- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:89-90
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者借助柏拉图关于演说术与正义的前提,论证了赞美遭陶片放逐的阿里斯提德与其对其他领袖的指控相矛盾,随后转向对舵手比喻的反驳。
ἀδικεῖν δύνασθαι κατʼ αὐτόν σε,1 δυνατὸν δʼ ἐστὶ καὶ δικαίως διαβιῶναι ῥητορεύοντα, μεῖζον δὲ τεκμήριον δικαιοσύνης τὸ δυνάμενον ἀδικεῖν ἡσυχάζειν ἢ τὸ μὴ, πῶς οὐ πολὺ τῶν κολάκων ἀπέχουσιν οἱ τοιοῦτοι, οἵ γε καὶ τῶν ἀναγκαίως δικαίων τοσοῦτον προέχουσιν; ἔοικεν οὖν τὸ τοῦ Ὁμήρου συμβαίνειν "καί τι ἔπος προέηκεν ὅπερ τʼ ἄρρητον ἄμεινον." τὸν γὰρ Ἀριστείδην οὐ μόνον οὐ κακῶς εἰπεῖν δυνηθεὶς, ἀλλὰ καὶ διαφέροντα ἀναγκαίως θεὶς, καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους τοῦτο ὃ κατηγόρηκεν αὖθίς ἐστι διεφθορώς.2 ἀνδρῶν γὰρ ἂν εἴη τοῦτό γε ἤδη κατηγορεῖν, οὐ ψέγειν ῥητορικὴν, ὡς αἰτίαν τοῦ λέγειν ἢ πράττειν κακῶς. ὥσπερ τοίνυν αὐτὸς τὰ μὴ ἀναγκαῖα κατηγόρηκεν ἐκείνων, τί κωλύει καὶ ἡμᾶς αὖ τὰ μὴ ἀναγκαῖα ὑπὲρ αὐτῶν ἀντιθεῖναι; καίτοι διά γε τοῦτον ἐξ ἡμισείας ἀναγκαῖα. φανήσεται γὰρ οὐχ ἁπλῶς οὐδʼ ὡς νῦν μόνον δείκνυμεν εἰς τοὺς ἐναντίους λόγους ἐληλυθὼς αὐτὸς αὑτῷ, ἀλλὰ καὶ ἐξ ὧν ἐκείνους ᾐτίαται τοῦτον ἐπαινεῖν οὐκ ἔχων, ἢ εἴπερ ὀρθῶς ἐπαινεῖ τοῦτον, διʼ αὐτὸ τοῦτο οὐδʼ ἐκείνους ἔχων αἰτιάσασθαι. πῶς; ὅτι σύμβολον οἶμαι ποιεῖται τοῦ κακῶς Ἀθηναίων ἐκείνους προστῆναι τὸ παθεῖν αὐτοὺς ὑπʼ Ἀθηναίων κακῶς, ὡς οὐκ ἂν τούς γε βελτίους ὑπʼ αὐτῶν γενομένους ἁμαρτόντας3 εἰς τούτους ὑφʼ ὧν μηδʼ εἰς τοὺς ἄλλους ἁμαρτάνειν ἐπαιδεύθησαν. ταῦτα δʼ οὕτω θεὶς καὶ ἡνιόχους καὶ τὰ τοιαῦτα ἐπεισαγαγὼν ἐνταυθοῖ τόν γε Ἀριστείδην οὐ μόνον οὐδὲν φλαῦρον εἴρηκεν, ἀλλὰ καὶ σαφῶς ἐξαίρετον