- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:79-80
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里斯提德论证四位领袖既未谄媚波斯王亦未迎合民众,而是以德行拯救了希腊;并引用柏拉图《第七封信》中狄翁的演说,以此证明柏拉图的指控自相矛盾。
ἐκολακεύσαμεν οὐδετέρους, οὔτε τὸν βασιλέα διʼ οὐδέτερον τούτων, ἢ φόβον, ἢ κέρδους ἐλπίδα, οὔτʼ αὖ τὸν δῆμον τῶν Ἀθηναίων. οὐ γὰρ ἦν, εἰ κολακεύειν ἐβουλόμεθα, αὐτοὺς σῶσαι, οὐδʼ ὅπως τι πρὸς ἡδονὴν ἀκούσονται παρεδίδου τόθʼ ὁ καιρὸς, ἀλλὰ τοσοῦτον ἀπείχομεν τοῦ κόλακες τοῦ πλήθους εἶναι ὥστʼ οὐδὲ βουλομένοις ἡμῖν κολακεύειν ἐνῆν.1 ἀλλʼ οὔτε προῃρούμεθα οὔτʼ ἦν δυνατὸν οὔθʼ οὕτω τὴν Ἑλλάδα ἐσώσαμεν χαριζόμενοι καὶ ψυχαγωγοῦντες, ὥσπερ ὧν σὺ μέμνησαι τῶν κιθαρῳδῶν, ἀλλʼ ἐπεγείροντες, διδάσκοντες, αὐτοὶ παράδειγμα τοῖς ἄλλοις γιγνόμενοι τοῦ πῶς δεῖ καρτερεῖν ἐν αὐτοῖς τοῖς δεινοῖς καὶ ταῖς ἀκμαῖς τῶν κινδύνων, τὴν ἡμετέραν αὐτῶν, εἰ συγχωρεῖς εἰπεῖν, ἀρετὴν ἐπιδεικνύμενοι. τί οὖν ἡμῖν προφέρεις κολακείαν καὶ διακονίαν, καὶ τοὺς ἰδίᾳ τροφεῖα μὴ ἐκτίνοντας φαύλους ἂν εἶναι συμφήσας αὐτὸς ἡμῖν οὐ καλὴν χάριν ἐκτίνεις τῆς κοινῆς τῶν Ἑλλήνων σωτηρίας καὶ τροφῆς, ἣν σύ τε καὶ οἱ ἄλλοι διʼ ἡμᾶς ἐν ἐλευθερίᾳ τέθραφθε; εἰ ταῦτα λέγοιεν οἱ ἄνδρες, ποίους λαβυρίνθους σοφίας ἀνελίττων ἢ τί λέγων τῶν πάντων οἷός τε γένοιτʼ ἂν ἀντειπεῖν; πᾶσι τοίνυν προτέροις ἐστὶ λόγος πρὸς ταῦτα ἢ Πλάτωνι.2 διὰ τί; ὅτι ἐν αὐτοῖς τούτοις ἃ πρὸς τοὺς Δίωνος γέγραφεν ἑταίρους καὶ ἐν οἷς ὁ Δίων αὐτῷ τετελευτηκὼς ὑπόκειται λέγων ὡς ἔμπνους ἔνεστι ταυτὶ δεξάμενοι δὲ τοὺς τοιούτους νόμους, ἐπειδὴ κατέχει κίνδυνος Σικελίαν, καὶ οὔτε κρατεῖτε ἱκανῶς οὔτʼ αὖ διαφερόντως κρατεῖσθε, δίκαιον ἂν ἴσως καὶ συμφέρον γένοιτο ἡμῖν πᾶσι μέσον τεμεῖν τοῖς τε φεύγουσι τῆς ἀρχῆς τὴν χαλεπότητα ὑμῖν καὶ τοῖς τῆς ἀρχῆς πάλιν ἐρῶσι τυχεῖν· ὧν οἱ πρόγονοι τὸ μέγιστον ἔσωσαν ἀπὸ βαρβάρων τοὺς Ἕλληνας, ὥστʼ ἐξεῖναι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους· ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτʼ ἐλπὶς ἐλείπετʼ ἂν οὐδαμῆ οὐδαμῶς.3 ἡμῶν δέ γε οὐχ οἱ πρόγονοι, φαῖεν ἂν, ἀλλʼ ἡμεῖς αὐτοὶ τοῖς ἡμετέροις αὐτῶν ἔργοις καὶ βουλεύμασι καὶ λόγοις ἀπὸ τῶν βαρβάρων τοὺς Ἕλληνας ἐσώσαμεν, οὐ τὸ ἐν Σικελίᾳ κατοικοῦν μέρος αὐτῶν, ἀλλὰ τοὺς σύμπαντας καὶ τοὺς τῆς ἁπάσης