← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§9-10

哲学替换论法与超越技艺的崇高事物

作者指出若在柏拉图的论式中将“修辞术”替换为“哲学”,言论在逻辑上同样成立,以此揭露其论证的空洞;进而反驳称,即便修辞术不是技艺,也绝不能证明它是卑劣的,因为如同神谕一般,人类最伟大的神圣恩赐本就超越技艺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

γνοίη δʼ ἄν τις ἐκείνως, εἰ τὸ τῆς ῥητορικῆς ὄνομα ἐξελὼν τὸ τῆς φιλοσοφίας ἀντʼ ἐκείνου μεταλάβοι καὶ ἐπὶ τούτῳ πᾶσι τοῖς αὐτοῖς χρήσαιτο. καὶ μηδεὶς μήτε ἀγροικίαν μήτε ψυχρότητα καταγνῷ τοῦ λόγου. μάλιστα μὲν γὰρ οὐ δή που δυοῖν ἐπιστήμαιν ἢ δυνάμεοιν τοῖς μὲν τὴν ἑτέραν προϊσταμένοις, οὐδʼ ἂν ὁτιοῦν βλασφημῶσιν εἰς τοὺς ἑτέρους, οὐδὲν ἄγροικον ὑπεῖναι φήσομεν, τοῖς δʼ οὐδὲ τοῖς αὐτοῖς ἀμύνεσθαι δώσομεν·1 ἔπειτʼ οὐ τοῦ φορτικοῦ χάριν εἰρήσεται, ἀλλὰ τῆς ἀποδείξεως, ἣν οὐδαμοῦ τούτοις εἶναι φαμέν. οὐκοῦν ὡδὶ γίγνεται δοκεῖ τοίνυν μοι, ὦ Γοργία, εἶναι ἐπιτήδευμα τεχνικὸν μὲν οὒ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας, καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις. καλῶ δὲ αὐτοῦ ἐγὼ τὸ κεφάλαιον κολακείαν. ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ἡ ὀψοποιικὴ, ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δʼ ὁ ἐμὸς λόγος, οὐκ ἔστι τέχνη, ἀλλʼ ἐμπειρία καὶ τριβή· ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τήν γε κομμωτικὴν καὶ τὴν σοφιστικὴν, τέτταρα ταῦτα μόρια ἐπὶ τέτταρσι πράγμασι. καὶ διὰ πάντων δὴ τῶν εἰρημένων, εἴ τις οὕτως ἅπαντα τἄλλα κατὰ χώραν ἐῶν τὴν ῥητορικὴν εἰς τὴν φιλοσοφίαν μεταλαμβάνοι, συμβαίνει δή που μηδὲν ἐμποδίζεσθαι τά γε ῥήματα. ἀλλʼ οὔτε τοῦτο ὑγιαίνοντος, οἶμαι, οὔτʼ ἐκεῖνο ἀποδεικνύντος. οὔτε γὰρ φιλοσοφίας τῶν ὀψοποιίας ὀνειδῶν οὐδὲν ἅψεται δήπουθεν, ἕως ἂν ἄλλο τι τὴν φύσιν ᾖ, οὔθʼ οἷς ὀψοποιικὴν κακίζει τις ἐξελέγχει ῥητορικὴν, ἕως ἂν μὴ δείξῃ τὴν ἀνάγκην, ὑφʼ ἧς ταῦτα ὁμοίως ἔχει, πλὴν εἰ τοῦτʼ αὐτὸ ἱκανὸν ἡγήσατο εἰς ἀνάγκην περιστῆσαί τινα τοῦ πῶς ὀψοποιικὴ ῥητορικῆς κεχώρισται λέγειν.2 καίτοι τοῦτο ὀκνῶ μὲν εἰπεῖν, οὐκ ἔχω δὲ μαθεῖν ὡς οὐχ ὑβρίζοντός ἐστιν.

