← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§91-92

舵手与演说家权能之差异及对喻意的批判

针对柏拉图提出的舵手之喻,作者论证舵手仅是受雇的仆役且无权决定航行的根本方针,而演说家则依循正义统御国家航海(出兵等)与生死予夺之全权,指出二者地位不可同日而语。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§91

ἀμφισβητεῖ, σὺ δὲ χρῇ τούτῳ παραδείγματι, ὥσπερ ταπεινοτέρους τι ταύτῃ ποιήσων τοὺς ῥήτορας, εἰ πάντες εἴκουσιν αὐτοῖς. καὶ μὴν ὅτι γε οὐχ ὑπʼ ἀνοίας ὁ κυβερνήτης ὑποχωρεῖ τῷ ῥήτορι οὐδὲ ἔχοι τις ἂν αὐτὸν νουθετῶν εἰπεῖν, ὥσπερ ἐν ἀγῶνι παρʼ ἀξίαν εἴκοντα. ὦ οὗτος, ὅρα τί ποιεῖς· ὁ ῥήτωρ οἰχήσεται τὸν στέφανον λαβών· οὐ μέγα ἀγώνισμα τῆς ῥητορικῆς τοῦτο ἐπιδεῖξαι.1 καὶ γὰρ οἶδε καὶ οὐ δεῖται τοῦ διδάξοντος, τοσοῦτόν γε νοῦ μετέχων, ὅτι αὐτὸς τῶν μὲν ναυτῶν ἐστιν ἄρχων, τῶν δὲ ἐμπλεόντων διάκονος καὶ ὑπηρέτης. καὶ τῶν γε καιρῶν τοσοῦτον αὐτῷ μέτεστιν, ὅσον τοῖς ἐγνωκόσι πλεῖν σημῆναι, καὶ νὴ Δία ὁρμοῦντας ἐπʼ ἀκτῆς ἀναστῆσαι προσάγοντος τοῦ πνεύματος· τὸ δὲ ὁπότε πλεῖν ἄμεινον καὶ ὁπότε οἴκοι μένειν καὶ ὅποι καὶ ὑπὲρ ὧν πλεῖν οὐδὲν οὔτε ἰδεῖν ὢν ἑτέρου μᾶλλον δυνατὸς οὔτε συμβουλεῦσαι κύριος. τὸ δὲ τοῦ ῥήτορος οὐ τοιοῦτόν ἐστιν, ἀλλʼ ὥσπερ οἱ κυβερνῆται τῶν ναυτῶν ἄρχουσιν, οὕτως αὖ τῶν κυβερνητῶν οἱ ῥήτορες ἄρχουσιν, ὅταν τὰ κράτιστα δεήσῃ νεῶν.2 καὶ τοσούτῳ γέ τι τῶν κυβερνητῶν οἱ ῥήτορες κυριώτεροι ἢ τῶν ναυτῶν ἐκεῖνοι, ὅσον οἱ μὲν πλεόντων εἰσὶ κύριοι τῶν ναυτῶν, οἱ δὲ καὶ αὐτοῦ τοῦ πλεῖν ἢ μὴ τοὺς κυβερνήτας· μᾶλλον δὲ ἀμφοτέρων εἰσὶ κύριοι, καὶ τῶν κυβερνητῶν καὶ τῶν ἐμπλεόντων, οἱ ῥήτορες. διδάσκουσί γε καὶ πείθουσιν ἐξ ἀρχῆς πότε καὶ ποῖ πλευστέον· καὶ πάλιν ἡνίκα ἂν τούτου δέῃ κωλύουσιν. ὥστε οὐκ ἴσον μισθώσαντα ὑπηρετεῖν καὶ νικήσαντα ἀποστεῖλαι3 οὐδὲ τὸ σεσωκέναι τὴν ναῦν, οὐδὲ τοὺς ἐν τῇ νηὶ σκοπεῖν οἴεται δεῖν ὁ κυβερνήτης, ἀλλὰ τὸ σχῆμα προσεξετάζειν τοῦ πράγματος, ὥσπερ ὁ δήμιος οὐκ ἀξιοῖ μεῖζον τοῦ δικαστοῦ φρονεῖν οὐδὲ ἴσον, ὅτι δὴ αὐτὸς ἀποκτιννύει, εἰ δὲ μὴ, ἀλλʼ ὅτι καὶ αὐτὸς, ἀλλʼ οἶδεν αὐτὸς μὲν ὑπηρέτης ὢν, τοῦτο ἀνάγκῃ ποιῶν, τὸν δὲ μετʼ ἐξουσίας κρίνοντα τὸ δίκαιον ἐξεπίτηδες. ἔτι δὲ ὁ μὲν κυβερνήτης ἐξ ἡμισείας τὴν ἰσχὺν ἔχει. τὸ γὰρ σώζειν μόνον ἐστὶν αὐτοῦ, ἀπέκτεινε δὲ οὐδεὶς οὐδένα πω τῷ λόγῳ τῆς τέχνης, ἀλλʼ ἐάν τινες καὶ ναυαγίας συμβάσης διαφθαρῶσι, παραιτεῖται καὶ οὐ σεμνύνεται. ὁ δὲ ῥήτωρ οὐ σώζειν οἶδε μόνον, ἀλλὰ καὶ ἀποκτιννύειν καὶ ἐκβάλλειν οὓς ἄμεινον· ὥστε τέλειον ἐξ ἀμφοτέρων τὸ κράτος τῷ ῥήτορι. καὶ ὁ μέν γε κυβερνήτης οὐδὲ οὓς σώζει πρὸς ἀξίαν σώζει, ἀλλʼ ὥσπερ καὶ τὸ παράδειγμα λέγει, οὐκ ἀπεικὸς ἡγεῖται τοιούτους ἐνεῖναί τινας οἷς τεθνάναι κρεῖττον ἢ ζῆν· ὁ δὲ ῥήτωρ καὶ τὴν τοῦ σώζειν μερίδα σὺν τῷ δικαίῳ πληροῖ. οὐκοῦν οὐχ ὅμοιον γίγνεται τὸ παράδειγμα, ὅταν δυοῖν ὄντοιν ὁ μὲν ἀμφοῖν ᾖ σὺν τῷ δικαίῳ κύριος, ὁ δὲ καὶ θάτερον ἐξ ἡμισείας ἔχῃ. διὰ ταῦτα ὁ κυβερνήτης δύο ὀβολοὺς πραξάμενος, ἐὰν ἐξ Αἰγίνης, ἐὰν δὲ ἐξ Αἰγύπτου, φῂς, ἢ τοῦ Πόντου, δύο δραχμὰς, ἐὰν πάμπολυ, ἐκβὰς παρὰ τὴν θάλατταν καὶ τὴν ναῦν περιπατεῖ ἐν μετρίῳ σχήματι. λογίζεται γὰρ, φῂς, ὅτι ἄδηλόν ἐστιν οὕστινας ὠφέληκεν αὐτῶν καὶ οὕστινας ἔβλαψε, καὶ διὰ ταῦτα οὐ νόμος ἐστὶ σεμνύνεσθαι τὸν κυβερνήτην καίπερ σώζοντα ἡμᾶς. ὁρᾷς τί λέγεις; οὐ νόμος ἐστὶ, φῄς. ἀλλὰ τόν γε ῥήτορα νόμος, οὐκοῦν καὶ δίκαιον. ἀλλʼ ὁ κυβερνήτης ἐκεῖνά τε οἶδε καὶ πρὸς ἐκείνοις εἰ μὲν καὶ ταῦτα λογίζεται οὐκ ἂν ἔχοιμι εἰπεῖν, ἔστι δὲ καὶ

