← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§11-12

从神谕与诗作看神圣感通的权威

作者列举德尔斐、多多纳等神谕、先知以及诗歌创作的实例,论证并非依凭人类技艺而是依凭神圣感通的活动享有崇高权威并指引城邦与文化,从而驳斥了凡无技艺即属卑劣或无价值的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

ἀπὸ τοῦ τρίποδος γυναιξί. βαδίζουσί γε εἰς Δελφοὺς καὶ πυνθάνονται περὶ τῶν πολιτειῶν. καὶ τότε τοὺς νόμους τίθενται πρὸς τὴν ἐλθοῦσαν παρὰ τῆς Πυθίας φωνὴν ἀπὸ Λυκούργου πρώτου, τὸν μετὰ πολλοὺς εἰ δεῖ πρῶτον εἰπεῖν χάριν τοῦ λόγου.1 οὔκουν φασί γʼ ἐκεῖνον οὐδὲν θεῖναι Λακεδαιμονίοις ἄνευ τῆς παρὰ τοῦ θεοῦ φωνῆς, ἀλλʼ ὅμως οὐκ ἐπειδὴ Λυκοῦργος ὁ τῶν Ἑλλήνων ἄριστος ἔθηκεν, οὐ διὰ τοῦθʼ ὁ θεὸς δόξαν εἴληφε τεθεικέναι τοὺς νόμους, ἀλλʼ ὁ μὲν Λυκοῦργος ἄριστος ὢν τῶν Ἑλλήνων ἐμαρτύρει τὰ τῆς οὐδὲν ἰδίᾳ γιγνωσκούσης Πυθίας νικᾶν, ἡ δὲ ἀπεκρίνατο ὡς ἐδόκει τῷ θεῷ, ὁ δὲ τῷ παρὰ τὴν Πυθίαν μέρει τὴν δόξαν εἴληφε τὴν ἐπὶ τοῖς νόμοις.2 καίτοι οὔτʼ ἐπιστήμην τινʼ ἔχουσι περιττοτέραν παρὰ τοὺς ἄλλους ἀνθρώπους αὗται αἱ γυναῖκες οὔτʼ εἴ τι καὶ γιγνώσκουσιν, ἀφʼ ὧν πεπαίδευνται καὶ προΐσασι λέγουσιν, ἀλλʼ ὡς ἂν κινηθῶσιν ἑκάστοτε ὑπὸ τοῦ κρείττονος, πέμπουσι πανταχοῖ γῆς, εἰς Ἰωνίαν, εἰς Πόντον, εἰς Κυρήνην, ἐπʼ ἔσχατα τῆς γῆς· οὐδʼ εἴ τις εἴσεισιν ὡς αὐτὰς ἢ πεύσεται προΐσασι πρὸ τῆς ἑσπέρας καὶ τῆς ἐπὶ τοῦ τρίποδος καθέδρας, ὡς ἔπος εἰπεῖν. ἀλλʼ ἀρτίως ἀγνοοῦσαι καὶ τὰ τῶν γειτόνων ἐξαίφνης τὰ πάντων ἀνθρώπων ἴσασι καὶ δημηγοροῦσι παρὰ τῷ θεῷ καὶ πολιτεύονται τὰ κοινὰ τῆς γῆς καὶ πάσαις ταῖς ἐπιστήμαις καὶ τέχναις ἡγεμόνες τοῦ τί δεῖ ποιεῖν ἢ λέγειν καθίστανται. καὶ οὐδὲ Πλάτων αὐτὰς παρέρχεται. ἀλλὰ καὶ οὗτος ἀξιοῖ τὴν Πυθίαν ἐρωτᾶν ὁπόταν πολιτεύηται καὶ νομοθετῇ, καὶ τότε φησὶ δεῖν ποιεῖν, ἐὰν καὶ ἡ Πυθία συναναιρῇ, πρότερον δὲ οὐ θαρρεῖ. εἶεν· αὕτη μὲν ἐκ Δελφῶν ἡ μαρτυρία τῷ λόγῳ καὶ παρὰ Ἀπόλλωνος τοῦ Πυθίου· τὰς δʼ ἐν Δωδώνῃ τί φήσεις ἱερείας, αἳ τοσαῦτα ἴσασιν ὅσʼ ἂν τῷ θεῷ δοκῇ καὶ μέχρι τοσούτου μέχρι ἂν δοκῇ; καίτοι οὔτε πρότερόν τινα τοιαύτην εἶχον ἐπιστήμην, πρὶν εἰσελθεῖν ἐπὶ τὴν τοῦ θεοῦ συνουσίαν, οὔθʼ ὕστερον οὐδὲν ὧν εἶπον ἴσασιν, ἀλλὰ πάντες μᾶλλον ἢ ʼκεῖναι. ὥσθʼ οἱ μὲν ἀγνοοῦντες καὶ πυθόμενοι παρʼ αὐτῶν μεμαθήκασιν, αἱ δὲ εἰποῦσαι τί χρὴ ποιεῖν οὐκ ἴσασιν οὐδʼ αὐτὸ τοῦτο ὅτι εἰρήκασιν. οὐκοῦν ἐκ Διὸς ἂν ταύτην τὴν μαρτυρίαν τιθεὶς οὐκ ἂν ἁμαρτάνοις. ταὐτὰ δὲ ταῦτα λέγω καὶ περὶ τῶν ἐν Κλάρῳ καὶ περὶ τῶν ἐν Ἄμμωνος καὶ πάντων ὅσοι περὶ χρηστήρια ὁμοίως ἄνδρες καὶ γυναῖκες. καίτοι πότερον τούτους ἅπαντας καὶ ταύτας πάσας ἐρωτήσομεν τὸν λόγον, ᾧ χρώμενοι ταῦτα συμβουλεύουσι; καὶ πῶς σωφρονεῖν δόξομεν; ἢ τοῦ μηδενὸς ἄξια καὶ κολακείαν ταῦτʼ εἶναι φήσομεν, ἐπειδήπερ οὐκ ἔχομεν τοὺς εἰπόντας ἀπαιτῆσαι τὸν λόγον, πολλῷ μέντἂν πλέον ἐλλείποιμεν τοῦ σωφρονεῖν. οὐκοῦν παρὰ πάντων ὡς εἰπεῖν τῶν θεῶν μαρτυρία καὶ ψῆφος ἐπῆκται τοῦ μηδενὸς ἄξιον εἶναι τὸν τοιοῦτον λόγον, ὅστις ἢ τὴν τέχνην ζητεῖ, ἢ φαυλίζει τὸ μὴ σὺν ταύτῃ πανταχοῦ. ὅσοι δʼ αὖ καὶ καθάπαξ ὑποδύντες θεῷ καὶ τέχνης οὐδὲ μικρὸν μετασχόντες οὐ μόνον τοῖς ἐφʼ αὑτῶν, ἀλλὰ καὶ τοῖς ὕστερον πολλὰ δὴ καὶ θαυμάσια προεῖπον, οἷον εἰ βούλει, Βάκις, Σίβυλλα, ἕτεροι μετὰ τούτων, εἰ δὲ μὴ πολλοὶ, καὶ τοῦτʼ ἐστὶν ὑπὲρ τοῦ λόγου· τὰ γὰρ μέγιστα ἐκπέφευγε τοὺς πολλούς· τίς οὕτω τεχνίτης τοῦ κακῶς λέγειν ἐστὶν ὅστις καὶ τούτους κακίσειεν ἄν; ὅταν δʼ εἰς ποιητὰς ἴδω τοὺς κοινοὺς τῶν Ἑλλήνων τροφέας καὶ διδασκάλους, οἳ διαρρήδην ὁμολογοῦσι περὶ αὑτῶν· μηδʼ ὁτιοῦν ἐπίστασθαι, μηδὲ νεῶν ἀριθμὸν, ἀλλʼ ἀεὶ καὶ περὶ παντὸς τὰς Μούσας ἐνοχλοῦσι δεόμενοι φράσαι σφίσιν, ὡς αὐτοὶ μὲν προφητῶν σχῆμα καὶ τάξιν ἔχοντες, ἐκείνας δὲ μάντεις ἀληθεῖς οὔσας περὶ ἁπάντων, μᾶλλόν μοι δοκεῖ προσήκειν τὸ μὴ σὺν τέχνῃ κοσμεῖν ἐνίοτε ἢ δυοῖν θάτερον,3 ἢ τοὺς ποιητὰς ἐπιστήμῃ φάσκειν ἀποχρώντως ποιεῖν, ὃ μηδʼ αὐτοὶ δέχονται, ἢ τοῦ μηδενὸς ἀξίαν τὴν τῶν Μουσῶν ἡγεῖσθαι δωρεάν. εἶτʼ οὖν, ὦ πρὸς Διὸς,

