμεινον εἰπεῖν καὶ πότʼ ἐᾶσαι, ὥσπερ καὶ ὅστις οἶδε πότε πλεῖν καιρὸς, οὐκ ἀγνοεῖ καὶ πόθʼ ὁρμεῖν· ὅστις δὲ λόγου καὶ σιωπῆς καιρὸν ἐπίσταται, κατʼ οὐδέτερον τούτων ἁμαρτήσεται. ὁ δὲ μήτε λέγων μήτε σιωπῶν οὐδέποτε ἐκ τῶν εἰκότων κατὰ γοῦν τὴν τέχνην.1 οὐκ ἄρα τοῦ φιλοσόφου μᾶλλον ἢ τοῦ ῥήτορος εἰδέναι πότε χρὴ σιωπᾶν. καὶ μὴν ὅστις γε ἃ προσήκει λέγειν οἶδεν οἶδεν ἃ πράττειν προσήκει. οὐδεὶς γάρ ἐστιν ὅστις ἃ προσήκει πράττειν εἰπεῖν εἰδὼς ἃ προσήκει πράττειν ἀγνοεῖ, οὐδὲ ὅστις ἀγνοῶν ἃ προσήκει πράττειν εἰπεῖν ἔχει. καὶ μὴν ὅ γε εἰδὼς ἑτέρῳ τί πρακτέον οἶδε καὶ τί αὑτῷ δή που, ὥσπερ γε καὶ ὅστις διψῶντα ἕτερον παύειν ἑαυτὸν οὐκ ἀγνοεῖ. ὁ αὐτὸς ἄρα ἐκ τοῦ λόγου φαίνεται λέγειν τε ἃ δεῖ καὶ πράττειν δυνάμενος καὶ ὁ αὐτὸς περὶ ἀμφοτέρων κατὰ τὸ εἰκὸς ἁμαρτών. ταῦτʼ ἄρα καὶ οἱ παλαιοὶ συνῆπτον τὰς δυνάμεις καὶ οὐ διέκρινον. ἀλλʼ Ὅμηρος μὲν ἔφη τὸν Φοίνικα ὑπὸ τοῦ Πηλέως πεμφθῆναι τῷ Ἀχιλλεῖ "μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτηρά τε ἔργων," ὡς τὸν αὐτὸν εἰδότα ἅ τε δεῖ λέγειν καὶ ἃ πράττειν ἄμεινον. καὶ πρό γε τούτου πρότερον αὐτὸς συνῆψεν εἰπὼν "οὔπω εἰδόθʼ ὁμοιίου πολέμοιο, οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσιν," τὸ μὲν πρακτικὸν ἐξ ἑνὸς εἴδους τοῦ κατὰ τὸν πόλεμον ἐμφανίζων, τὸ δʼ αὖ λογικὸν ἐκ τοῦ κατὰ τὰς ἀγορὰς, μνησθεὶς δὲ ὅμως ἀμφοτέρων τὸ ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι ταῖς ἀγοραῖς προσέθηκεν, οὐ τῷ πολέμῳ, ὡς ἀμείνω τὸν ῥήτορα ὄντα ὅταν λέγῃ περὶ τῶν πρακτέων, ἢ ὅταν αὐτὸς πράττῃ τὴν πρᾶξιν. εἰκότως. ὅσῳ γὰρ βέλτιον ἄρχειν ἢ διακονεῖν, τοσούτῳ λέγειν τὰ δέοντα βέλτιον ἢ πράττειν. ὁ μὲν γὰρ οἶμαι πολλοῖς σύμβουλος γίγνεται, ὁ δὲ ἀνθʼ ἑνὸς ἄλλου τινὸς γίγνεται.2 ὥσπερ οὖν τοὺς ἀρχιτέκτονας τῶν τεκτόνων ἀνάγκη προέχειν, ὄντας ὅμως περὶ ταῦτα ἃ τῆς τῶν τεκτόνων ἐστὶν ἐμπειρίας, οὕτω τοὺς ἐν