← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§7-8

对四门技艺与谄媚比例论的批驳

苏格拉底阐述了关涉肉体与灵魂的四门技艺与其对应的谄媚幻影(装饰术、烹饪术、诡辩术、修辞术)之间的比例关系,作者批评这番论述完全缺乏论证,不过是强加未经证明的前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

εἰκότως γε, ὦ Γοργία. οὐδὲν γάρ πω σαφὲς λέγω. Πῶλος δὲ ὅδε νέος ἐστὶ καὶ ὀξύς. ἀλλὰ τοῦτον μὲν ἔα, ἐμοὶ δὲ εἰπὲ πῶς λέγεις πολιτικῆς μορίου εἴδωλον εἶναι τὴν ῥητορικήν. ἀλλʼ ἐγὼ πειράσομαι φράσαι ὅ γέ μοι φαίνεται εἶναι ἡ ῥητορική· εἰ δὲ μὴ τυγχάνει ὂν τοῦτο, Πῶλος ὅδε ἐλέγξει. σῶμά που καλεῖς τι καὶ ψυχήν; πῶς γὰρ οὔ; οὐκοῦν καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρου εὐεξίαν; ἔγωγε. τί δέ; δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δʼ οὔ; οἷον τοιόνδε λέγω· πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις ὡς οὐκ εὖ ἔχουσιν ἀλλʼ ἢ ἰατρός τε καὶ τῶν γυμναστικῶν τις.1 ἀληθῆ λέγεις. τὸ τοιοῦτον λέγω καὶ ἐν σώματι εἶναι καὶ ἐν ψυχῇ, ὃ ποιεῖ μὲν δοκεῖν εὖ ἔχειν τὸ σῶμα καὶ τὴν ψυχὴν, ἔχει δὲ οὐδὲν μᾶλλον. ἔστι ταῦτα. φέρε δή σοι ἐὰν δύνωμαι σαφέστερον ἐπιδείξω ὃ λέγω. δυοῖν ὄντων τῶν πραγμάτων δύο λέγω τέχνας. τὴν μὲν οὖν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δʼ ἐπὶ τῷ σώματι μίαν μὲν οὕτως ὀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δὲ οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικὴν, τὴν δὲ ἰατρικήν. τῆς δὲ πολιτικῆς ἀντίστροφον μὲν τῇ γυμναστικῇ τὴν νομοθετικὴν, ἀντίστροφον δὲ τῇ ἰατρικῇ τὴν δικαιοσύνην. ἐπικοινωνοῦσι μὲν δὴ ἀλλήλαις ἅτε περὶ τὸ αὐτὸ οὖσαι ἑκατέρα τούτων, ἥ τε ἰατρικὴ τῇ γυμναστικῇ καὶ ἡ δικαιοσύνη τῇ νομοθετικῇ. ὅμως δὲ διαφέρουσί τι ἀλλήλων. τεττάρων δὲ τούτων οὐσῶν καὶ ἀεὶ πρὸς τὸ βέλτιστον θεραπευουσῶν, τῶν μὲν τὸ σῶμα, τῶν δὲ τὴν ψυχὴν, ἡ κολακευτικὴ αἰσθομένη, οὐ γνοῦσα λέγω, ἀλλὰ στοχασαμένη, τέτραχα ἑαυτὴν διανείμασα, ὑποδῦσα ἕκαστον τῶν μορίων προσποιεῖται εἶναι τοῦτο ὅπερ ὑπέδυ, καὶ τοῦ μὲν βελτίστου οὐδὲν φροντίζει, τῷ δὲ ἡδίστῳ θηρεύει τὴν ἄνοιαν καὶ ἐξαπατᾷ, ὥστε δοκεῖν πλείστου ἀξίαν εἶναι. ὑπὸ μὲν οὖν τὴν ἰατρικὴν ἡ ὀψοποιικὴ ὑποδέδυκε καὶ προσποιεῖται τὰ βέλτιστα σιτία τῷ σώματι εἰδέναι, ὥστʼ εἰ δέοι ἐν παισὶ διαγωνίζεσθαι ὀψοποιόν τε καὶ ἰατρὸν ἢ ἐν ἀνδράσιν οὕτως ἀνοήτοις ὥσπερ οἱ παῖδες, πότερος ἐπαΐει περὶ τῶν χρηστῶν σιτίων καὶ πονηρῶν, ὁ ἰατρὸς ἢ ὁ ὀψοποιὸς, λιμῷ ἂν ἀποθανεῖν τὸν ἰατρόν. κολακείαν μὲν οὖν αὐτὸ καλῶ καὶ αἰσχρόν φημι εἶναι τὸ τοιοῦτον, ὦ Πῶλε, τοῦτο γὰρ πρὸς σὲ λέγω, ὅτι τοῦ ἡδέος στοχάζεται ἄνευ τοῦ βελτίστου. τέχνην δὲ αὐτὴν οὔ φημι εἶναι, ἀλλʼ ἐμπειρίαν, ὅτι οὐκ ἔχει λόγον οὐδένα ᾧ προσφέρει, ὁποῖʼ ἄττα τὴν φύσιν ἐστὶν,2 ὥστε τὴν αἰτίαν ἑκάστου μὴ ἔχειν εἰπεῖν· ἐγὼ δὲ τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα. τούτων δὲ πέρι εἰ ἀμφισβητεῖς, ἐθέλω ὑποσχεῖν λόγον. τῇ μὲν οὖν ἰατρικῇ, ὥσπερ λέγω, ἡ ὀψοποιικὴ κολακεία ὑπόκειται, τῇ δὲ γυμναστικῇ κατὰ τὸν αὐτὸν τρόπον ἡ κομμωτικὴ, κακοῦργος καὶ ἀπατηλὴ καὶ ἀγεννὴς καὶ ἀνελεύθερος, σχήμασι καὶ χρώμασι καὶ λειότητι καὶ ἐσθῆτι ἀπατῶσα, ὥστε ποιεῖν ἀλλότριον κάλλος ἐφελκομένη τοῦ οἰκείου διὰ τῆς γυμναστικῆς ἀμελεῖν. ἵνα οὖν μὴ μακρολογῶ, ἐθέλω σοι εἰπεῖν, ὥσπερ οἱ γεωμέτραι, ἤδη γὰρ ἂν ἴσως ἀκολουθήσαις, ὅτι ὃ κομμωτικὴ πρὸς γυμναστικὴν, τοῦτο σοφιστικὴ πρὸς νομοθετικὴν, καὶ ὃ ὀψοποιικὴ πρὸς ἰατρικὴν, τοῦτο ῥητορικὴ πρὸς δικαιοσύνην. ἐνταῦθα ἀπόδειξις μὲν οὐδʼ ἡτισοῦν ἔνεστιν οὐδʼ ἔλεγχος ἀνάγκῃ προεληλυθὼς, ὑπόκειται δʼ ἁπλῶς ὥσπερ ἐξὸν, οὗ πολὺς ἦν ἱδρὼς πρότερον·3 οὐδὲν διαφερόντως ἢ εἰ χάριν ᾔτει τοὺς ἀκούοντας ταῦτα συγχωρῆσαι. καίτοι εἰ τὰ ζητούμενα ὡς ὁμολογούμενα ὑποτίθεσθαι γέλως, πῶς εἰκὸς ἅ γε ζητεῖν γέλως, ταῦτʼ ἐξ ἀρχῆς ὑποτίθεσθαι; πῶς γὰρ οὐ γέλως εἰ τῆς αὐτῆς φύσεως ῥητορικὴ καὶ ὀψοποιικὴ ζητεῖν; ὁ δʼ ὥσπερ ὁμολογούμενον εἴληφεν αὐτό.

