← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§87-88

引用高尔吉亚篇对阿里斯提德的赞赏与反驳

作者引用柏拉图《高尔吉亚篇》末尾神话中苏格拉底赞扬阿里斯提德为公正统治者的段落,指出柏拉图本人已承认有德演说家的实在可能性,从而有力反驳了其对修辞术的一概贬斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§87

γὰρ ὑφʼ ἡμῶν γε ταῦτα παρεμβέβληται1 ἀλλὰ γὰρ, ὦ Καλλίκλεις, ἐκ τῶν αὐτῶν εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ γιγνόμενοι ἄνθρωποι· οὐδὲν μὴν κωλύει καὶ ἐν τούτοις ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι, καὶ σφόδρα γε ἄξιον ἄγασθαι τῶν γιγνομένων. χαλεπὸν γὰρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι· ὀλίγοι δὲ γίγνονται οἱ τοιοῦτοι, ἐπεὶ καὶ ἐνθαδὶ καὶ ἄλλοθι γεγόνασιν, οἶμαι δὲ καὶ ἔσονται καλοὶ κἀγαθοὶ ταύτην τὴν ἀρετὴν τοῦ δικαίως διαχειρίζειν ἄν τις ἐπιτρέπῃ.2 εἷς δὲ καὶ πάνυ ἐλλόγιμος γέγονε καὶ εἰς τοὺς ἄλλους Ἕλληνας Ἀριστείδης ὁ Λυσιμάχου· οἱ δὲ πολλοὶ, ὦ ἄριστε, κακοὶ γίγνονται τῶν δυναστῶν. ἐνταῦθα τοσοῦτον αὖ περαιτέρω προβέβηκεν, ὅσον οὐ μόνον ὡς ἐγχωρεῖ γίγνεσθαι προσωμολόγηκεν, ἀλλὰ καὶ ἕνα γε αὐτὸς ὠνόμακε, γεγόνασι δὲ, φησὶ, καὶ ἕτεροι καὶ ἐνταῦθα καὶ ἄλλοθι. ἐγὼ τοίνυν ἀφαιρῶ τοῦτο τὸ καὶ ἕτεροι καὶ εἴ τις ἑτέρωθι· ὃν δὲ καὶ πάνυ ἐλλόγιμόν φησι γεγενῆσθαι καὶ οὐ μόνον εἰς τοὺς πολίτας, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους Ἕλληνας, τοῦτον τίθημι μόνον. ἔγκειται μὲν γάρ που ταῦτα μεταξὺ τοῦ μύθου οὐκ ἀσκέπτως ἐμοὶ δοκεῖν οὐδὲ φαύλως οὐδὲ ὡς ἐξέπεσεν, ἀλλʼ ὅπως συγκρυφθείη τε ὡς δυνατὸν μάλιστα, καὶ εἴ τις εὑρὼν χρῷτο, μηδʼ αὐτὸς δοκοῖ παρελθεῖν, ἀλλʼ ἐνείη. οὕτω μέσην τινὰ τάξιν εὗρε, καὶ ἅμα πρὸς τῇ τελευτῇ τοῦ λόγου τοῦ παντὸς ἃ θεὶς ἐν ἀρχῇ τοῖς ἐφεξῆς οὐκ ἔμελλεν ἔξειν οἶμαι χρῆσθαι. οὐ μὴν τούτου γε ἕνεκα καὶ ἡμᾶς παρήσειν,3 ἕως ἂν τοῦ γε αὐτοῦ καὶ περὶ τῶν αὐτῶν ὄντος τοῦ λόγου, προσθήσω δʼ ὅτι κἀν τοῖς αὐτοῖς τούτοις ἐνόντα φαίνηται. οὐκοῦν εἰ ὅτι μάλιστα ἕτερος μὲν ἐν τοῖς πᾶσι μήτʼ Ἀθήνησι μήτʼ ἄλλοθι μηδαμοῦ ῥήτωρ ἐλλόγιμος, μηδʼ ἔξω τῆς τοῦ κολακεύειν αἰτίας, γεγένηται δὲ εἷς Ἀθήνησι, τί μᾶλλον τό γε πρᾶγμα κακιστέον ὡς ἀναγκαίως φαῦλον; οὐ γὰρ εἰ ῥᾴδιον ἢ μὴ τῷ ὄντι γενέσθαι ῥήτορα προὔκειτο σκοπεῖν, ἐπεὶ τοῦτό γε καὶ ἡμεῖς, εἰ βούλει, μαρτυροῦμεν, κἂν εἰ τὴν Στέντορος φωνὴν κτησαίμεθα, φθεγξαίμεθʼ ἂν ὡς οὐ ῥᾴδιον, κἂν ὁ Νεῖλος, ὦ μακάριε, τοῖς ἑπτὰ στόμασιν εἰ λάβοι φωνὴν, ὥσπερ ὁ Σκάμανδρος κατὰ τὸν Ὅμηρον, ἀλλʼ εἰ δυνατὸν ἢ μὴ καὶ φύσιν ἔστʼ ἔχον συμβῆναι, τοῦτʼ ἦν ἐκ τοῦ λόγου. φέρε γὰρ πρὸς Διὸς, εἰ πρὶν Ἀριστείδην γενέσθαι, τοὺς κατὰ τῆς ῥητορικῆς λόγους τούτους ἐποιεῖτο, προθυμούμενος ἐκ παντὸς τρόπου δεικνύναι φαῦλόν τι καὶ φυγῆς ἄξιον, λέγων ὡς ἀδύνατον χρηστόν ποτε ἄνδρα ἢ δίκαιον γενέσθαι λόγων τοιούτων προσαψάμενον, οὐκ ἂν ἐψεύδετο; δηλοῖ τό γε Ἀριστείδην φανῆναι τοιοῦτον, εἴπερ μὴ ψευδῆ Πλάτων εἴρηκε περὶ αὐτοῦ. οὐκοῦν δεινὸν εἰ πρὶν μὲν Ἀριστείδην γενέσθαι προσδοκᾶν ἔδει γενήσεσθαί τινα καὶ μὴ νομίζειν καθάπαξ ἀδύνατον, ἐπεὶ δʼ οὗτος ἐμφανὲς παράδειγμα ὑπάρχει, μήθʼ ὡς γενομένου τούτου μήθʼ ὡς ἐγχωροῦν ὅλως ἐγκαλεῖν.4 καὶ μὴν οὐδʼ ἐκεῖνο ἴσον, μὴ γενομένου μὲν ὅλως χρηστοῦ μηδενὸς τοῦτʼ ἂν ποιεῖσθαι τεκμήριον κατὰ τῆς ῥητορικῆς ὡς ἄφυκτον, ὁμολογουμένου δʼ ὑπʼ αὐτοῦ τοῦ κακῶς ἀγορεύοντος αὐτὴν καὶ γεγενῆσθαί τινας ἀξίους λόγου καὶ ἔσεσθαι, τοῦτο γάρ ἐστιν ὑπερφυὲς τὸ καὶ περὶ τῶν μελλόντων προλέγειν ὡς ἔσονται, εἶτʼ οἴεσθαι μηδὲν εἶναι πλέον. ἕτερον τοίνυν, ὅπερ ἐστὶν ἐκ τῆς τελευταίας ταυτησὶ μαρτυρίας, ὅτι καὶ πολλῷ μειζόνων εἶναι τοὺς τοιούτους ἐπαίνων ἀξίους προσωμολόγηκεν αὐτός. χαλεπὸν γὰρ, φησὶν, ὦ Καλλίκλεις, — οὐκοῦν καὶ ὦ Πλάτων—ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι. εἰ τοίνυν ῥητορεύειν μέν ἐστιν