ταῖς ἀγοραῖς καὶ τοῖς λόγοις προέχοντας τῶν τούτοις ὑπηρετούντων βελτίους ὁ ποιητὴς ἔθηκε καὶ προσεῖπεν ἀριπρεπεῖς, μάλα ὀρθῶς προσειπών. ὁ μὲν γὰρ ἐν πολλοῖς πράττων οὐκ ἔκδηλος γίγνεται· πολλοὶ γὰρ οἱ μετέχοντες· ὁ δὲ εἰς τὸ μέσον λέγων ἅπαντας ἐφέλκεται καὶ πάντες εἰς αὐτὸν ὁρῶσιν· "ὁ δʼ ἀσφαλέως ἀγορεύει, αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν." εἰς γὰρ ἕτερα αὖ παραπλήσια σχεδὸν αὐτομάτως ἥκει φέρων ὁ λόγος· ἐν οἷς Ὅμηρος σαφῶς μαρτυρεῖ ὅτι οὐ κολακεύων ὁ ῥήτωρ λέγει οὐδὲ ὑποπεπτωκὼς, οὐδὲ τὸν δεῖνα ἢ τὸν δεῖνα θαυμάζων, οὐδὲ ἐπίκαιρον ἡδονὴν διώκων, ἄλλος ἄλλοθι γιγνόμενος, ὥσπερ οἱ ὀψοποιοὶ χάριν ἡδονῆς ἑτέρου, οὐδὲ σχηματιζόμενος ὡς δοῦλος τῶν ἀεὶ δυναμένων, ἀλλʼ ἀσφαλῶς ἀγορεύει, φησί. τὸ δὲ ἀσφαλῶς ἔστιν ἀπταίστως. ἀμήχανον δὲ ἀπταίστως λέγειν ὅστις μὴ ὑγιῶς λέγει. αἴτιον δὲ τούτου φησὶν ὅτι αἰδοῖ μειλιχίῃ, οὐ τὸ ἀναιδέστατον ἦθος τὸ τοῦ κόλακος λαμβάνων ἐν τῇ ψυχῇ καὶ ἀναματτόμενος, ἀλλʼ αἰδούμενος. τοῦ γὰρ τοιούτου καὶ τοὺς λόγους ἀνάγκη κοσμίους εἶναι, κόσμον δὲ καὶ τάξιν ἔχοντα κρατεῖν. Ἡσίοδος δʼ αὖ φησι καὶ τοὺς βασιλέας θείᾳ μοίρᾳ καὶ δόσει γίγνεσθαι λόγων μετόχους, λέγων ὅτι ἡ Καλλιόπη "καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. ὅντινα τιμήσουσι Διὸς κοῦραι μεγάλοιο, γιγνόμενόν τʼ ἐσίδωσι διοτρεφέων βασιλήων, τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἀοιδὴν, τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας ἰθείῃσι δίκῃσιν· ὁ δʼ ἀτρεκέως ἀγορεύων αἶψά τε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσε·" σχεδὸν οὐ μόνον κατὰ ταὐτὰ, ἀλλὰ καὶ ταὐτὰ ἄντικρυς Ὁμήρῳ λέγων, μᾶλλον δὲ πολὺ κυριώτερον καὶ λαμπρότερον οὗτος τῇ ῥητορικῇ συναγορεύων, ὁπότʼ οὐ μόνον πράττειν τὰ δέοντα τὸν αὐτὸν ὅνπερ λέγειν τὰ δέοντα3