“理当如此,高尔吉亚;因为我尚未说明白任何事情。而这里的波罗斯年轻气盛。”“不过先别管他,请你告诉我,你说修辞术是政治学一部分的幻影,究竟是何意?”“那我便试着说明修辞术在我看来究竟是什么;如果它实际上并非如此,这里的波罗斯自会驳倒我。你想必称某种东西为肉体,某种东西为灵魂吧?”“正是如此。”“那么,你难道不认为这二者各自都有一种良好的状态吗?”“我认为有。”“那么这种状态又如何呢:看似良好,实则不然?例如我说的是这样一种情况:许多人的身体看似处于良好状态,若非医生或精通体操术的人,一般人很难察觉出他们其实并不健康。”“你说得对。”“我说的正是肉体和灵魂中都存在这样一种事物,它使肉体和灵魂看似良好,但实际上绝非如此。”“确实如此。”“那么,若我能做到,就让我为你更清楚地说明我的意思吧。由于事物有两样,我说便有两门技艺。关涉灵魂的那门技艺我称为政治学;关涉肉体的那门,我无法以这种方式为你给出一个统一的名称,但肉体的照料虽为一个整体,我却说它包含两个部分:体操术与医术。而在政治学中,与体操术相对应的是立法术,与医术相对应的是司法术。这两对技艺各自彼此相通,因为每一对都关涉同一对象:医术与体操术相通,司法术与立法术相通。然而,它们彼此间仍有某种差异。当这四门技艺存在并始终为了至善而照料——一对照料肉体,另一对照料灵魂——谄媚术察觉到了这一点,我说这不是出于认识,而是出于揣测,它将自身分成四个部分,潜入每一个部分之下,假冒成它所潜入的那个部分;它对至善毫不关心,却以最愉悦之物捕获愚昧并予以欺骗,从而显得极具价值。于是,烹饪术便潜入了医术之下,假装知道对身体最善的食物;以至于如果必须在孩子们面前,或者在像孩子一样愚昧的人们面前,由烹饪师与医生竞争究竟谁更懂得有益与有害的食物,是医生还是烹饪师,那么医生必将饿死。因此我称这种东西为谄媚,并断言它是卑鄙的,波罗斯——因为这是对你说的——,因为它只顾追求愉悦而弃至善于不顾。我断言它不是技艺,而是经验,因为它对其所施加的事物究竟具有何种本性毫无理性说明,以至于无法说出每件事物的原因;凡是缺乏理性的事物,我都不称之为技艺。若你对此有所争议,我愿作出解释。因此,正如我所说,烹饪术这种谄媚潜伏在医术之下;同样地,装饰术潜伏在体操术之下——它有害、欺诈、卑贱且狭隘,以体态、色彩、光滑度和服饰进行欺骗,以至于使人们在追求外来美貌的同时,忽视了通过体操术获得的自身固有的美。为了不再长篇大论,我愿像几何学家那样对你说——因为现在你或许能够跟上了——:装饰术之于体操术,犹如诡辩术之于立法术;烹饪术之于医术,犹如修辞术之于司法术。” 在这段言论中,根本没有任何论证,亦无任何依必然性推导出的反驳;此前需要付出极大汗水才能确立的命题,如今却如同理所当然一般被轻易预设,这与他祈求听众开恩予以让步毫无二致。然而,如果将尚在探究的事物当作不言自明的前提予以预设是可笑的,那么从一开始就预设那些甚至连探究本身都显得可笑的事物,又怎能说是合理的呢?探究修辞术与烹饪术是否具有相同的本性,这难道不是荒谬可笑的吗?而他却将其当作公认的事实直接采纳了。