人们若采取如下方式也能明白这一点:即除去修辞术的名字,取哲学的名字代之,并对哲学应用所有完全相同的论调。任何人都不应对这种说法斥为粗野或拙劣。因为首先,在两门知识或能力之中,我们绝不会说,支持其中一门的人即使对另一门肆意诽谤也不含任何粗野,而对另一方的人,我们却连用同样的方式自卫也不允许;其次,这样说并非为了进行低俗的攻击,而是为了进行论证,而我们坚称这种论证在他们的言论中无处可寻。那么,这段话便成了如下样子: “因此在我看来,高尔吉亚,这并非一门合乎技艺的行当,而是一种属于善于揣测、勇敢且生性善于与人交际的灵魂的行当。我把它的总称叫做谄媚。在我看来,这种行当还有许多其他部分,其中之一便是烹饪术;它看似是一门技艺,但依我之见,它绝非技艺,而不过是经验与习常。我把哲学也称为它的一部分,此外还有装饰术和诡辩术——这四个部分对应于四件事物。” 而在所有那些言论中,如果有人把修辞术换成哲学,而让其余一切保留原样,那么这些言词本身显然丝毫不会受阻。然而我认为,这既非心智健全者的作为,亦非能够证明该论点者的作为。因为只要哲学在本质上是别的事物,对烹饪术的责难自然丝毫沾不到哲学身上;人们用以贬低烹饪术的说辞,也同样驳不倒修辞术,除非有人能证明二者处于相似境地的必然性——除非他认为,仅仅迫使对方不得不去说明烹饪术如何与修辞术区分开来,便已经足够了。尽管我迟疑于如此直言,但我实在看不出这怎能不是肆意侮辱者的行径。

§10

ὅμως δʼ ἔγωγε ὑποστήσομαι τοῦτο τὸ ἄτοπον. καὶ γὰρ ὡς ἀληθῶς ἐστι δεινότερον καὶ ἀτοπώτερον, εἰ μᾶλλον ὁ πειρώμενος ὡς οὐκ αἰσχρὸν ῥητορικὴ διδάσκειν αἰσχύνεται ἢ ὁ τολμήσας πρῶτον ἐν αἰσχροῦ μοίρᾳ ψέγειν. πρῶτον μὲν οὖν εἰ τὰ μάλιστα μὴ τέχνην εἶναι δοίημεν αὐτὴν, ὅπερ ὡς ἕρμαιον στρέφει παρʼ ὅλον τὸν λόγον, τί μᾶλλον αἰσχρόν γʼ εἶναι συγχωρησόμεθα; εἰ μὲν γὰρ ἦν ἀναγκαίως ἅπαν τὸ μὴ τέχνῃ γιγνόμενον κακὸν, ἢ τοῦ μηδενὸς ἄξιον, ἦν τι προὔργου· νῦν δʼ οὐδείς ἐστιν ὅστις οὐκ ἂν συμφήσαι τὸ μὴ οὐ τὰ μέγιστʼ ἀνθρώποις καὶ κάλλιστʼ ἐκ θεῶν ἅμα τε ἔξω τέχνης εἶναι καὶ τέχνης κρείττω,3 καὶ τοῦθʼ οὕτω παρὰ πᾶσιν ἀνθρώποις καὶ δεξιοῖς καὶ πολλοῖς κεκράτηκεν ὥσθʼ ὅσα μὲν τῶν ἑπτὰ σοφῶν κληθέντων οὕτως ἐν τοῖς πᾶσιν ὄντων εὐαριθμήτων εἶπέ τις ἢ συνεβούλευσεν, ἢ τῶν ἄλλων οὓς ἐπὶ παιδείᾳ θαυμάζομεν ὡς πρώτους, οὐδεὶς προστίθησι θεῷ, ἀλλὰ τὸ τοῦ ἀνδρὸς ὄνομα ἑκάστοις ἐπιφημίζεται ἃ δʼ ἂν αἱ Πυθοῖ προμάντεις φῶσιν, ἐπειδὰν ἐκστῶσιν ἑαυτῶν, ταῦθʼ ὡς ὁ Πύθιος εἶπε καὶ Πλάτων καὶ ἅπαντες λέγουσι καίτοι τίνα ἐπίστανται δή που τέχνην τότε, αἵ γε οὐχ οἷαί τέ εἰσι φυλάττειν οὐδὲ μεμνῆσθαι; καίτοι μικρὰ μὲν ἡ πάντας εἰδυῖα λόγους ἀνθρωπίνους ἰατρικὴ καὶ κρείττων ὀψοποιικῆς πρὸς τὰς ἐκ Δελφῶν, οἶμαι, δύναται λύσεις, ὅσαι καὶ ἰδίᾳ καὶ κοινῇ καὶ νόσων καὶ παθημάτων ἁπάντων ἀνθρώποις ἐφάνθησαν, μικρὰ δʼ ἡ κατʼ αὐτὴν ἑστηκυῖα δικαιοσύνη, κρίσεως ἕνεκα πραγμάτων καὶ συμβουλῆς. τί δὲ ἐροῦσι σύμπαντες οἱ γυμνασταὶ, δυοῖν καὶ τριῶν λογίων οὐχ ἡττᾶσθαι σφῶν πᾶσαν τὴν ἐπιστήμην, εἴπερ ἕν γε τοῦτʼ ἐπίστανται βραχὺ σωφρονεῖν; τί δὲ ἡ σεμνή σοι νομοθετικὴ καὶ τὰ μεγάλα ἀνθρώποις εὑρίσκουσα; οἶμαι μὲν παραχωρήσεται, μᾶλλον δὲ πάλαι παρεχώρησε ταῖς

