← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§83-84

民众教化之限度与对苏格拉底双重标准的批判

作者驳斥了柏拉图因政治家未能彻底使民众从善而全盘否定其价值的论调,以神明亦未能根除人类不义为类比,揭露了对待苏格拉底门徒劣迹与对待国家领袖过失的双重标准,并捍卫了演说家先贤的实际功绩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§83

τύχης καὶ τοῦ μέλλοντος ἄδηλα. ἃ φυγεῖν μὲν δή που ῥᾷον ἢ ὑποστῆναι παντί. τοῦτο δʼ εἰ πάντες ἐν ταῖς ἀνάγκαις λογίσαιντο, οἴχεται τὰ τῶν πόλεων πράγματα. ταῦτʼ ἂν, οἶμαι, φαῖεν, μετρίως, ὡς ἐγᾦμαι, λέγοντες. εἶεν. τί δʼ εἰ βελτίστους μὲν μὴ ἀπέφηναν καθάπαξ Ἀθηναίους, βελτίους δʼ ἔστιν ᾗ; τί δʼ εἰ μείζω καὶ περὶ τούτους καὶ περὶ ἄλλους ἐξήμαρτον ἂν, εἰ μὴ τοῖς ὑπʼ ἐκείνων λόγοις κατείχοντο; ἔπειτα τὸν μὲν ἰατρὸν φῂς λιμῷ ἂν ἀποθανεῖν, εἰ πρὸς τὸν ὀψοποιὸν ἀγωνίζοιτο ἐν παισὶν ἢ τοιούτοις ἀνθρώποις, οἳ μὴ δύνανται γνῶναι τἀληθές· εἰ δὲ Μιλτιάδης καὶ Κίμων καὶ Περικλῆς πρὸς τὸ βέλτιστον ἄγοντες τὰ πράγματα ἔσθʼ ἃ καὶ προσέπταισαν, τοῦτο θαυμάζεις; ἐνθυμοῦμαι δʼ ἔγωγε πῶς ἀνέχεσθαι χρὴ ὅτʼ Ἀλκιβιάδην μὲν καὶ Κριτίαν Σωκράτει συγγενομένους, οἳ τοσαύτας καὶ τηλικαύτας αἰτίας ἐσχήκασι καὶ ὑπὸ τῶν πολλῶν καὶ ὑπὸ τῶν ἐπιεικῶν, ὥστε Κριτίου γε οὐδʼ ἐπινοῆσαι ῥᾴδιον ἐξωλέστερον, ὃς ἐν τριάκοντα τοῖς πονηροτάτοις τῶν Ἑλλήνων πρῶτος ἦν, τούτους μὲν οὔ φασι δεῖν ἐν τεκμηρίῳ ποιεῖσθαι ὅτι Σωκράτης τοὺς νέους διέφθειρεν, οὐδʼ εἶναι τἀκείνων ἁμαρτήματα οὐδʼ ὁτιοῦν πρὸς Σωκράτη τὸν οὐδὲ αὐτὸν ἔξαρνον ὄντα τὸ μὴ οὐ διαλέγεσθαι1 τοῖς νέοις· εἰ δʼ Ἀθηναίων δῆμος ἐν πολλοῖς καὶ μεγάλοις οἷς καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ τῶν Ἑλλήνων διεχείρισεν ἔσθʼ ἃ μὲν ὀρθῶς καὶ προσηκόντως ἐβουλεύσατο, ἔστι δὲ ἃ καὶ ἐξήμαρτεν εἰς τοὺς προεστηκότας, ταῦτʼ ἀξιοῦσιν αὐτοῖς τοῖς προστάταις λογίζεσθαι. καὶ Λεσβίους μὲν Τέρπανδρος οὐχ οἷός τʼ ἐγένετο πάντας ποιῆσαι μουσικοὺς, οὐδʼ Ἀρίων, οὐδʼ εἴ τις ἄλλος ἐν Λέσβῳ μουσικὴν ἐποιήσατο· εἰ δὲ Θεμιστοκλῆς καὶ Περικλῆς μὴ καθάπαξ ἐπαίδευσαν Ἀθηναίους τὴν πολιτικὴν