τῶν ἄλλων πεποίηται. καίτοι εἰ τὸ παθεῖν κακῶς ὑπʼ Ἀθηναίων δεῖγμα τοῦ μὴ καλῶς Ἀθηναίων προστῆναί ἐστιν, οὐδʼ Ἀριστείδης προὔστη καλῶς· οὐδὲ γὰρ οὗτος ἀθῶος δή που διέφυγεν, ἀλλʼ ἐξέπεσε, προσθήσω δʼ ὅτι οὗτός γε οὐδὲ ἐν δικαστηρίῳ δυστυχήσας ὥσπερ Μιλτιάδης καὶ Περικλῆς οὐδʼ ὑπὸ τούτων οἷς προσέκρουσεν ὑπὲρ τῶν πολλῶν, ἀλλʼ ἐξοστρακισθεὶς ὑπʼ αὐτοῦ τοῦ δήμου. οὐκοῦν εἰ μὲν μηδέν ἐστι τοῦτο σύμβολον κακίας, εἴ τις ῥήτωρ ἠτύχησε πρὸς τούτους ὧν προὐστήκει, οὔτε Μιλτιάδης οὔτε Θεμιστοκλῆς, οὐδʼ εἴ τις ἄλλος, ἅμα τʼ ἔπταισαν καὶ δικαίως ἂν φαῦλοι νομίζοιντο· εἰ δʼ ἐκεῖνοι τούτοις ἐξελέγχονται, τί κωλύει μηδʼ Ἀριστείδην ἐλλόγιμον μηδʼ ἔξω τῆς ἐκείνων αἰτίας τιθέναι; ὥστʼ οὐ μόνον τοῖς κατὰ ῥητορικῆς λόγοις, ἀλλὰ καὶ τοῖς ἰδίᾳ κατὰ τῶν ἀνδρῶν, ὅ γε Ἀριστείδης ὑπεναντίως ὑπʼ αὐτοῦ τιμηθεὶς ἐκείνοις οὓς κακίζει βοηθῶν φαίνεται, ὥσπερ ἐπεισόδιον παρὰ δόξαν προχωροῦν. ἔπειτʼ ἄγει τὸν κυβερνήτην, καὶ τίνος ἕνεκα, φησὶν, οὐ φρονεῖ μέγα οὐδὲ ἴσον τῷ ῥήτορι, σώζων ἐκ θανάτου καὶ οὗτος ἀνθρώπους καὶ αὐτοὺς καὶ χρήματα; ἐγὼ δὲ ὁρῶ μὲν κἀκεῖνο ὑπάρχον ἀντερωτῆσαι, τίνος οὖν ἕνεκα οὐδὲ αὐτὸς τῷ κυβερνήτῃ παραχωρεῖς; εἰ γὰρ φιλοσοφίας ἕνεκα ἀτίμως ὑπὸ τῶν πολλῶν ἀγομένης πλεῦσαι φῂς εἰς Σικελίαν τῷ Δίωνι βοηθὸς, οὐχ ἧττον ὁ κυβερνήτης ἐκεῖνον ἔσωζεν ὁ σὲ ἄγων, καὶ ταῦτα μέντοι διὰ τοῦ μεγίστου τῶν πελαγῶν, ἀλλὰ τοσούτῳ σοῦ πλέον εἰπεῖν ἔχει, ὅσῳ καὶ αὐτὸν τὸν μέλλοντα σώζειν τὸν Δίωνα ἔσωζεν. ἀλλʼ ἐῶ ταῦτα. ἀλλὰ πῶς οὐκ ἄτοπον ὡς ἀληθῶς, εἰ αὐτὸς μὲν ὁ κυβερνήτης μὴ ἀξιοῖ τὸ ἴσον φρονεῖν τῷ ῥήτορι μηδʼ