然而,我仍愿承担起这种荒谬。因为诚然,如果试图阐明修辞术并非丑陋之人,反而比那个首开先例斗胆将其贬入丑陋之列的人更感到羞耻,那将是更为可怕、更为荒谬的事情。因此首先,即便我们最大程度地承认它不是一门技艺——他在整个论辩中如获至宝般翻来覆去地摆弄这一点——,我们凭什么就更应承认它是丑陋的呢?因为,如果凡非凭技艺而成的一切事物都必然是邪恶的,或者毫无价值,那么他的论点尚且算是有所用处;但实际上,没有人会不同意:对人类而言最伟大、最美好的事物来自神明,并且同时既独立于技艺之外,又凌驾于技艺之上。这一点在所有聪明人及大众之中是如此根深蒂固,以至于在全人类中屈指可数的所谓‘七贤’之任何一人所说或所建议的言论中,抑或在我们推崇为教养楷模的其他人所说的话中,没有一句被归功于神明,而是将个人的名字冠于每句话之上;相反,皮托的女祭司们在出神癫狂时所说的一切,柏拉图和所有人却都称之为皮托神所言。然而试问,她们当时究竟通晓何种技艺?她们甚至连保持记忆或事后回忆都无法做到!而且,即便通晓所有人间道理且优于烹饪术的医术,面对来自德尔斐的解救之法——即在私人和公共事务中针对所有疾病与苦难向人类揭示的方法——,我认为也显得微不足道;而与医术并立的司法术,在裁决事务和提供谏言方面同样显得微不足道。至于所有的体操教练,他们又会说什么呢?难道只要他们懂得保持谦逊这短短的一点,他们还敢说自己的整套知识不逊于两三条神谕吗?还有你那庄严的、为人类发现伟大之事的立法术又将如何呢?我认为它必将让位于,或者更确切地说早已让位于那些……

语法注3 条
  1. 9δυοῖν ἐπιστήμαιν ἢ δυνάμεοιν τοῖς μὲν τὴν ἑτέραν προϊσταμένοις ... τοῖς δʼ οὐδὲ τοῖς αὐτοῖς ἀμύνεσθαι δώσομεν

    δυοῖν ἐπιστήμαιν ἢ δυνάμεοιν 为双数属格,作为后文对照双方 τοῖς μὲν ... τοῖς δʼ 的总括范围。全句的主干由 οὐ δή που ... φήσομεν ... δώσομεν(“我们绝不会宣称……亦不会允许……”)统领,借此揭示在两门学问的维护者之间采取双重标准的不合理性。

  2. 9πλὴν εἰ τοῦτʼ αὐτὸ ἱκανὸν ἡγήσατο εἰς ἀνάγκην περιστῆσαί τινα τοῦ πῶς ὀψοποιικὴ ῥητορικῆς κεχώρισται λέγειν

    在由 πλὴν εἰ(“除非”)引导的从句中,ἱκανόν 作 ἡγήσατο 的宾语补足语,真正的宾语为不定式短语 εἰς ἀνάγκην περιστῆσαί τινα。属格不定式 τοῦ ... λέγειν 修饰 ἀνάγκην(“说出……的必然性”),而间接疑问从句 πῶς ὀψοποιικὴ ῥητορικῆς κεχώρισται 则作 λέγειν 的宾语,构成了多层嵌套结构。

  3. 10τὸ μὴ οὐ τὰ μέγιστʼ ἀνθρώποις καὶ κάλλιστʼ ἐκ θεῶν ἅμα τε ἔξω τέχνης εἶναι καὶ τέχνης κρείττω

    承接前文带有双重否定的强烈肯定表达 οὐδείς ἐστιν ὅστις οὐκ ἂν συμφήσαι(“没有人会不同意”),其后带定冠词的不定式短语采用了 μὴ οὐ(τὸ μὴ οὐ + 不定式)。这是在具有否定意涵的句子之后,不定式因否定重叠而用来表达确定肯定事实的常规用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:9-10