← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§81-82

依致狄翁书简的标准称颂四位政治家

阿里斯提德斯指出,若按照柏拉图在致狄翁同伴信中所用的标准,四位雅典政治家本应获得至高荣耀;他进一步揭露了柏拉图一方面将修辞术斥为阿谀、另一方面却将政治家的厄运归咎于其德行的自相矛盾与自身政治上的无所作为。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§81

πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φιλονεικίαν πάντως πάντα ἀπολέσῃ, βαρβάροις ἐπίχαρτος γενόμενος. εἰ τοίνυν καὶ τοιαῦτα γέρα τοὺς τῶν ἠλευθερωκότων τὴν πόλιν ἐκγόνους λαμβάνειν εἰκὸς, ὥστʼ αὐτοὺς γίγνεσθαι δυνάστας καὶ βασιλέας ἀντὶ τῶν προτέρων ἐκείνων, ἦ που τούς γε αὐτοὺς ἐλευθερώσαντας ἅπαν τὸ τῶν Ἑλλήνων γένος οὐχὶ δίκαιον πρὸς τῷ μηδενὸς πλείονος ἀξιοῦν μηδʼ ἐλευθέρους τὸ κοινὸν ἐᾶν εἶναι δοκεῖν. εἰ δὲ δὴ καὶ τὸν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου δίκαιον βασιλέα ποιεῖσθαι, ἐὰν ἐθελήσῃ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους ἐλεῆσαι, καὶ ὅπως μὴ διὰ φιλονεικίαν πάντως πάντα ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος, τούς γε οὐ μετὰ πολεμίων ταξαμένους, ἀλλὰ πρὸς τοὺς ἐξ ἁπάσης γῆς πολεμίους ἀντιταξαμένους, ποῦ θήσομεν, οἳ πρὸς τῇ σφετέρᾳ πατρίδι καὶ ἄλλοις πολλοῖς ὤρθωσαν τὰς πατρίδας, καὶ ἱερὰ καὶ τάφους διετήρησαν, καὶ οὔτε αὐτῶν οὐδεὶς βαρβάροις ἐπίχαρτος ἐγένετο οὔθʼ ἡ Ἑλλὰς διʼ αὐτούς; ἆρά γε φαῦλα ἢ φαύλης χάριτος ταῦτʼ ἄξια τοῖς ἀνδράσιν; εἶθʼ οὓς, εἰ δεῖ πείθεσθαι τοῖς Πλάτωνος λόγοις, τιμῶν ἀξιοῦν δεῖ καὶ πολὺ μειζόνων ἢ κατὰ τὰς συνήθεις, τούτους τοῖς Πλάτωνος λόγοις πεισθέντες κόλακας καὶ διακόνους καὶ τοῦ μηδενὸς ἀξίους προσεροῦμεν; οὐ μέντἂν δίκαια ποιοῖμεν. τὸ δὲ πάντων ἀτοπώτατον, ὅτι1 χρῆται μὲν τούτοις ἐν ἐλέγχῳ τοῦ κολακείαν εἶναι τὴν ῥητορικὴν, ὡς δὴ τούτους ὄντας ῥήτορας, πάλιν δʼ αὐτὸς αὐτοὺς ἀφίησι τῆς κολακείας. οὔκουν φησί γʼ αὐτοὺς ταύτῃ χρῆσθαι ἐν οἷς περὶ ὧν ἔπαθον λέγει.2 