- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:95-96
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者反驳了柏拉图对演说术的贬损,阐明演说术与四主德(智慧、节制、正义、勇敢)内在相通。进而论证,唯有深谙适切言辞之人,方能在各种场合与不同对象得体交流,展现演说术的真正价值。
ῥητορικὴ παραλαβοῦσα ἄγει καὶ κοσμεῖ τὸν ἔχοντά τε καὶ τοὺς χρωμένους αὔξουσα τὸ προσῆκον αὔξεσθαι κατὰ τὴν φύσιν ἀνθρώπῳ.1 καίτοι εἰ τοσαῦτα Πλάτων ἐπέδειξεν ὑπὲρ τοῦ κολακείαν εἶναι ῥητορικὴν, ὅσα νῦν ἡμεῖς ὑπὲρ παντὸς τοῦ ἐναντίου δείκνυμεν, οὐκ οἶδʼ ὅπως ἄμεινον ἐπιστώσατο τὸν λόγον. εἰ δὲ οἴεται παραδειγμάτων φαυλότητι καταισχύνειν αὐτῆς τὴν ἀξίαν, ἐμοὶ μὲν οὐκ ἔτι τἀπὶ τούτοις ῥητά· δύναιτο δʼ ἄν τις τὸ τοῦ Ὁμήρου σώζων ἔπος πρὸς ἔπος τὸ ὅμοιον ἀνταποδιδοὺς ὑπολαμβάνειν, τί δαί; οὐχὶ καὶ αἱ τιτθαὶ τοῖς παιδαρίοις ταῦτα λέγουσι καὶ οἱ γραμματισταὶ καὶ οἱ παιδαγωγοί; ὑπερεμπίπλασθαί σε οὐ χρὴ καὶ βαδίζειν ἐν ταῖς ὁδοῖς ὅτι χρὴ κοσμίως καὶ τοῖς πρεσβυτέροις ὑπανίστασθαι καὶ τοὺς γονέας φιλεῖν καὶ μὴ θορυβεῖν μηδὲ κυβεύειν μηδʼ ἴσχειν, εἰ βούλει, τὼ πόδʼ ἐπαλλάξ· ἀλλʼ ὅμως οὐ διὰ ταῦτα μέγα φρονοῦσιν αἱ τιτθαὶ οὐδὲ ἀξιοῦσι πρὸ τῶν φιλοσόφων εἶναι. ὥστε ἣν ἂν πλείστου θῇς ἀξία δυοῖν ἴσως ἢ τριῶν μνῶν. οἱ δὲ παιδαγωγοὶ καὶ ὑποβαρβαρίζοντες ταῦτα νουθετοῦσιν οἱ πολλοὶ καὶ φέρουσιν ἐνίοτε ἀντὶ παιδαγωγῶν θυρωροὶ γιγνόμενοι τοῖς αὐτῶν δεσπόταις, ὁπόταν καταλύσωσι τὴν τέχνην· καὶ οὐ μὰ Δία οὐκ εἰ τῶν ῥητόρων ἔλαττον ἕξουσι δυσκολαίνουσιν,2 οὐδέ γε ἐκεῖνο λέγουσι, τί δή ποτε αὐτοὶ μὲν ὁσημέραι βοῶντες καὶ κονδυλίζοντές γε ἐνίοτε καὶ οὐχ ὅσον ἀφοσιώσασθαι νουθετοῦντες οὐκ ἀνεσπάκασι τὰς ὀφρῦς, οὐδὲ εἰς τὴν προεδρίαν ὠθίζονται, οὐδὲ τὴν τοῦ τὰ μέγιστα τῶν ἀνθρωπείων πραγμάτων ἐπίστασθαι δόξαν οὐδέπω καὶ νῦν εἰλήφασιν· οἱ δὲ φιλόσοφοι σεμνύνονται καὶ γαυριῶσι καὶ πρωτείων ἀντιποιοῦνται καὶ μεγάλους αὑτοὺς ἄγουσι καὶ ταῦτα λέγοντες ἐν αὑτοῖς, καὶ οὔτε τοῖς ῥήτορσιν ὑπείκουσιν οὔτε τοῖς παιδαγωγοῖς ἴσον οἴονται δεῖν φρονεῖν. ἀλλʼ οὔτε ταῦτα ἔχει λόγον ὑγιᾶ κἀκεῖνα τούτοις ἔοικεν. ἔγραφον δʼ ἂν καὶ τὴν τέχνην, εἰ μὴ μειρακιῶδες.3 οὐ μὴν ἀλλʼ ἔν γε τοῖς ἄνω λόγοις ἐπειρώμην δεικνύειν ὅτι ῥητορικὴ διὰ πάντων τῶν τῆς ἀρετῆς μορίων διήκει, φρονήσει μὲν εὑρεθεῖσα, εὑρεθεῖσα δὲ ὑπὲρ δικαιοσύνης, σωφροσύνῃ δὲ καὶ ἀνδρείᾳ φυλαττομένη. τοῦτο δὲ καὶ κατὰ τούτους τοὺς λόγους αὐτῆς ἰδεῖν ἔστιν. ἔστι μὲν γὰρ δή που ῥητορεύειν τὸ τὰ δέοντα ἐξευρεῖν καὶ τάξαι καὶ τὰ πρέποντα ἀποδοῦναι μετὰ κόσμου καὶ δυνάμεως. φαίνεται δὲ ἡ μὲν εὕρεσις κατὰ τὴν φρόνησιν ἔχουσα, εἴπερ ἀμήχανον φρονήσεως ἀπολειπόμενον τῶν χρησίμων εὑρεῖν ὁτιοῦν, ἡ δὲ σωφροσύνη κατὰ τὴν διαχείρισιν οὖσα καὶ τὴν τῶν ἡγουμένων τε καὶ εἰκότων συμφωνίαν· ἀντὶ δὲ αὖ τῆς δικαιοσύνης τὸ πρέπον τίθει. τοῦτο δέ ἐστιν ὁποῖα ἄττα καὶ ὁπόσα ἑκάστῳ προσήκει τῷ πράγματι σῶσαι. ἀλλὰ μὴν ἀνδρείας ἐκ τοῦ εὐθέος οὐδὲν οὕτω μετέχειν ὡς ὁ λόγος βούλεται.4 τὸ γὰρ ταπεινὸν καὶ ἀγεννὲς οὐδὲν οὕτως ὡς ὁ λόγος ἐξορίζει καὶ ὑπερφρονεῖ. εἶεν. ἐχόντων δὴ τούτων οὕτως τίνος ὧν εἶπον λαβόμενον κακίζειν ἔνεστι τὴν ῥητορικήν; ἢ τίς ἄμεινον καὶ καθαρώτερον ἐκ τῶν εἰκότων ἀνθρώπῳ προσφέροιτʼ ἂν ἢ ὅστις δύναιτο ὁποίους χρὴ καὶ ὁπόσους καὶ πρὸς ὁποίους καὶ οὕστινας δεῖ ποιεῖσθαι τοὺς λόγους, ἢ πῶς ἔξω τῆς τοιαύτης δυνάμεως ἔνεστιν ἢ πολλοῖς ἢ ὀλίγοις ὀρθῶς διαλεχθῆναι; ἢ πῶς ἀδελφῷ προσομιλεῖν, νεωτέρῳ ἢ πρεσβυτέρῳ λέγω, ἢ πῶς γονεῦσιν, ἢ πῶς ἑταίροις, ἢ πῶς εἰδόσιν, ἢ πῶς ἀγνοοῦσιν, ἢ πολεμίοις, ἢ συμμάχοις, ἢ τρυφῶσιν, ἢ δεομένοις, ἢ μυρία ἄν τις ἕτερα ἐπιδιαιροῖ; ὁ γὰρ τὸ πρέπον τῶν λόγων ἐξητακὼς πανταχοῦ καὶ τὸν καιρὸν εἰδὼς καὶ δυνάμενος ταῦθʼ ὥσπερ οἶδε καὶ περαίνειν, οὗτός ἐστιν ὁ μόνος πᾶσιν οἷς εἶπον χρῆσθαι δυνάμενος, οὗτος ὁ νουθετῶν ἀνύτειν, οὗτος ὁ κατηγορῶν πιστεύεσθαι, οὗτος ὁ πανταχοῦ κρείττων τοῦ κατὰ ταῦτα ἀπολειπομένου. καὶ μὴν ὅ γε εἰδὼς τί δεῖ λέγειν οἶδε τί δεῖ σιωπῆσαι καὶ πότʼ
