← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§93-94

演说术拯救城邦的普遍性与言辞至高地位

作者论证演说术所拯救的范围远超舵手或机械技师,能庇佑整个城邦且通行无阻;随后驳斥了将演说术与体操术、游泳技能相提并论的观点,指出唯有言辞之能才是神明特赐予神与人类的至高力量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§93

κυβερνήτῃ καὶ παντὶ συνιδεῖν ὅτι κυβερνήτης μὲν ὅστις πλείστους ἀθρόους οὐκ ἔσωσεν ὑπὲρ χιλίους, τὸ δὲ τοῦ ῥήτορος πλήρωμα ὃ σώζει οὐ κατὰ ναῦν ἐστιν Αἰγυπτίαν, οὐδέ γε ὅλως μετρεῖται στόλῳ, ἀλλὰ καὶ λιμένες αὐτοὶ καὶ πόλεις, οὐ μυρίανδροι μόνον ἀντὶ τῶν μυριοφόρων, ἀλλὰ καὶ μετρῆσαι χαλεπαὶ τῇ τῆς ῥητορικῆς ὑποπίπτουσι τύχῃ τε καὶ προστασίᾳ. καὶ ὁ μέν γε κυβερνήτης κατάρας οὐκ ἔχει τί χρήσεται τῇ τέχνῃ, τοῦ δὲ ῥήτορος οὐδέν ἐστι χωρίον ἐξαίρετον. καταχώσει, φησὶν, ἡμᾶς ὁ μηχανοποιὸς τοῖς λόγοις. ποίοις, ὦ Γοργεία κεφαλή; μέχρι μὲν γὰρ ἁπλῶς μηχανοποιός ἐστι, μὴ ὅτι κοσμεῖν ἔχει λόγῳ τὴν τέχνην, ἀλλʼ οὐδὲ τἀκ τῆς τέχνης παρέχειν1 ἕως ἂν μὴ νικήσωσιν οἱ ῥήτορες·2 εἰ δὲ μέλλει καταχώσειν τοῖς λόγοις, τίς ἡ τούτων προεστηκυῖα δύναμις; οὐκοῦν ὅτε καὶ μηχανοποιῷ ῥητορικὴ χρήσιμον, εἴ γέ τι μέλλει περὶ τῆς τέχνης ἕξειν εἰπεῖν, πῶς οὐ πανταχῆ ῥητορικὴ χρήσιμον; ἧττον μὲν οὖν ἴσως τούτων ἄτοπα, ἀκόλουθα δὲ ὅμως ποιεῖ καὶ παιδοτρίβας ἰατρῶν ἐντιμοτέρους ἄγων. εἰ μὲν γὰρ οὐ ταύτην λέγεις γυμναστικὴν, ἀλλʼ ἁπλῶς τὴν ὁπωσοῦν τὸ σῶμα κινοῦσαν, πάντες ἄνθρωποι μετέχουσι γυμναστικῆς· πάντες γὰρ ὁπωσοῦν κινοῦνται. καίτοι θαυμάσαιμʼ ἂν εἰ πάντας ἀμείνους εἶναι συγχωρητέον τῶν ἰατρῶν καὶ τεχνικωτέρους χρῆσθαι σώματι. εἰ δὲ ἧς οἱ παιδοτρίβαι προεστᾶσι περὶ ταύτης λέγει, πῶς γε ἔνι ταύτην εἰς ταυτὸν ἄγειν ἰατρικῇ; πᾶσι γὰρ ὑπάρχει ἰδεῖν τοῦθʼ ὅτι χωρὶς μὲν παιδοτριβῶν πολλὰ γένη τῶν ἀνθρώπων ἄγεται καὶ σώζεται, ἰατρικὴν δʼ εἶναι καὶ μὴ πᾶσι τὸ πᾶν ὡς εἰπεῖν διαφέρει. ἀλλʼ ἵνα μὴ λόγος ἡμῖν λόγον ἐκδέξηται, ἀγαπητὸν ὂν εἰ καὶ τοῖς ἐπικαίροις ἐξαρκέσαιμεν, ἐῶ τὸ νῦν εἶναι τὴν ὑπὲρ τούτου διαφοράν. καὶ ἡ τοῦ νεῖν ἐπιστήμη, φησὶν, ἐκ θανάτου σώζει. ὥστε τί οὐ καὶ ταύτην σεμνύνομεν; ὅτι, ὦ βέλτιστε—οὐδὲν γὰρ οὐδʼ ἡμεῖς ὑποστελούμεθα αἰσχύνῃ τὸ περὶ τῶν φανερῶν λέγειν—ὁ μὲν κάλλιστα νεῖν εἰδὼς αὐτὸς ἀρκούντως ἔχει σωθείς. ἕτερον δʼ οὐδεὶς πώποτε ἐπινέοντα ἔσωσεν αὑτῷ, ὅτι μὴ ὁ δελφὶς λέγεται τὸν Μηθυμναῖον Ἀρίονα.3 ὁ δὲ ῥήτωρ οὐχ αὑτὸν μόνον οὐδὲ ἄλλον ἕνα συσσώζειν, ἀλλὰ καὶ φίλους καὶ πόλιν καὶ συμμάχους δυνήσεσθαι μεμελέτηκε. καὶ ὅστις μὲν ἄριστος κολυμβητὴς, τριῶν καὶ τεττάρων πλέθρων οὐκ ἐπινεῖ περαιτέρω, πλὴν εἰ Σκύλλαν εἴποις· οὐδὲ ὅταν ἐκβῇ τῆς θαλάττης ἢ τῆς λίμνης ἢ τοῦ ποταμοῦ, χρήσιμον οὐδὲν τὸ νεῖν αὐτῷ· τῷ δὲ ῥήτορι καὶ λίμνας καὶ πελάγη καὶ ποταμοὺς ἐπελθεῖν δυνατὸν τῇ τέχνῃ· καὶ μένων οἴκοι καὶ πλέων καὶ καθεζόμενος καὶ βαδίζων ὁ αὐτός ἐστιν. ἆρʼ ἴσα πρὸς ἴσα ἀμειβόμεθα; καὶ οὔπω τὸ κυριώτατον εἴρηκα, ἀλλὰ νῦν προσαποκρινοῦμαι, ὅτι, ὦ θαυμάσιε, νεῖν μὲν καὶ σύες καὶ αἱ κύνες αἱ φαυλόταται πάντων ἐπίστανται, καὶ πολύ γε ἱκανώτερον ἀνθρώπου, καὶ τάς γε ἐλάφους φασὶν ἐπινεῖν ἐπὶ πλεῖστον τῆς θαλάττης ἐχομένας ἀλλήλων, πρώτην καὶ τελευταίαν ἀεὶ γιγνομένην τὴν αὐτὴν ἐκ διαδοχῆς. τὴν δὲ τοῦ λόγου φύσιν καὶ δύναμιν οὐ λαγωοῖς καὶ πιθήκοις οὐδὲ ἐλάφοις ἐνέθηκεν ὁ πάντα δημιουργήσας θεὸς, οἶμαι δὲ οὐδὲ τοῖς λέουσιν οὐδὲ τῶν ἄλλων ζώων οὐδέσιν, οὔθʼ ὅσα ἐν θαλάττῃ οὔθʼ ὅσα κατʼ ἤπειρον οὔθʼ ὅσα ὑπερπέταται, ἀλλʼ ἐν δυοῖν γένεσι μόνοις τοῦτο ἵδρυται, προτέρῳ μὲν καὶ τελεωτάτῳ τῷ πάντων ἀρίστῳ, δευτέρῳ δὲ τῷ πάντων τῶν λοιπῶν ἀρίστῳ, διʼ ἓν τοῦτο ὃ