向三脚鼎上的女人们。人们无论如何总要前往德尔斐,询问有关城邦体制之事。而且从最初的吕库古开始,人们才根据来自皮提亚的旨意制定法律——如果为了论证起见,必须把出现在众人之后的他也称作第一人的话。至少人们都说,若没有来自神明的旨意,他未曾为拉刻代蒙人制定过任何法度;然而,绝非因为希腊人中最优秀的吕库古制定了法律,神明才因此获得了立法之名;恰恰相反,吕库古身为希腊人中最优秀者,尚且作证说自身一无所知的皮提亚所出之言更胜一筹;而皮提亚则是依从神明的意愿做出应答,他则是凭借仰仗皮提亚的那一份渊源,才获得了有关立法的盛名。然而,这些女人比起其他人来,既没有掌握任何高超的专门知识;即使她们确实知晓什么,也绝非依据自己受过的教育和预先具备的知识而言说;而是每当受到更高力量的驱使时,她们便派遣人们前往大地的天涯海角,去往爱奥尼亚,去往本都,去往昔兰尼,乃至大地的极远之处;可以说,在傍晚到来并坐上三脚鼎之前,她们甚至预先连是否会有人造访或请示都一无所知。反之,刚才还连邻人的事都一概不知的她们,忽然之间便洞悉了全人类的一切,并在神明身边公开发表言说,经管全大地的公共事务,并在该做什么、该说什么的问题上,成为一切科学与技艺的指路人。就连柏拉图也没有忽视她们;相反,就连他也主张每当治理城邦和立法之时都应请示皮提亚,并且断言唯有在皮提亚亦予赞同神谕时才应当推行,在此之前他绝不敢贸然行事。也罢。这便是来自德尔斐、来自皮托的阿波罗为这番论点所作的见证。可是对于多多纳的女祭司们,你又将怎么说呢?她们所知晓的,仅限于神明所意欲的内容,且其知晓的期限也仅以神明的意愿为限。而且,她们在进入与神明交接的状态之前,既不具备任何此类知识;事后对于自己说过的话又一无所知,反而是其他人全都比她们更清楚。以至于那些无知而来向她们求教的人学到了道理,而告知众人当行之事的她们,却连自己曾作此言说这一事实本身都一无所知。因此,若把这见证归于宙斯,你也绝不会算错。而对于克拉罗斯的人们、阿蒙神庙里的人们,以及凡是与神谕打交道的男女众人,我也同样持此看法。然而,难道我们要向所有这些男女追问他们赖以提出这些谏言的理性条理吗?若真如此,我们又怎会被认为心智健全?抑或是因为我们无法向言说者索取理性说明,便宣称这些东西毫无价值且属于谄媚?若真如此,我们未免更加远离心智健全了。由此可见,可以说从全体神明那里已经引出了一项见证与裁决,判定那类或者一味要求技艺、或者凡非伴随技艺之物便处处加以贬低的论点,乃是毫无价值的。此外,凡是曾完全委身于神明、在技艺上一无所染,却不仅向同时代人、而且也向后世预告了诸多惊奇之事的人们——如果你愿意,比如巴基斯、西彼拉以及与他们一道的其他人(即便他们人数不多,这也同样有利于本论点,因为最伟大的事物往往避开多数人)——究竟谁是如此精通中伤的恶言巨匠,竟然连这些人也要加以诋毁?而当我注视那些作为全希腊人共同的哺育者和导师的诗人们时——他们明确承认自己对任何事情都一无所知,连船只的数目也不知晓,反而事事时时烦扰缪斯,祈求她们向自己明示,因为他们认为自己居于代言人的仪态与位阶,而缪斯才是通晓万物的真正先知——,在我看来,与其在两者之间择一:要么声称诗人们凭知识就能游刃有余地创作(这是他们自己绝不接受的),要么把缪斯的馈赠视作毫无价值,倒不如有时去推崇不依凭技艺之物,来得更为恰当。那么,凭宙斯起誓,