演说术接纳了它,便引领并光彩了拥有它的人以及使用它的人,增进着人依其本性理当增进的事物。然而,假若柏拉图当初为了证明演说术是一种谄媚,也能提出如我们如今为证明完全相反的论点所提出的那么多证据,我真不知道他还能怎样使自己的论证更加确凿。然而,如果他以为凭借例证的拙劣便能贬低演说术的价值,那么在我看来,对于这些便无须再多说什么了;不过,有人尽可以谨守荷马的言辞,以牙还牙、以言还言地反驳道:‘那又怎样?难道乳母对孩童、小学教师以及保育奴仆不也是这般教导的吗?“不可过饱,在路上行走必须规矩,须起立给长者让座,须爱敬父母,不可喧闹,不可掷骰,甚至如果你乐意的话,不可翘腿而坐。”’然而尽管如此,乳母们并未因此自命不凡,亦未自诩高过哲学家;因此,任你把谁定得最贵,大概也就值两三弥那。而大多数保育奴仆操着不纯正的希腊语告诫这些规条,有时当他们卸下了这一职责,也能忍受由保育奴仆转而给主人充当看门人;指宙斯起誓,他们绝不会因待遇不如演说家而心生怨尤,更不会这般质问:‘为何我们每日斥责,有时施以老拳,且并非敷衍了事地加以规劝,却未曾扬眉倨傲,亦未挤向首席,甚至至今也未曾获得深谙人间至大事务的名声;而哲学家们却自命不凡、得意扬扬、争夺首席,在他们自己中间讲着这些同样的话却自视甚高,既不肯向演说家屈服,也不认为自己应当与保育奴仆同样谦抑?’然而,这些论调固然谈不上有什么健全的道理,但他的那些说法也正与这些相仿佛。要不是这显得幼稚可笑,我本也可以写一部技艺之书。无论如何,在前面的论述中我已尽力阐明:演说术贯穿了德性的一切部分——它由明智所开创,为正义而确立,并由节制与勇敢所守护。而这一点,在她当下的这些言辞本身中亦能得见。盖所谓操练演说,无非是探求所必需之理,加以编排,并以文饰与力量表达出合宜之意。显而易见,构思正对应于明智,因为缺乏明智之人断不可能发现任何有益之事;而节制则体现在运筹处理以及前导要素与合情之理的谐调之中;此外,再用‘适切’来对应正义;而这乃在于保全对每一事物所适宜的性质与分寸。再者,没有任何事物像言论那样希冀直接分享勇敢。因为没有任何事物能像言论这般放逐并鄙弃卑贱与卑劣。好罢。既然这些事情如此,那么抓住我所说的哪一点能够贬斥演说术呢?抑或,除了能够向应当面对的那类人与具体对象发表合宜性质与数量的言辞之人,还有谁能更妥当、更清明地依从常理与人交往?又或者,若脱离了这般能力,怎可能向多数人或少数人进行正当的论谈?又怎能与兄弟——无论是年幼还是年长——交往,怎能与父母、与同伴、与明理者、与无知者、与敌人、与盟友、与穷奢极欲者、与匮乏困窘者交往,乃至如何划分人们可以进一步区分的无数类别?因为唯有那处处审察言辞之合宜、明晓时机,且能如其所知一般付诸实现之人,方能驾驭我所提及的一切局面;唯有他在劝戒时能收实效,在控告时能获信任,处处胜过在这方面有所欠缺之人。况且,凡懂得何者当言之人,亦懂得何者当默,以及何时当默……
- 95τὸ προσῆκον αὔξεσθαι κατὰ τὴν φύσιν ἀνθρώπῳ
作为 αὔξουσα 直接宾语的名词短语结构。中性单数宾格定冠词 τό 将分词 προσῆκον 实词化,并后接不定式 αὔξεσθαι,构成“对人而言依其本性理当得到增进之物”这一完整语义单位。与格 ἀνθρώπῳ 依附于 προσῆκον,作关涉与格。
- 95καὶ οὐ μὰ Δία οὐκ εἰ τῶν ῥητόρων ἔλαττον ἕξουσι δυσκολαίνουσιν
否定副词的重叠强调与誓语的插入。开头的否定词 οὐ 与紧随其后的 οὐκ 并非负负得正,而是夹带着誓语 μὰ Δία(指宙斯起誓)对主动词 δυσκολαίνουσιν 进行强烈否定(“绝不抱怨”)。条件从句 εἰ ... ἔλαττον ἕξουσι(“即便待遇不如……”)依附于 δυσκολαίνουσιν。
- 96ἔγραφον δʼ ἂν καὶ τὴν τέχνην, εἰ μὴ μειρακιῶδες
非真实条件句(与现在事实相反)。由结论句 ἔγραφον δʼ ἂν(未完成过去时直陈式 + ἄν)与从句 εἰ μὴ μειρακιῶδες(其中系动词未完成过去时 ἦν 被省略)构成。表达对当前事实的假想:“要不是(做这种事)显得幼稚,我早就在写技艺之书了(然而事实并非如此)。”
- 96ἀνδρείας ἐκ τοῦ εὐθέος οὐδὲν οὕτω μετέχειν ὡς ὁ λόγος βούλεται
句式骨架与不定式 μετέχειν 的依附关系。句末的限定动词 βούλεται 作主语 οὐδέν 的谓语动词(亦为比较从句 ὡς ὁ λόγος 所共用),支配补充不定式 μετέχειν,意为“没有任何事物像言论那样希冀直接分享勇敢”(语序与下句 οὐδὲν οὕτως ὡς ὁ λόγος ἐξορίζει 平行)。短语 ἐκ τοῦ εὐθέος 为习用介词短语,意为“直接地、直截了当地”。