无论是舵手还是任何人都能清楚地看出:即便救人最多的舵手,一口气所救者亦不过千人;而演说家所拯救的乘员规模,绝非一艘埃及巨舰所能比拟,甚至根本不能用船队来衡量,倒不如说港口本身以及各座城邦——不仅是以万夫之城代替万石之舟,更是多得难以计数的城邦——都归于演说术的庇佑与统领之下。况且舵手一旦靠岸,便不知如何施展其技艺,而对演说家而言,则没有任何地方被排除在外。他说:“机械技工会用言辞将我们淹没。”用何种言辞呢,戈尔吉阿斯式的脑袋?因为只要他仅仅是一个机械技工,且不说用言辞光大其技艺,若非演说家在辩论中胜出,他甚至连自己技艺的造物都无法提供。如果他打算用言辞将我们淹没,那么统领这些言辞的力量又是什么?因此,当机械技工若要就其技艺说出点名堂、演说术亦对他有用之时,演说术又怎能不是无处不可施展呢?也许比起这些来不那么怪异、却同样一以贯之的,是他将体操教练置于比医生更为崇高的地位。因为你所说的若非这种体操术,而仅仅是指以某种方式活动身体,那么所有人都在分享体操术,因为所有人都在以某种方式活动。然而,若必须承认所有人都比医生更好、更能合乎技术地运用身体,那我倒要感到惊奇了。但如果他指的是体操教练所主持的那种技艺,这又怎能与医术相提并论呢?因为所有人都能看出:缺少了体操教练,许多人类部族照样生活并得以保全;但医术之存亡,对所有人而言,在一切事情上可以说是生死攸关。然而,为了避免我们的话题引发无休止的话题——我们若能应付当前紧要的议题就已算万幸——我姑且把关于这一点的争辩搁置一旁。他说:“游泳的知识亦能将人从死亡中拯救出来。”既然如此,我们为何不同样推崇这一知识呢?因为,优秀的仁兄——我们绝不会因难堪而羞于陈述显而易见的事实——深谙游泳之道的人,只要保全自身便已心满意足了。还从未有人救起过浮在自己身上的旁人,除非有人传说海豚救了梅绪姆纳的阿里翁。然而演说家所操练的,不仅是能够保全自己,亦非仅仅救下另一人,而是能够一同拯救朋友、城邦乃至盟友。无论多么优秀的潜水者,游出三四普勒特隆便不能再远了,除非你指的是斯库拉斯;而一旦他走出大海、湖泊或河流,游泳便对他毫无用处;然而演说家凭借其技艺,既能跨越湖泊、海洋,亦能横渡江河;无论是留在家中还是航行在外,是安坐还是行走,他始终如一。难道我们是在以对等之物交换对等之物吗?而且我尚未道出最关键的一点,现在我要追加回答:令人赞叹的阁下,连猪和最卑贱的狗都懂得游泳,而且比人不知强出多少;据说鹿群彼此相依,能在海上游过极远的距离,依序轮流充当前锋与后卫。然而,造就万物的神明并未将言辞的本性与力量赋予野兔、猿猴,亦未赋予鹿群;依我看,甚至未赋予狮子以及其余任何动物,无论是海里的、陆上的,还是空中飞翔的。相反,这唯独被赋予了两个种族:第一且最完备的,乃是万物中至善者;第二则是其余万物中至善者;正因这独一无二的……