ἀρετὴν, τοῦτʼ ἐκείνους, ὡς ἔοικεν, ἐλέγχει τοῦ μηδενὸς ἀξίους ὄντας, ὥσπερ ἂν εἴ τις2 καὶ θεῶν κατηγοροίη τοῖς αὐτοῖς λόγοις, ὅτι χρῆν αὐτῶν τὴν πρόνοιαν εἶναι τοιαύτην ὥστʼ ἀδικίαν καὶ ἀγνωμοσύνην ἀνελεῖν παντάπασιν ἐξ ἀνθρώπων καὶ μηδὲν ἁμαρτάνειν μηδένας ἀνθρώπων μηδαμῆ. νῦν δὲ πῶς ἢ προνοεῖν αὐτοὺς χρὴ νομίζειν, ὅταν μὴ παύωνται πλημμελοῦντες ὧν ἄρχουσιν3 ἢ μὴ δικαίως ὑπʼ ἐνίων ἀμελεῖσθαι; οὔκουν οἵ γʼ ἵπποι τοὺς μὲν οὐδεπώποθʼ ἁψαμένους αὐτῶν γνωρίζουσι προσβλέποντες, τοὺς δʼ ἐφεστῶτας μισοῦσι καὶ φεύγουσιν· ἀλλὰ τοῦτό γε καὶ τοῖς ὄνοις ἀπέδωκεν ἡ παροιμία, τὸν ξύοντα ἀντιξύειν· ἄνθρωποι δʼ ἄρα ὑπὸ θεῶν ἀγόμενοι θεοὺς οὐ νομίζουσιν, ἢ περὶ αὐτούς τι φαῦλον τοὺς θεοὺς λέγουσι καὶ πράττουσι. καὶ ὁ μὲν ἡνίοχος παραλαβὼν λακτίζοντας τοὺς ἵππους πραΰνει καὶ τιθασεύει καὶ τελευτῶν ἐπʼ αὐτῶν ἀσφαλῶς καὶ κατὰ πολλὴν ῥᾳστώνην εἶσιν ὅποι βούλεται· οἱ θεοὶ δὲ οὔπω καὶ νῦν ἐξῃρήκασιν ἐξ ἀνθρώπων ἀδικίαν ἐκ τοσούτου, καὶ ταῦτα ἐκ τοῦ παντὸς αἰῶνος πολιτευόμενοι, καὶ προσέτι εἰς ἑαυτοὺς ἁμαρτάνοντας ὁρῶντες ἔστιν οὓς αὐτῶν. ἀλλὰ μὴν ὅτε ταῦτα οὐδʼ ἂν εἷς ὑγιαίνων εἴποι σπουδῇ πλὴν ὡς ἡμεῖς νῦν εἰς ἔλεγχον λόγου, πῶς οὐ κομιδῆ Πλάτων συκοφαντεῖ; εἰ γὰρ ἃ μηδʼ οἱ θεοὶ πώποτε πεποιήκασι, μηδὲ παρʼ αὐτῆς τῆς Ἀθηνᾶς τῆς πολιάδος εἶχεν ἀπαιτῆσαι, ταῦτα παρὰ Θεμιστοκλέους καὶ Περικλέους ἀπαιτεῖ, αὐτὸν ἐρωτῶ πῶς οὐ συκοφαντεῖ. ἀλλʼ οἶμαι τὴν μὲν τοῦ δήμου φύσιν οὐκ ἠδυνήθησαν μεταποιῆσαι οὐδʼ ἀφανίσαι· ἔστι δʼ αὕτη μηδέποτε γενέσθαι πάντα χρηστὸν μηδʼ ἀναμάρτητον· ὅσα δʼ ἢ κινδυνεύοντας ἔδει προνοήσασθαι, ἐν οἷς ἅμα καὶ τῶν πολλῶν καὶ τῶν ἐπιεικῶν ἦν εὐεργέτας εἶναι, ἢ κατʼ ἐξουσίαν πράττοντας ἀπάγειν ἀπὸ τῶν δυσχερεστάτων ἀεὶ καὶ ὡς ἐλάχιστον τρέπειν τὰ τῆς φύσεως ἁμαρτήματα, ταῦτʼ οὐκ ἔστιν ὅπως οὐ4 παρὰ τούτοις ὄντα φανήσεται, καὶ ταῦτα πρὸς τῷ λόγῳ τῷ παρʼ ἡμῶν καὶ ταῖς ἀποδείξεσι Πλάτων αὐτὸς ἐπισφραγίζεται καὶ ἔστιν ἡμῖν κἀνταῦθα

