- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:85-86
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出柏拉图本人在《美涅克塞努篇》中高度赞颂先贤的伟业,并在《高尔吉亚篇》中承认存在引导公民向善的高尚修辞术,从而反驳了将修辞术一概定性为谄媚的观点。
μάρτυς ὑπὸ τῆς αὐτῆς δεξιότητος ἧσπερ κἀν τοῖς ἄνω κατὰ τὴν χρείαν ἀεὶ καὶ τὸ λοιπὸν, ἐὰν αὐτὸς αὐτοὺς ἐπαινῶν ἐπιδειχθῇ. πῶς οὖν ἄν τις περιφανέστερον ἢ λαμπρότερον τοὺς ἄνδρας ἐπῄνεσεν ἢ ὡς οὗτος τὸν ἐπιτάφιον λόγον αὐτοῖς ποιήσας; ἐν ᾧ καὶ τοῖς ἄλλοις προξενεῖν φησι καὶ προμνᾶσθαι, εἰς ᾠδάς τε καὶ τὴν ἄλλην ποίησιν θεῖναι, κοσμήσαντας ἀξίως τῶν πραξάντων, λέγω δὴ τὰ τούτων ἔργα.1 τοῦτο γάρ ἐστι τὸ χαριέστατον, ὅτι καὶ πάντα τἄλλα παρεὶς καὶ παριδὼν ἐπʼ αὐτὰ τὰ τούτων ἴδια καὶ τὴν τούτων πολιτείαν ἐλήλυθεν, ὡς μάλιστα ἐκ τούτων ἐμφανιῶν τὴν τῶν τετελευτηκότων ἀρετὴν, μέγιστον μὲν θεὶς ἁπάντων τῶν ἔργων τὸ Μαραθῶνι, δεύτερον δὲ τὸ Σαλαμῖνι, κεφάλαιον δʼ ἐπιθεὶς ὡς τοῖς βαρβάροις ἐπέδειξαν ὅτι πᾶς πλοῦτος καὶ δύναμις ἀρετῇ ὑπείκει. οὐκοῦν ὅτε τοὺς ταῦτα βουλευσαμένους καὶ πράξαντας ἐπαινεῖ, τὸν Θεμιστοκλέα καὶ τὸν Μιλτιάδην ἐπαινεῖ. οὗτοι γὰρ ἦσαν οἱ τούτων ἡγούμενοι. καίτοι πῶς οὐκ ἄτοπον ὧν τὰ ἔργα κοσμεῖ, τούτων τὴν πολιτείαν φαυλίζειν, καὶ ἃ τῆς τῶν πεισθέντων ἀρετῆς τίθεται δείγματα, ταῦτα μὴ τῆς τῶν πεισάντων πρῶτον ὑπάρχειν ἡγεῖσθαι; καὶ γὰρ ὅσοι μὲν ὑπὸ τῆς βουλῆς αἱρεθέντες ἐπὶ τοῦ πλήθους τοὺς ἐπιταφίους τούτους διεξέρχονται ἔχουσιν ἴσως ἀποφυγὴν ὡς ἐξ ἀνάγκης ἐκόσμησαν καὶ οὐκ ἄν τις πρᾶγμα ποιοῖτο τοὺς λόγους αὐτῶν· ὅστις δʼ ἐξεπίτηδες καὶ καθʼ ἑαυτὸν ἐποίησε περὶ αὐτῶν, εὔδηλον ὡς οὐκ ἂν, εἰ μὴ καὶ αὐτοὺς ἀξίους λόγου καὶ τὰ ἔργα ἡγοῖτο.2 οὐ γὰρ κολακεύων γε Ἀθηναίους ταῦτα εἰρηκέναι φησὶν, οὐδʼ ἂν αὐτὸς λέγῃ πιστεύσομεν ἡμεῖς. εἰ γὰρ αὖ λόγου χάριν καὶ δύναμιν δεικνὺς ἐνεχείρησε, πῶς ἔνεστιν αὐτῷ ῥητορικὴν ψέγειν ἐν ᾗ ταυτὸν ἦν; περὶ μὲν τοίνυν τούτων τῶν ἀνδρῶν οὕτω μεμαρτύρηκεν, ὅτι οὐ πρὸς τὸ χείριστον ἦγον τοὺς πολίτας, οὐδὲ τὰς ἐπιθυμίας αὐτῶν διετέλουν