因为这些言论绝非由我们擅自插入: “然而,卡利克勒斯啊,极度邪恶之人亦出自这同一群体;不过,没有任何事物能阻碍在这些人之中亦产生善人,而那些涌现出的善人极其值得赞叹。因为,卡利克勒斯啊,置身于作恶的巨大权柄之中却能一生行事公正,实属不易且值得极大的称赞;但这样的人寥寥无几,虽然在此地和其他地方曾经出现过,且我认为将来亦会出现能在受人托付时公正处理事务的这一美德上成为高尚优秀之人。其中有一人甚至在其余希腊人中亦极负盛名,那便是吕西马库斯之子阿里斯提德;但是,我优秀的友人啊,统治者中的大多数皆沦为恶人。” 在此处,他更进一步,不仅承认了产生这样的人是可能的,而且他自己还具体指名了一人,并说在此地和其他地方亦曾有其他人出现。因此,我便舍弃这“其他人亦曾”以及“若在他处有任何人”的说法;唯独将那位被他称作不仅在城邦公民中、而且在其余希腊人中亦极负盛名的人物列出。因为据我看来,这些话被置于神话的间隙之中,绝非未经深思,亦非拙劣,更非信口偶得,而是为了尽可能将其隐匿起来,以便若有人发现并加以利用,他自己亦不显得疏忽遗漏,而是早已包含其中。他便是如此寻得了一个折中的位置,同时将这些话置于整篇演说的末尾;我以为,倘若他将其置于开篇,他便不可能使用接下来的论述了。然而,我们绝不会因此便对其置之不理,只要这番言论出自同一作者且关乎同一主题;而且我还要补充的是,它恰恰显现于这些著作之内。因此,纵使在全人类中,无论在雅典还是在其余任何地方,再无其他著名的、能免于谄媚指控的演说家,而仅在雅典出现过一人,那么凭什么还要将演说术本身贬低为必然是卑劣之物呢?因为原本要考察的课题并非成为真正的演说家是否容易——关于这一点,若你愿意,我们自己亦可作证,纵使我们拥有斯滕托尔的嗓音,我们亦会高呼这绝非易事,甚至纵使尼罗河以其七大河口获得如荷马史诗中斯卡曼德罗斯河那般的嗓音,我亲爱的朋友,亦是如此——而是它是否可能、在本质上是否具备实现的能力,这才是依论证而言的关键所在。凭宙斯起誓,请告诉我,如果在阿里斯提德出生之前,他便发表这些反对演说术的言论,极力试图以各种方式证明它是卑劣且理当避开的事物,并宣称染指此类言论之人绝不可能成为有德或正义之士,难道他不是在说谎吗?阿里斯提德展现为这样的人物这一事实本身便表明了这一点,只要柏拉图关于他的论述并非虚言。因此,若是在阿里斯提德出生之前本应期盼会有人出现而不应认为断无可能,可如今当他已成为昭彰的榜样时,人们却既不承认他已然出现、亦不承认这全然可能而横加指责,这岂非荒谬?再者,下述做法亦不公正:若未曾出现过任何善人,人们便会将此作为反对演说术的无可辩驳的证据;但当诋毁演说术的当事人自己亦承认曾有过且将来亦会有值得称道的人物时——甚至对未来之人预言其必将存在,这着实惊人——人们却认为这毫无助益。此外,从这最后的证词中得出的另一要点是,他自己进一步承认,此类人物值得大得多的赞誉。因为他说:“卡利克勒斯啊——因此,柏拉图啊——置身于作恶的巨大权柄之中却能一生行事公正,实属不易。”那么,如果从事演说术乃是……