语法注3 条
  1. 7ἀλλʼ ἢ ἰατρός τε καὶ τῶν γυμναστικῶν τις

    在否定句(οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις)之后,ἀλλʼ ἤ 是表示“除……之外(except)”的固定惯用结构。主格 ἰατρός 与前句的主语 τις 构成同格,并与 καὶ τῶν γυμναστικῶν τις(体操指导者中的某人)并列。

  2. 8ὅτι οὐκ ἔχει λόγον οὐδένα ᾧ προσφέρει, ὁποῖʼ ἄττα τὴν φύσιν ἐστὶν

    ᾧ προσφέρει 是包含先行词的关系代词从句(意为“它所施加的[对象]”)。间接疑问句 ὁποῖʼ ἄττα τὴν φύσιν ἐστὶν(“具有何种本性”)紧随其后作为详述说明,整体构成先取结构:“因为它对其所施加的对象究竟具有何种本性毫无理性说明”。

  3. 8οὗ πολὺς ἦν ἱδρὼς πρότερον

    属格关系代词 οὗ 包含其先行词,在此作关涉/主题属格修饰 ὑπόκειται,或作为与 ἱδρώς(汗水/辛劳)相关的客体属格,意为“对于此前需要付出巨大辛劳(汗水)的事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:7-8