……何时说出更好,何时应当住口,正如知道何时适宜起航的人,亦懂得何时适宜抛锚;凡洞悉言语与沉默之适宜时机者,在二者中皆不致犯错。而在符合这门技艺的限度内,依常理推断,无论在言说还是在沉默中,他都绝不会有所失误。因此,明晓何时应当沉默,属于哲学家并不多于属于演说家。再者,凡知道当言何事的人,亦知道当行何事。因为绝无任何一个人,既懂得说出应当践行之事,却对应当践行之事一无所知;也绝无任何人,在对应当践行之事一无所知的情况下,却能将其陈述出来。况且,深知他人应当做何事的人,自然也深知自己应当做何事,正如懂得解除他人干渴的人,对自己亦非不知。由此可见,依此论证,能够说出当言之事与能够践行当行之事者,乃是同一个人,而在常理上于这两方面均有所失误者,亦是同一个人。 正因如此,古人亦是将这两种能力联结在一起而未加割裂的。荷马便曾言及,福尼克斯由珀琉斯遣至阿喀琉斯身旁,“作演说辞令者,亦作建功立业者”,其意正指同一个人既明晓当言之事,亦明晓何者行之更佳。在此之前,荷马本人亦曾将二者联结而言道,阿喀琉斯 “尚不知惨烈的战争, 亦不知那使男儿显赫出众的集会”,他以战争这一单一形式展现其实践的一面,又以集会展现其论理的一面;然而在提及两者时,他却把“使男儿显赫出众”这一赞誉加诸集会而非战争,足见在论及当为之事时,演说家要比自己亲身践行该事更为卓越。此乃理所当然:因为统御高出服役多少,言说当为之事就高出践行当为之事多少。盖依我看,演说者乃是成为多人的劝导者,而行动者不过是充作单单某一人的替代而已。因此,正如总建筑师固然从事着属于木匠经验范围内的事物,却必然高出木匠一筹,诗人同样判定,在集会与言辞中超拔之人,优于服侍他们的人,并称之为显赫出众者——这一称呼极为切当。因为在众人中行动之人并不显著,盖参与其事者众;而在大庭广众之中陈词者却能招揽众人,举目皆向: “他沉稳不乱地陈词, 怀着温雅的恭逊,在聚会的人群中卓然出众。” 因为论证几乎自然而然地引向了其他相类的诗句;在这些诗句中,荷马明白地见证:演说家在言说时绝非谄媚逢迎、委身屈从,亦非仰慕这人或那人,亦非追逐一时之欢愉而随波逐流——如同膳夫为了他人的快感而行事——亦非装扮成当权者脚下的奴隶,而是“沉稳不乱地陈词”。所谓“沉稳不乱”,即是不致失足之意;而未曾健全立论之人,断不可能言无失足。诗人道出其由,乃在于“怀着温雅的恭逊”——他并非在灵魂中纳取并模仿谄媚者那毫无廉耻的气习,而是心怀恭逊。盖此等人物的言辞必当合乎体统,而兼具规制与秩序者必当胜出。再者,赫西俄德亦称,君王获得言辞的能力亦是依凭神圣的命运与恩赐;他言道卡利俄佩 “亦伴随令人敬畏的君王。 凡蒙伟大宙斯的女儿们眷顾、 在神育的诸王之中于诞生时被她们垂注之人, 她们必在其舌上倾注甘美的歌声, 温和的言辞遂从其口中流溢;众民 皆凝视着他以公正的裁判裁决法度; 他确凿不移地陈词, 即刻便以熟稔的智谋平息了巨大的纷争;”赫西俄德所言不仅在大意上,而且直接在字句上与荷马如出一辙,甚至远为权威、更为灿烂地为演说术作了辩护;因为他不仅指出践行当为之事者与言说当为之事者乃是同一个人……
- 97ὁ δὲ μήτε λέγων μήτε σιωπῶν οὐδέποτε ἐκ τῶν εἰκότων κατὰ γοῦν τὴν τέχνην
从前一分句 κατʼ οὐδέτερον τούτων ἁμαρτήσεται 中承前省略了谓语动词 ἁμαρτήσεται(或类似的潜在动词)。分词 μήτε λέγων μήτε σιωπῶν 表伴随状况或条件,即“无论在言说还是在沉默中,依常理而言都不会犯错”。
- 97ὁ δὲ ἀνθʼ ἑνὸς ἄλλου τινὸς γίγνεται
与前半句 ὁ μὲν γὰρ οἶμαι πολλοῖς σύμβουλος γίγνεται(“盖前者成为多人的劝导者”)构成对比。短语 ἀνθʼ ἑνός 意为“替代一人”,表明演说家以言辞指导众人,而纯粹的行动者在职能上仅能充作某一单个人员的替手或等同于一人。
- 98ὁπότʼ οὐ μόνον πράττειν τὰ δέοντα τὸν αὐτὸν ὅνπερ λέγειν τὰ δέοντα
该句在段落末尾中断。由连词 ὁπότε 引导的从句开启了一个宾格不定式结构(以 τὸν αὐτόν 为主语宾格,后续承接省略或未完的动词),用以说明前文分词 συναγορεύων(“辩护”)的依据与原因。