语法注3 条
  1. 11τὸν μετὰ πολλοὺς εἰ δεῖ πρῶτον εἰπεῖν χάριν τοῦ λόγου

    宾格短语 τὸν μετὰ πολλούς(在众人之后者)作不定式 εἰπεῖν 的宾语,对前文的 ἀπὸ Λυκούργου πρώτου(从最初的吕库古开始)进行修辞上的补充说明。这属于辩解性的插入小句,解释为何在论证中权且将吕库古称为“最初”,尽管从史实来看在他之前早有其他立法者。

  2. 11ὁ δὲ τῷ παρὰ τὴν Πυθίαν μέρει τὴν δόξαν εἴληφε τὴν ἐπὶ τοῖς νόμοις

    在三项对比结构 ὁ μὲν Λυκοῦργος ... ἡ δὲ [Πυθία] ... ὁ δέ 中判定 ὁ δέ 的指代。鉴于紧接的前句否定了神明因此获得立法名声,而实际享有立法声誉的人类主体正是吕库古,故此处的 ὁ δέ 指吕库古。意指他是凭借源于皮提亚的那一份指引(τῷ παρὰ τὴν Πυθίαν μέρει),才得以赢得立法的盛誉。

  3. 12μᾶλλόν μοι δοκεῖ προσήκειν τὸ μὴ σὺν τέχνῃ κοσμεῖν ἐνίοτε ἢ δυοῖν θάτερον

    比较结构 μᾶλλον ... προσήκειν [A] ἢ [B] 的语篇框架。带冠词不定式短语 τὸ μὴ σὺν τέχνῃ κοσμεῖν ἐνίοτε(有时推崇不具技艺之物 [A])作 προσήκειν 的主语成分,经由连词 ἤ 与 δυοῖν θάτερον(两者之一 [B])相对照。δυοῖν θάτερον 的具体内容通过后文两个平行的 ἤ 从句(ἢ ... φάσκειν ... ἢ ... ἡγεῖσθαι)作为同位语展开。动词 κοσμεῖν 在此意为“推崇、赞誉”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:11-12