更不怕命运与未来的诸般变幻莫测。避开这些事,对任何人而言固然都比承受它们更为容易;但若人人都在危难之际这般盘算,城邦的事业便荡然无存了。我想,他们若说出这番话来,在我看来是极为合情合理的。且罢!即便他们未能一举将雅典人变为最善之人,难道在某些方面不曾使其有所改善么?若非受到那些先贤言论的约束,雅典人对于这些人以及其他人,难道不会犯下更大的过错么?况且,你曾说医生若在孩童或无法辨识真理之类的人当中同厨子相争,必会饿死;那么,若米提亚德、客蒙与伯里克利在引领国事趋向最善之时亦偶有失足,难道你竟对此感到诧异么? 我个人深思的是,何以应当容忍这样一种情形:一方面,阿尔基比亚德与克里提阿斯曾与苏格拉底交往,这两人招致了民众与体面人士如此众多且重大的指责,以致关于克里提阿斯,甚至很难想象还有比他更万恶不赦之人——他在希腊人中最邪恶的“三十僭主”中位居首领——人们却说决不可将这些人作为苏格拉底败坏青年的证据,且两人的过错与苏格拉底毫无干系,而苏格拉底自己甚至也未曾否认同青年交谈;但另一方面,雅典民众在为自身及希腊全境所处理的诸多重大事务中,虽然在某些事上谋划得当且合宜,但对自己的领袖也确实犯下过某些过错,人们却执意要将这些过错归咎于领袖们自身!再者,泰尔潘德未能使所有莱斯博斯人都通晓音乐,阿里翁未能做到,莱斯博斯岛上任何其他从事音乐之人亦未曾做到;但若泰米斯托克利与伯里克利未能一举将雅典人彻底培育出政治美德,这看来就证明了他们一文不值。这就好比有人用同样的论据去控告神明,声称神明的护佑本应当彻底根除人类之中的不义与愚昧,使世上绝无任何人以任何方式犯下任何过失。然而依现状而言,当神明所统治的人不断犯下罪愆时,究竟该如何认为神明是在进行护佑,抑或认为神明是遭到某些人不公正的怠慢呢?马匹尚且不会一方面注视并认出从未触碰过它们的人,另一方面却仇视并逃避管辖它们的人;相反,谚语甚至将“替搔痒者回搔”这一点赋予了驴子;然而受神明引导的人类,却竟然不承认神明,甚至针对神明本身说出并做出卑劣之事!御者接手踢跳的烈马尚能加以抚慰训育,最终安然自如地乘之驾驭到任何想去之处;神明在如此漫长的岁月之后,不仅自永恒以来就在治理,而且眼见凡人中有人冒犯神明自身,至今却仍未从人类中除尽不义!然而,既然任何头脑清醒之人在正经场合下都不会说出这等言语——除非像我们如今这样为了驳斥论点——那么柏拉图岂不是完全在构陷诬告么?因为,倘若连神明亦未曾做到的事、连从守护神雅典娜自身那里都无法苛求之事,他却向泰米斯托克利与伯里克利苛求,我倒要问他,这难道还不是构陷么?其实依我看,他们不过是未能改造或抹灭民众的天性罢了——而这种天性便是绝不会完全变得善良或不犯过失;但凡是在临危之际所应当未雨绸缪之事——在这些事上本可同时成为广大群众与体面人士的恩人——抑或在执掌权柄时引导民众远离最险恶之境遇、并将天性的过失削减至最低程度之事,这些功绩毫无疑问必当显见属于他们;而这些,除了有我们的论辩与证明之外,柏拉图自己亦印证不爽,由此我们在这里亦能……

语法注4 条
  1. 83τὸ μὴ οὐ διαλέγεσθαι

    由于表示否认的形容词 ἔξαρνος(ἔξαρνον ὄντα)前有否定词 οὐδέ,在否定否定句中,带定冠词的不定式(τὸ διαλέγεσθαι)依规则加上 μὴ οὐ,意为“自己亦未曾否认同青年交谈”。

  2. 83ὥσπερ ἂν εἴ τις

    ὥσπερ ἂν εἰ 是引出假设性比喻的惯用省略结构(“就如同某人若是……”),后接希求法 κατηγοροίη,表示一种荒谬的假设性指责。

  3. 84ὧν ἄρχουσιν

    关系代词 ὧν 省略了先行词(如 ἐκείνων),由动词 ἄρχουσιν 支配属格,整体作为分词 πλημμελοῦντες 的主语,意为“当他们所统治的人不断犯下过失时”。

  4. 84οὐκ ἔστιν ὅπως οὐ

    成语结构 οὐκ ἔστιν ὅπως οὐ(“绝不可能不……”、“必定……”)作强烈的肯定强调,修饰动词 φανήσεται,表示“这些功绩毫无疑问必当显见属于他们”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:83-84