← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§101-102

修辞术开创文明的功绩与其不可匹敌的力量

作为神话的结语,作者讲述了修辞术(言论)如何将人类从野蛮孤立中解救出来,建立城邦、法律与宗教,使人成为万物之主。作者进一步指出,与立法和司法不同,修辞术持续维系着社会,且与可被联合击败的财富和体力不同,言语的卓越无法通过简单的数量凑集而被超越。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§101

τὰς φύσεις ἐρρωμενεστάτους, τούτοις ἐγχειρίσαι τὸ δῶρον, ἵνʼ ὁμοῦ σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους σώζειν ἔχοιεν.1 ἀφικομένης δὲ ῥητορικῆς εἰς ἀνθρώπους οὕτως ἐκ θεῶν ἠδυνήθησαν μὲν οἱ ἄνθρωποι τὴν μετὰ τῶν θηρίων δίαιταν χαλεπὴν ἐκφυγεῖν, ἐπαύσαντο δὲ ἐχθροὶ πάντες ὄντες ἀλλήλοις ἐν κύκλῳ, κοινωνίας δʼ εὗρον ἀρχήν. καταβάντες δὲ ἐκ τῶν ὀρῶν ἄλλοι κατʼ ἄλλα μέρη τῆς οἰκουμένης ἐπλησίασαν, τό γε πρῶτον ὕπαιθροι, μετὰ δὲ τοῦτο ἤδη λόγου νικήσαντος πόλιν τε κατεσκευάσαντο καὶ διεκρίθησαν οὐχ ὥσπερ πρότερον ὡς ἔτυχεν, ἀλλʼ εἴς τε συντάξεις κοινωνιῶν καὶ τοὺς πόλεων ἡγεμόνας νόμους ἔθεντο καὶ ἄρχοντας καὶ πολιτείαν ἐνόμισαν, καὶ θεοῖς χαριστήρια ἀνήγαγον, πρώτας ἀπαρχὰς ποιησάμενοι τὰς ἀπὸ τῶν λόγων, αἷς ἔτι καὶ νῦν χαίρειν μάλιστα τοὺς θεοὺς λόγος αἱρεῖ, ὅτι καὶ γνωρίσαι πρῶτον αὐτοῖς τοὺς θεοὺς ὑπῆρξεν ἐντεῦθεν.2 οὕτως ἄνθρωπος ἤρθη μέγας ἐξ ἀσθενοῦς καὶ σαθροῦ τοῦ κατʼ ἀρχὰς, καὶ πρόσθεν καταφρονούμενος ὡς οὐδὲν πρᾶγμα κύριός ἐστιν ἐξ ἐκείνου τοῖς ἐν τῇ γῇ, τοῦτο ὅτι βούλεται χρῆσθαι,3 πρόβλημα ποιησάμενος ἀντʼ ἄλλου φυλακτηρίου τὸν λόγον. καὶ ὁ μὲν μῦθος ἡμῖν ταύτην ἐχέτω τὴν τελευτὴν, οἶμαι κεφαλὴν οὐδὲν ἄτιμον εἰληφώς. ὅτι δʼ οὐκ ἄλλως μῦθος ταῦτα οὐδʼ ὄναρ, ἀλλʼ ὕπαρ, καὶ ὁ τῶν πραγμάτων αὐτῶν ἐστι λόγος δῆλον ἐξ αὐτῶν. οὐκοῦν οὐ μόνον ἐξ ἀρχῆς ῥητορικῆς δύναμις διώρισε ταῦτα καὶ κατέστησεν, ἀλλὰ καὶ τὰς ἐκ πλείστου τῶν πόλεων οἰκουμένας ἔτι καὶ νῦν ῥητορικὴ συνέχει τε καὶ κοσμεῖ, πρὸς τοὺς παρόντας ἀεὶ κόσμους ζητοῦσα τὸ πρόσφορον. ὥσπερ γὰρ ἔφην ἀρτίως, ἡ μὲν νομοθετικὴ θεῖσα τοὺς νόμους εὐθὺς ἀπήλλακται, καὶ ἡ δικαστικὴ μετὰ τὴν ψῆφον οὐδὲν πολυπραγμονεῖ, ἡ δὲ ὥσπερ τις ἄγρυπνος φρουρὸς οὐ καταλύει τὴν φυλακὴν, ἀλλʼ ἐκείναις τε συνῆν ἐξ ἀρχῆς ἡγουμένη τε καὶ προδιδάσκουσα καὶ καθʼ αὑτὴν αὖθις ἕκαστα ἐπέρχεται, εἰσηγουμένη, πρεσβεύουσα, ἀεὶ τὸ παρὸν συντιθεμένη· καὶ οὐδʼ ἂν πάντα τἀδικήματα καὶ ἁμαρτήματα ἐξ ἀνθρώπων ἀπέλθῃ, οὐδὲν μᾶλλόν ἐστιν ἄχρηστον, ὥσπερ νόμων οὐδὲ δικαστῶν οὐδὲν ἄν που δέοι τούτου συμβάντος· ἀλλὰ ἕως ἂν ᾖ τὸ χρῆσθαι καὶ καθʼ αὑτοὺς ἀλλήλοις καὶ τοῖς ἄλλοις, τὰ ἔργα τῇ ῥητορικῇ σώζεται. οὐ μόνον δὲ τῶν ἄλλων ζώων τῇ τοῦ λόγου φύσει προέχοντες τοσοῦτον ἐσμὲν πρότεροι, ἀλλʼ οὐδὲ τῶν ἄλλων ζώων οὐδὲ τῶν ὁμοφύλων τοσοῦτον διαφέρει παρʼ οὐδὲν τῶν ἰδίων ὡς ἄνθρωπος ἀνθρώπου παρὰ τὸν λόγον. οὐ τοίνυν οὐδὲ ἐν ἀνθρώποις αἵ γε ἄλλαι δυνάμεις τοσοῦτον παραλλάττουσιν ἢ διαρκοῦσιν. ὁ μὲν γὰρ χρήμασι νικῶν ἕνα καὶ δύο ἴσως νικᾷ, τριῶν δὲ ὁμοῦ καὶ τεττάρων ἀναμιξάντων τὰς οὐσίας οὐκ ἂν εἴη πλουσιώτερος· εἰ δὲ καὶ τεττάρων, ἀλλʼ οὐ δὶς τοσούτων· εἰ δέ τοι καὶ πολλαπλασίων, ἀλλʼ οὐ πάντων τῶν ἐν τῇ πόλει· εἰ δὲ καὶ πάντων τῶν ἐν τῇ ἑαυτοῦ, ἀλλʼ οὐ δή που καὶ τῶν ἀστυγειτόνων· εἰ δὲ κἀκείνων, ἀλλʼ οὐκ ἀμφοῖν γε ὁμοῦ, πολὺ δὲ οἶμαι καὶ μᾶλλον οὐ τῶν κατὰ πᾶσάν γε ὁμοῦ τὴν Ἑλλάδα, παντάπασι δὲ ἀμήχανον τῶν κατὰ πᾶσαν τὴν ἤπειρον. ὁ δὲ δὴ λόγῳ νικῶν ὁμοίως καθʼ ἕκαστον καὶ πάντων ἀθροισθέντων ἐστὶν ἔμπροσθεν, καὶ ὅσον κρατεῖ, μένει διηνεκὲς αὐτῷ, καὶ οὐκ ἀπόλλυσιν. οὐ γὰρ δὴ συνεισενεγκεῖν γε ἔστιν ὥσπερ χρήματα, οὐδὲ ἐράνῳ τὸ ἔλλειμμα ἀναπληρῶσαι. καὶ ὁ μέν γε κατʼ ἰσχὺν προφέρων εἰ καὶ ἑνὸς εἴη κρείττων, ὑπὸ δυοῖν γʼ ἂν αὐτὸν κατείργεσθαί φησι καὶ Ἀρχίλοχος καὶ ἡ παροιμία. εἰ δʼ οὖν καὶ ἀμφοτέρων ὑπερέχοι, ῥᾴδιον εὑρεῖν ὁπόσοι κρείττους περιφανῶς γένοιντο. συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν4 ἔφη Ὅμηρος, τὴν κατʼ ἰσχὺν ὀνομάζων. ἀλλʼ οὐχὶ λόγους γʼ ἂν ἀμείνους