κἀν τούτοις οὖν ἀνάγκη θάτερον ἐψεῦσθαι. εἰ μὲν γὰρ ἡ ῥητορικὴ κολακεία, πάντως κόλακας δεῖ τούτους εἶναι, ῥήτοράς γε ὄντας, ὥς φησιν· εἰ δὲ οὐδὲν οὗτοι κολακείᾳ προσήκουσι, ποῦ ῥητορικὴ κολακεία διὰ τούτους ἢ τί τούτων ἔδει τῶν παραδειγμάτων; ᾤμην δὲ οὐδὲ τοῦτο τῶν δικαίων εἶναι, τὰς προαιρέσεις τὰς ἐκείνων ἐξετάζοντας τὰς συμφορὰς αἷς ἐχρήσαντο ὑπολογίζεσθαι. οὐ γὰρ εἰ μὴ κατὰ νοῦν ἀπήλλαξαν, φαῦλοι γεγόνασιν, ἀλλʼ εἰ μὴ τὰ βέλτιστα ἐβουλεύοντο τοῖς πράγμασιν. ἐκεῖνο μὲν γάρ ἐστι τῆς τύχης κατηγορεῖν, τοῦτο δὲ τὴν γνώμην ἐλέγχειν. φέρε γὰρ σὺ πρὸς τὸ βέλτιστον, ὦ Πλάτων, προύστης Ἀθηναίων ἤ τινος ἄλλου δήμου τῶν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις; ἐκείνων φαίη τις ἂν ἡδέως.3 οὐκ ἔχοις ἂν εἰπεῖν· οὐδὲ γὰρ προύστης ὅλως. τί δὲ ὁ σὸς διδάσκαλος καὶ ἑταῖρος Σωκράτης; οὐδʼ οὗτος. τί δὲ Σπεύσιππος ἢ Χαιρεφῶν; οὐκ ἂν φαίης. πότερον οὖν ἔστι δῆμον καθάπαξ ἀποφῆναι χρηστὸν καὶ ἄμεμπτον καὶ δίκαιον, ἢ τοῦτο μὲν οὐδʼ ἐπʼ ἀνδρὸς οἷόν τε διισχυρίζεσθαι; καὶ μὴν εἰ μὲν ἐγχωρεῖ, τί παθὼν οὐκ ἀπέδειξας αὐτὸς, οὐδʼ ἐπʼ αὐτῶν τῶν πραγμάτων ἐφάνης βελτίων πολίτης ἡμῶν; εἰ δʼ ἀμήχανόν ἐστι, τί προφέρεις ἡμῖν εἴ τι καὶ προσεκρούσαμεν, φαῖεν ἂν αὖθις ἐκεῖνοι, καὶ τί τῶν ἀδυνάτων αἰτεῖς εὐθύνας; τοσούτῳ γὰρ ἡμεῖς λυσιτελέστεροι σοῦ τῷ δήμῳ γεγόναμεν ὅσῳ σὺ μὲν οὔτε χεῖρον οὔτε βέλτιον οὐδὲν οὔτʼ εἶπας οὔτʼ ἔπραξας, ἀλλʼ ἀπώκνησας ἁπλῶς, ἡμεῖς δʼ ὅσον ἧκεν ἐφʼ ἡμᾶς οὐ καθυφείκαμεν, ἀλλʼ ὥσπερ χρημάτων εἰσφορὰν πλήρη τὴν ἀπὸ τῶν λογισμῶν καὶ τῶν λόγων παρεσχόμεθα τῇ πατρίδι, καὶ οὔτε πλῆθος τῶν τἀναντία ἐρούντων ὠκνήσαμεν οὔτʼ ἰσχὺν πλουσίων κατεδείσαμεν, οἷς ἀναγκαῖον ἦν τὸν ὑπὲρ τῶν κοινῶν πράττοντα προσκρούειν, οὔτε δικαστὰς οὔτε κινδύνους οὔτε τοὺς οἴκοι οὔτε τοὺς ἔξω πρὸς τοὺς πολεμίους οὔθʼ ὅλως τὰ τῆς