语法注3 条
  1. 93μὴ ὅτι κοσμεῖν ἔχει λόγῳ τὴν τέχνην, ἀλλʼ οὐδὲ τἀκ τῆς τέχνης παρέχειν

    成语结构 μὴ ὅτι ... ἀλλʼ οὐδὲ ... 意为“不仅不……甚至连……都不……”(或“且不说……连……也无法……”)。μὴ ὅτι 源于省略表达 μὴ εἴπω ὅτι(且不说……),强调机械技工不仅不能用言辞宣扬其技艺,若没有演说家的说服,他甚至连提供其技艺的造物都做不到。

  2. 93ἕως ἂν μὴ νικήσωσιν οἱ ῥήτορες

    连词 ἕως ἂν 搭配不定过去时虚拟式 νικήσωσιν 及否定词 μή,表示时间终点或先决条件(“直到演说家们获胜为止”),依附于主句的否定表达(ἀλλʼ οὐδὲ... παρέχειν)。否定词 μή 是时间-条件从句中接虚拟式的规则用法。

  3. 94ὅτι μὴ ὁ δελφὶς λέγεται τὸν Μηθυμναῖον Ἀρίονα

    短语 ὅτι μή 在否定句或限制句后习惯上等同于 εἰ μή(“除了……之外”)。在被动动词 λέγεται 之后,与宾格 τὸν Μηθυμναῖον Ἀρίονα 搭配的不定式(如 σῶσαι,拯救)依上下文显而易见地被省略,构成“除相传海豚救了阿里翁之外”的宾格加不定式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:93-94