亦不与人相争,你却采用这一例证,仿佛以为若是所有人都向演说家屈服,借此便能使演说家们变得有些微不足道。其实,要证明舵手之向演说家让步绝非出于愚钝,亦没有任何人能像对待在竞技中不当地认输之人那样告诫他说:“喂,你看你在做什么!演说家就要夺走桂冠而去了!”——要证明这一点对演说术而言并非什么难事。因为舵手自己心中有数,无须他人教导,以他拥有的那点明智便已深知:对于水手而言他是主长,但对于登船的乘客而言他不过是侍从与仆役。他所能参与的时机,仅限于向那些已决定启航之人发出信号,以及借宙斯之名,在顺风吹来之时催动停泊在岸边的人起航;至于何时出海更好、何时留守家园、驶向何方以及为何出航,他既不比别人更能看清,亦无权提出建议。但演说家的情况却非如此;恰如舵手统御水手,当因最重大的事务而需要舟师之时,演说家亦反过来统御舵手。演说家对舵手的统治权威之所以大大超过舵手对水手的权威,乃在于舵手仅在航行期间支配水手,而演说家却支配舵手是否应当启航本身;抑或毋宁说,演说家乃是舵手与乘客双方的主宰。演说家自始便指点并说服人们何时、向何处出航;而在需要制止之时,他们又予以阻止。因此,受雇服役绝不等同于在说服辩论中获胜而派遣舟师,舵手亦不认为自己只需考虑保全了船只与船上之人,而应同时审视事情本身的地位与格局——正如同行刑者绝不会因为是自己亲手执行死刑(纵非如此,亦因自己参与了杀戮),便自以为能高于法官或与法官平起平坐,反而清楚自己不过是出于强制而行事的差役,而法官则是拥有权柄、深思熟虑后裁断正义之人。再者,舵手所拥有的权能不过只有一半。因为只有拯救属于他的范围,从未有人依据舵手之术的理则处死过任何人;相反,若因海难发生而有人丧生,他只会祈求宽恕而绝不会自视甚高。然而演说家不仅懂得拯救,亦懂得处死与流放那些〔如此处置〕更为适宜之人;因此演说家的权能兼具二者,乃是圆满完备的。况且舵手甚至不是按照配享与否来拯救其所拯救之人,正如你的例子所言,他认为船上保不齐有些人生不如死,并非不可能;演说家却连拯救之责亦依循正义来履行。因此,当两者之中有一方能够兼掌两端且合乎正义,而另一方却连其中一端也仅得其半之时,这一比喻便不再对等。正因如此,舵手若从埃癸那来则收取两奥波尔,若如你所说从埃及或本都来,至多收取两德拉克马,上岸后便在海边与船旁以谦逊的姿态散步。因为正如你所言,他思忖着自己究竟使他们之中的哪些人获益、使哪些人受害尚不可知,故而舵手虽拯救了我们,按例却不可自夸自傲。你可看清了自己在说什么?“按例不可,”你说。然而对于演说家而言却是合乎规矩的,因而亦是正当的。不过,舵手固然知晓上述诸事,除那些之外他是否连这些亦一并考虑在内,我不敢断言;但此外亦有……