……怜悯祖国、神庙的荒废与墓地,以免因争强好胜而彻底毁灭一切,沦为异族人的笑柄。 因此,若是解放城邦之人的后嗣理应获得这般的特权,以致取代先前的那些统治者而亲自成为首领与君王,那么对于亲自解放了全体希腊民族的那些先贤,除了不认为他们配得任何更大的荣耀之外,甚至连在公众眼中被视作自由人都不予许可,这岂不是完全不正义的么?再者,如果说敌军的统帅若愿意怜悯祖国、神庙的荒废与墓地,并谨防因争强好胜而彻底毁灭一切以致沦为异族人的笑柄,将他立为君王尚属合情合理;那么对于那些未曾与敌为伍、反而挺身迎击来自全地的仇敌之人,我们又该将他们置于何地呢?他们不仅振兴了自己的祖国,更扶持了许多其他城邦的祖国,保全了圣所与墓地,他们当中既无一人沦为异族人的笑柄,希腊亦未曾因他们蒙受耻辱。难道这些功业是微不足道的,或是只配让这些先贤得到微薄的感激么?既然若听从柏拉图的言论,本应当认为他们配得荣耀,甚至远超寻常规格的崇高荣耀;难道我们反倒受柏拉图言论的怂恿,称这些人是谄媚者、卑劣的仆从与一文不值之徒么?那我们绝非行事公允。 然而万事中最荒唐者莫过于:他一方面在论证修辞术是阿谀时利用这些人,就仿佛他们果真是修辞家一般;另一方面他自己又免除了他们的阿谀之罪。至少,在他论及他们所遭受的境遇之处,他明确断言他们未曾施展过这般阿谀。因此在这些事上,两端必有一端为伪。因为修辞术若是阿谀,既然如他所说这些人是修辞家,他们就断然必定是阿谀者;但若他们与阿谀毫无瓜葛,修辞术又何以因他们而被定为阿谀,或者引入这些例证又有何必要?此外,我认为在考察他们的志向时把他们所遭遇的厄运计算在内,同样不是正义之举。因为并非只要他们未按心愿善终便成了恶劣之徒,只有当他们未能为国事谋划最善之策时才是如此;前者是对命运的指责,而后者才是对见识的审视。“且问柏拉图,你可曾为了追求最善而做过雅典人或希腊与异族中任何其他民众的领袖么?”——他们当中的某人想必乐于这般发问——“你绝说不出这样的话,因为你根本未曾担任过领袖。那么你的老师兼同伴苏格拉底呢?他也未曾。斯珀西波斯或凯勒丰呢?你也不会说是。那么,究竟是有可能将整个民众一举变为良善、无可指摘与正义之民,还是说就连对个别人而言这也绝非能够断言之事?然而,如果这当真是可行的,你究竟遭了什么变故而未能亲自展示出来,亦未曾在实际事务中显出是比我们更优秀的公民?但如果这是绝无可能的,你为何在我们偶有挫折时怪罪我们,”那些先贤想必会再次说道,“又为何要对不可为之事问责呢?我们在对民众的有益上超越你不知多少倍,因为你无论好坏既未说过一语亦未做过一事,仅仅是退避三舍;而我们只要在力所能及的范围之内就绝不懈怠,而是从我们的思虑与言辞中向祖国奉献了一笔完备的捐献,正如财产的捐输一般。我们既未因反对者的众多而退缩,亦未畏惧富人的权势——为公益操劳之人与这些人发生冲突乃是势所必然——我们既不惧怕审判官,亦不惧怕危险,既不怕国内的〔危险〕,也不怕国外对抗敌人的〔危险〕,更不怕一切……”

语法注3 条
  1. 81τὸ δὲ πάντων ἀτοπώτατον, ὅτι

    独立的主格或宾格同位短语(“最荒谬者莫过于……”),直接引导并概括随后的 ὅτι 从句。此为不用系动词而用于突出论辩核心矛盾的惯用修辞句式。

  2. 81οὔκουν φησί γʼ αὐτοὺς ταύτῃ χρῆσθαι ἐν οἷς περὶ ὧν ἔπαθον λέγει

    重叠关系从句结构:介词短语 ἐν οἷς(“在……之处”)内,进一步嵌套了含有关系词吸引的短语 περὶ ὧν ἔπαθον(“关于他们所遭受的境遇”,ὧν 吸引自 τούτων ἃ)。此处直指柏拉图在《高尔吉亚篇》中借四位政治家的流放与遭遇进行论证时的逻辑破绽。

  3. 82ἐκείνων φαίη τις ἂν ἡδέως

    超前语序(hyperbaton),部分格属格 ἐκείνων(“那些先贤当中的”)被前置至句首,修饰其后的不定代名词 τις(“某人”)。此处以插入语的形式引出假想论辩者(四位雅典先贤)的驳斥:“他们当中的某人想必乐于这样说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:81-82