语法注4 条
  1. 87γὰρ ὑφʼ ἡμῶν γε ταῦτα παρεμβέβληται

    该分句与上一段落末尾的否定词 οὐ 直接相连,构成完整主句 οὐ γὰρ ὑφʼ ἡμῶν γε ταῦτα παρεμβέβληται(“因为这些言论绝非由我们擅自插入”),旨在向读者保证随后的柏拉图引文绝非伪造。

  2. 87ταύτην τὴν ἀρετὴν τοῦ δικαίως διαχειρίζειν ἄν τις ἐπιτρέπῃ

    冠词不定式短语 τοῦ δικαίως διαχειρίζειν 与 ταύτην τὴν ἀρετήν 构成同位属性属格(appositional genitive),意为“妥善掌管……的这一美德”。条件从句 ἄν τις ἐπιτρέπῃ 则作为不定式支配的隐含受词条件(“若有人将事务托付”)。

  3. 87οὐ μὴν τούτου γε ἕνεκα καὶ ἡμᾶς παρήσειν

    将来时不定式 παρήσειν 承接前文思维动词(如 οἶμαι)构成间接引语,或承载省略的情态含义(如 προσήκει),表达“然而我们绝不会因此而听任放过”之意。

  4. 88μήθʼ ὡς γενομένου τούτου μήθʼ ὡς ἐγχωροῦν ὅλως ἐγκαλεῖν

    该句由 μήτε... μήτε 联结一个独立属格(ὡς γενομένου τούτου,指阿里斯提德)与一个非人称动词 ἐγχωρεῖ 的独立宾格(accusative absolute, ὡς ἐγχωροῦν),并列修饰动词 ἐγκαλεῖν,表示批评者既不承认事实已发生、亦不承认具有可能性便横加责难。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:87-88