依你本人的说法乃是拥有作恶的能力,而从事演说术的同时亦能行事公正,且能作恶者保持自制比起无力作恶者乃是正义的更大明证,那么此类人物岂非与谄媚之徒相去甚远?他们甚至超越了那些必然正义之人如此之多。由此看来,荷马的那句名言似乎应验了:‘他脱口说出了一句不如不说的话。’因为他不仅无法诋毁阿里斯提德,反而必然将他置于卓绝的地位,从而反过来瓦解了他对米尔提阿德斯和地米斯托克利所提出的指控本身。因为这已经是在指责具体的人,而非归咎于演说术作为恶言恶行的根源。因此,正如他自己对他们提出了非必然的指控,又有何事物能阻碍我们反过来为他们提出非必然的反驳呢?不过,托他的福,这些反驳倒有半数成了必然之论。因为显而易见的是,他陷入自相矛盾,不仅是以简单的形式,亦不仅如我们此刻所指出的那样,而且在于根据他指责他们的那些理由,他便无法赞美此人(阿里斯提德),而倘若他确实公正地赞美了此人,恰恰因此他亦无法指责他们。何以见得?因为据我看来,他将那些领袖遭受雅典人恶待作为他们恶劣治理雅典人的标记,其理由是,若雅典人经由他们教导变得更为优秀,便决不至于对教导他们不要冒犯他人的恩师犯下罪过。他在确立了这些论点并将御车者之类引申至此处时,不仅未对阿里斯提德道出一句贬词,反而明确将他列为异于常人的卓越典范。然而,倘若遭受雅典人恶待乃是未能良好治理雅典人的明证,那么阿里斯提德亦未尝良好治理;因为此人亦绝非安然脱身,而是遭到了流放;我还要补充的是,他并非像米尔提阿德斯和伯里克利那样在法庭上蒙受不幸,亦非败于因维护平民而与之冲突的政敌之手,而是被民众本身陶片放逐。因此,倘若演说家在他所领导的民众手中遭遇厄运绝非败坏的标志,那么米尔提阿德斯、地米斯托克利或任何其他人,便绝不会仅仅因为遭受挫折而被正当地视为劣佞;但倘若他们确因此类事由而被定罪,既不将阿里斯提德也列为名宿,亦不将他免除于他们所受的指控,又有何妨呢?是以,不仅在反对演说术的论辩中,而且在针对那些伟人的具体论辩中,阿里斯提德因受到他不合逻辑的尊崇,反而显现为在援助那些遭他贬抑之人,恰似一出意外展开的插曲。随后他又搬出舵手,质问道舵手同样将众人及其财产从死亡中拯救出来,为何却不自视甚高、亦不要求享有与演说家相等的地位?然而我却看到完全可以反问一句:那么你为何自己不向舵手让步呢?因为倘若你说你为了遭大众轻蔑的哲学而航向西西里去援助狄翁,那么载运你穿越浩瀚汪洋的舵手拯救狄翁之功绝不在你之下,甚至比你更有资格夸耀,因为他拯救的正是有志于拯救狄翁的你本人。但这些且按下不表。然而,倘若舵手本人并不自认为能与演说家平起平坐,亦不……这岂非实属荒谬?
- 89ἀδικεῖν δύνασθαι κατʼ αὐτόν σε
承接上一段落末尾的条件句(εἰ τοίνυν ῥητορεύειν μέν ἐστιν...)的表语部分。κατʼ αὐτόν σε 由介词 κατά 与指代柏拉图的宾格代词 σε 结合,意为“依你本人的说法”或“根据你自己的界定”。
- 89αὖθίς ἐστι διεφθορώς
由系动词 ἐστί 与主动完成时分词 διεφθορώς 构成的迂说完成时(periphrastic perfect)。其直接宾语是经由倒装隔开的 τοῦτο ὃ κατηγόρηκεν(“他所提出的指控本身”),强调其此前论据已被彻底破坏或颠覆的结果状态。
- 89ὡς οὐκ ἂν τούς γε βελτίους ὑπʼ αὐτῶν γενομένους ἁμαρτόντας
依附于主句 σύμβολον ποιεῖται ... τὸ παθεῖν 的从属结构,由 ὡς 引出对方的主观理由。在间接引语中,ἄν 加上分词 ἁμαρτόντας(宾格,修饰其逻辑主语 τοὺς βελτίους γενομένους)相当于反事实或潜在语气中的 ἄν 加限定动词,意为“理由是:那些因他们而变得更善的人,决计不会冒犯他们”。