语法注3 条
  1. 91καὶ μὴν ὅτι γε οὐχ ὑπʼ ἀνοίας ὁ κυβερνήτης ὑποχωρεῖ τῷ ῥήτορι... οὐ μέγα ἀγώνισμα τῆς ῥητορικῆς τοῦτο ἐπιδεῖξαι.

    句首由 ὅτι 引导的整个名词性从句(包含中间直接引语的告诫 ὦ οὗτος...)构成长篇倒装结构,作为后置主句不定式 ἐπιδεῖξαι 的实际宾语。主句骨干为 οὐ μέγα ἀγώνισμά [ἐστι] τῆς ῥητορικῆς τοῦτο ἐπιδεῖξαι(“向人表明这一点对演说术而言并非难事”),指示代词 τοῦτο 承接了前述 ὅτι 从句的内容。

  2. 91ὅταν τὰ κράτιστα δεήσῃ νεῶν

    非人称动词 δεῖ(此处为虚拟式 δεήσῃ)接属格补足语 νεῶν,意为“当需要船只时”。中性复数宾格 τὰ κράτιστα 作副词性宾格(或内宾格),表示“在最重大的事务中”或“为了最紧要的目的”。

  3. 91ὥστε οὐκ ἴσον μισθώσαντα ὑπηρετεῖν καὶ νικήσαντα ἀποστεῖλαι

    宾格分词 μισθώσαντα 与 νικήσαντα 分别担任不定式 ὑπηρετεῖν 与 ἀποστεῖλαι 的逻辑主语。前者指“受雇而服役”(舵手),后者指“在辩论中取胜(说服民众)后派出舟师”(演说家),形成鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:91-92