ἀποπληροῦντες, ἀλλὰ τοιούτων ἔργων ἡγεμόνες αὐτοῖς ἐγένοντο, ἃ καὶ Πλάτων οὐκ ἂν αἰσχυνθείη κοσμῶν, καὶ προστιθεὶς ἀρετὴν τοῖς εἰργασμένοις· οὐχ ὡς κατὰ Μίθαικον τὸν ὀψοποιὸν καὶ Θεαρίωνα τὸν ἀρτοποιὸν τὴν φύσιν γενομένων, ἀλλʼ ὡς χαλεπὸν τοῖς ἄλλοις καὶ εἰπεῖν πρεπόντως περὶ αὐτῶν. εἰς δὲ τὸν καθάπαξ λόγον πῶς αὖ καὶ ποῦ μαρτυρεῖ οὑτοσί; ἐν αὐτῷ Γοργίᾳ τούτῳ ἐν τοῖς Σωκράτους καὶ Καλλικλέους λόγοις. ἐλθὼν γὰρ ἐπʼ αὐτὸ τὸ λῦον τὸν λόγον καὶ φανερᾶς τῆς κρίσεως γενομένης σχίζεται περὶ αὐτὸ, καὶ ὁ μὲν οὕτως ἐρωτᾷ, ὁ δὲ ἀποκρίνεται ἀναμὶξ ὡδὶ πότερόν σοι δοκοῦσι πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες, τούτου στοχαζόμενοι ὅπως οἱ πολῖται ὡς βέλτιστοι ἔσονται διὰ τοὺς αὐτῶν λόγους, ἢ καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι τοῖς πολίταις ὡρμημένοι καὶ ἕνεκα τοῦ ἰδίου τοῦ αὑτῶν ὀλιγωροῦντες τοῦ κοινοῦ ὥσπερ παισὶ προσομιλοῦσι τοῖς δήμοις, χαρίζεσθαι αὐτοῖς πειρώμενοι μόνον· εἰ δέ γε βελτίους ἔσονται ἢ χείρους διὰ ταῦτα οὐδὲν φροντίζουσιν;3 οὐχ ἁπλοῦν ἔτι τοῦτο ἐρωτᾷς. εἰσὶ μὲν γὰρ οἳ κηδόμενοι τῶν πολιτῶν λέγουσιν ἃ λέγουσιν, εἰσὶ δὲ καὶ οἵους σὺ λέγεις. ἐξαρκεῖ. εἰ γὰρ καὶ τοῦτό ἐστι διπλοῦν, τὸ μὲν ἕτερόν που τούτων κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δὲ ἕτερον καλόν. οὐκοῦν καὶ παρʼ ἡμῶν ἐξαρκεῖ. εἰ γάρ ἐστι διπλοῦν καὶ μὴ ἀεὶ μὲν τὰ βέλτιστα λέγουσιν οἱ ῥήτορες, ἔστι δʼ ὅτε καὶ τὰ βέλτιστα, ἢ νὴ Δίʼ οἱ μὲν οὕτως, οἱ δὲ ἐκείνως λέγουσιν, ὁ κολακείαν ὁριζόμενος τὴν ῥητορικὴν εἶναι λόγος ἐν βραχεῖ λύεται. ἔτι τοίνυν σαφέστερον ἐπὶ τελευτῆς τοῦ διαλόγου τὸ πᾶν ἀποκαλύψας ἐκπέφαγκεν· οὐ
倘若表明他自己亦赞颂他们,那么凭借此前所展现的同样巧妙,按其所需随时及日后,他便将成为我们的见证人。那么,有谁能比此人为他们创作葬礼演说时,更显赫、更光彩夺目地赞颂这些人呢?他在其中宣称,自己亦是在为他人作保与引介,劝勉人们将这些人的功业写成颂歌与其他诗篇,以配得上立功者的方式加以颂扬——我指的正是这些人的功勋。因为最妙之处在于,他舍弃并忽略了所有其他事宜,专门着眼于这些人特有的功绩及其治理体制,以便从中最为彰显死难者的美德;他将马拉松战役列为一切功绩中之最伟大者,将萨拉米斯战役列为第二,并立下总论:他们向异邦人证明了,一切财富与权势皆屈服于美德。 因此,当他赞颂策划并成就这些事绩的人时,他便是在赞颂泰米斯托克利与米提亚德。因为这些人正是那些事绩的统领者。