将这件礼物托付给那些生性最强健的人,使他们能够同时保全自己和他人。当修辞术如此从众神降临人间时,人类得以摆脱与野兽同居的艰难生计,停止了彼此四面为敌的状态,找到了共同生活的开端。他们从山上下来,在宜居世界的各处彼此接近,起初露宿原野,但在此之后,理性已然占了上风,他们建立城邦,不再像从前那样杂乱无章,而是分为有条理的共同体,制定了作为城邦首领的法律,任命了统治者,确立了政体,并向众神献上感恩之祭,以言语之祭作为最初的初熟贡物——理性断定,众神至今仍最喜悦这些贡物,因为最初使人认识众神的能力正是由此而来的。人类就是这样从起初的脆弱腐朽中崛起为伟大,从前被视若无物而遭鄙视的人,自那时起便成为地上一切的主宰,凡所欲皆得使用,因为他已把言论当作防御之盾,代替了任何其他护身之物。 我们的神话就以此为结局吧,我认为它获得了一个绝非不体面的总结。而这些并非徒然的神话或幻梦,而是清醒的现实,是事物本身的真实叙述,这从事实本身便显而易见。因此,不仅修辞术的力量自始划定了这些并使之确立,而且直到如今,在那些历史最悠久的城邦中,修辞术仍在维系并整饬它们,不断为当前的秩序寻求适宜之道。正如我刚才所说,立法术一旦立下法律便随即退去,司法术在投票之后便不再干涉,但修辞术宛如一个不眠的卫士,绝不放弃警戒,而是从一开始就与它们同在,引导并预先教导它们,随后又亲自照管各项事务,提出建议,充当使节,始终协调着当前的局面。即便所有的不义与罪过从人间消逝,修辞术也绝不会因此变得毫无用处——若真如此,法律和法官大概就全然用不着了;然而,只要彼此之间以及与他人之间仍有交往往来,诸项事业就由修辞术来保全。 不仅我们在言语的本性上超出其他动物如此之多而居于前列,而且无论是在其他动物中,还是在同类的物种中,没有任何特有属性所造成的差异,能比得上人与人因言语而产生的差异那样悬殊。因此,在人类当中,其他能力也绝没有如此巨大的悬殊或如此长久的效用。因为凭借财富取胜的人,或许能胜过一两个人,但若三四个人把财产合在一起,他就不再更富有了;即使能胜过四个人,也胜不过两倍于此的人数;即使能胜过多倍之人,也胜不过全城的人;即使能胜过自己城邦的所有人,也绝胜不过邻近城邦的人;即使胜过他们,也胜不过两者之和,我想更不用说全希腊所有人加在一起了,而面对整个大陆的人则完全无能为力。但在言语上取胜的人,无论是面对个别人还是面对聚集起来的全体,都同样居于领先地位;他的胜势始终与他同在,绝不会丧失。因为言语绝不可能像金钱那样凑集在一起,也不能通过分摊来弥补不足。而在体力上出众的人,即使胜过一人,正如阿尔基罗科斯和谚语所言,也会被两个人制服。纵然他能胜过两个人,也很容易发现多少人能显然胜过他: “众人聚集,其力成勇”,荷马如是说,指的正是体力上的勇武。然而至少更优秀的言论绝不……