然而,一方面赞美其功绩,另一方面却贬低其治理政务,并将自己列为受说服之民众具有美德之证据的事物,不首先认定为属于施加说服之领袖的美德,这岂非荒谬透顶?诚然,那些受议事会遴选而在众人面前发表这些悼词的人,或许尚有借口,托称他们出于被迫而加以辞藻修饰,且无人会把他们的话当真;但凡是特意且自发就他们撰写文章的人,极其显然的是,若非他认为这些人本身及其功绩值得一述,他是断然不会如此作诗为文的。因为他并未自称是为了逢迎雅典人才说出这番言论,且纵使他自己这般说,我们亦断然不会相信。因为倘若反过来讲,他是为了文辞演练并夸示自身才力才着手此举,那么他又凭什么去谴责其中有着同样之事的修辞术呢?因而,关于这几位先贤,他已做出了如是见证:他们并未引导公民走向最恶,亦非一味满足其欲望,而是成为了这等伟业的向导,以致连柏拉图亦不以赞颂它们为耻,并把美德归于立功之人;他们绝非生就厨子米泰库斯或烤面包师傅泰阿里昂之流的天性,而是使其他人哪怕要想得体地论述他们亦绝非易事之人。至于那总括性的论点,此人又是如何以及在何处作证的呢?恰恰是在这篇《高尔吉亚篇》中苏格拉底与卡利克勒斯的对话里。因为当他触及化解整个论题的关键所在且裁断已见分晓之时,他便就此点进行了区分,一方如此发问,另一方则错综交互地如此回答道: “在你看来,演说家们是否始终为了最善之事而发言,旨在通过他们的言论使公民尽可能达到至善;抑或他们亦急于讨好公民,为一己私利而漠视公共利益,宛如对待幼童一般同民众周旋,唯求取悦他们,至于公民是否因此变好或变坏,则根本毫不关心?”——“你所问的已非简单之事了。因为确实有人是因关怀公民才发表言论,但亦确有如你所说的那类人。”——“这就足够了。因为若此事亦是双重的,那么其中一种大概便是谄媚与可耻的蛊惑民意,而另一种则是高尚的。” 因此,对我们而言这亦足够了。因为这若是双重的,演说家们便并非始终只言至善之辞,却亦有时发表至善之言,抑或,凭宙斯起誓,有些人这般言说,另一些人则那般言说,那么将修辞术界定为谄媚的论点便立时瓦解了。况且,在对话篇的末尾,他将整件事更为明确地揭示出来,宣告道:并非……
- 85ἐν ᾧ καὶ τοῖς ἄλλοις προξενεῖν φησι καὶ προμνᾶσθαι, εἰς ᾠδάς τε καὶ τὴν ἄλλην ποίησιν θεῖναι, κοσμήσαντας ἀξίως τῶν πραξάντων, λέγω δὴ τὰ τούτων ἔργα.
此处指柏拉图的《美涅克塞努篇》。不定式 θεῖναι 依附于 προξενεῖν 与 προμνᾶσθαι(作保、撮合/劝勉),表示目的或内容(向其他人引介敦促,使其纳入诗歌)。阳性复数宾格分词 κοσμήσαντας 作 θεῖναι 的逻辑主语,在意义上对应于间接宾语 τοῖς ἄλλοις。插入语 λέγω δὴ τὰ τούτων ἔργα(宾格短语)用以重申并明确受诗歌颂扬的对象正是这些伟人的事迹。
- 85εὔδηλον ὡς οὐκ ἂν, εἰ μὴ καὶ αὐτοὺς ἀξίους λόγου καὶ τὰ ἔργα ἡγοῖτο.
在 οὐκ ἂν 之后省略了与未实现过去事实相符的主节动词(如 ἐποίησεν)。在 ὡς 引导的宾语小句中,条件从句(εἰ μὴ... ἡγοῖτο)的归结从句仅保留 ἄν,谓语动词由于承接前文上下文(ἐποίησε)而略去,为常见省文构造。
- 86πότερόν σοι δοκοῦσι πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες... εἰ δέ γε βελτίους ἔσονται ἢ χείρους διὰ ταῦτα οὐδὲν φροντίζουσιν;
此处直接引自柏拉图《高尔吉亚篇》(502e–503a)。由 πότερον... ἤ...(是……还是……)构成的二者择一直接疑问句。第一肢为 πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν... τούτου στοχαζόμενοι ὅπως(着眼于最善之事,旨在使市民至善);第二肢则由 καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι... ὡρμημένοι 引导,直至末尾的 οὐδὲν φροντίζουσιν(毫不介意),构成鲜明对立。