语法注4 条
  1. 101ἵνʼ ὁμοῦ σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους σώζειν ἔχοιεν

    动词 ἔχω 后接不定式(σώζειν),构成表示“能够”(相当于 δύναμαι)的惯用句式。在目的从句(ἵνα)中,因主句动词表示过去动作(ἐγχειρίσαι),故采用祈愿语气(ἔχοιεν)。

  2. 101ὅτι καὶ γνωρίσαι πρῶτον αὐτοῖς τοὺς θεοὺς ὑπῆρξεν ἐντεῦθεν

    非人称动词 ὑπῆρξεν 与与格(αὐτοῖς)及不定式(γνωρίσαι)连用,意为“使他们得以/可能认识神明”。整个 ὅτι 从句解释了前文 λόγος αἱρεῖ(“理性断定/主张”)的根据。

  3. 101κύριός ἐστιν ἐξ ἐκείνου τοῖς ἐν τῇ γῇ, τοῦτο ὅτι βούλεται χρῆσθαι

    κύριος 通常支配属格,但此处接与格 τοῖς ἐν τῇ γῇ(“就地上的万物而言”),后随 τοῦτο ὅτι βούλεται χρῆσθαι,其中 τοῦτο 连同关系从句 ὅτι βούλεται 作为不定式 χρῆσθαι 的内部宾语/副词性宾语,意为“在任何他所意愿的用途上使用之”。

  4. 102συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν

    引用自荷马《伊利亚特》第13卷第237行。形容词 συμφερτή(源自 συμφέρω)意为“汇聚起来的、结合起来的”,指哪怕力量微弱的人,联合起来也有勇力。作者引用此诗句是为了论证体力与金钱可以通过联合聚合(συμφερτή)来压倒强者,但言论(λόγος)与修辞才能却无法通过这种方式凑集超越。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:101-102