οἰκουμένης τὸ ἕτερον μέρος νομισθέντας, ἐξ οὗ τότε τοῖς βαρβάροις ἀντάραντες ἐώσαντο, ὥστʼ ἐξεῖναί σοι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους, καὶ περὶ αὐτῶν ἡμῶν, ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτʼ ἐλπὶς ἐλείπετʼ ἂν οὐδαμῆ οὐδαμῶς. νῦν οὖν φησὶν ὁ Δίων τοῖς μὲν ἐλευθερία γιγνέσθω μετὰ βασιλικῆς ἀρχῆς, τοῖς δὲ ἀρχὴ ὑπεύθυνος βασιλικὴ, δεσποζόντων νόμων τῶν τε ἄλλων πολιτῶν καὶ τῶν βασιλέων αὐτῶν, ἄν τι παράνομον πράττωσιν. ἐπὶ δὲ τούτοις ξύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ θεῶν βασιλέα στήσασθε, πρῶτον μὲν τὸν ἐμὸν υἱὸν χαρίτων ἕνεκα διττῶν, τῆς τε παρʼ ἐμοῦ καὶ τῆς παρὰ τοῦ ἐμοῦ πατρός· ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δὶς, ὧν αὐτοὶ μάρτυρες ὑμεῖς γεγόνατε. δεύτερον δὲ δὴ ποιεῖσθε βασιλέα τὸν τῷ μὲν ἐμῷ πατρὶ ταυτὸν κεκτημένον ὄνομα, υἱὸν δὲ Διονυσίου, χάριν τῆς τε δὴ νῦν βοηθείας καὶ ὁσίου τρόπου· ὃς γενόμενος τυράννου πατρὸς ἑκὼν τὴν πόλιν ἐλευθεροῖ, τιμὴν αὑτῷ καὶ γένει ἀΐδιον ἀντὶ τυραννίδος ἐφημέρου καὶ ἀδίκου κτώμενος. τρίτον δὲ προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσῶν, ἑκόντα ἑκούσης τῆς πόλεως, τὸν νῦν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου, Διονύσιον τὸν Διονυσίου, ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι, δεδιὼς μὲν τὰς τύχας, ἐλεῶν δὲ
我们未曾阿谀奉承这两者中的任何一方——对于波斯大王,我们既非出于恐惧,亦非出于对利益的贪图这两个动机之一;对于雅典的民众,我们同样未曾谄媚。因为即便我们想去谄媚,也绝无可能救全他们;当时的危机也根本容不得他们去听取什么悦耳之言。相反,我们离作为大众的谄媚者相去甚远,以至于即使我们想要谄媚也绝无可能。然而,我们既不愿如此,也绝不可能如此,更不是像你所提及的那些琴歌艺人那样,靠逢迎和蛊惑来拯救希腊;而是通过唤醒他们、教导他们,在万分凶险之中和危难的巅峰之际,亲自为众人树立应当如何坚忍的榜样,并且——如果你容许我们这样说的话——彰显出我们自己的美德。那么,你为何要指摘我们阿谀与卑屈之役?你既然同意那些在私下不报答养育之恩的人是卑劣之徒,你自己对于全希腊人共同的拯救与养育——正是由于我们,你和其他人才得以在自由中长大成人——岂非未能向我们偿还美好的感恩么?” 倘若这几位先贤说出这番话,他即便解开怎样智慧的迷宫,或者纵览天下万象能说出什么话,才能予以反驳呢?因此,除柏拉图之外的任何人面对这些都有置喙的资格。为什么呢?因为正是在他写给狄翁同伴们的书信中,在死去的狄翁被他设想为如同活着一般说话的篇章里,包含着如下的言辞: “接受了这样的法律之后,既然危难正笼罩着西西里,你们既未能充分克敌,另一方面也未曾一败涂地,那么对于试图摆脱统治之苛酷的你们,以及反过来渴望获得统治权的人们,择取中道或许对我们大家都是公正且有益的。这些人的先祖做出了最伟大的功业,将希腊人从异族人手中拯救出来,以至于如今人们尚有余力就政体展开讨论;但若是他们在当时覆灭了,无论言论还是希望,都绝不可能以任何方式在任何地方残存。” “而在我们这里,”他们想必会说,“不是我们的先祖,而是我们自己,凭借我们自己的功业、谋划与言论,将希腊人从异族人手中拯救出来;不仅是居住在西西里的那一部分希腊人,而是全体希腊人,即自那时奋起反抗异族人并将其击退以来便被视为整个人居世界另一半的人们,从而使你如今得以就政体、亦就我们自身展开论述;若是当时覆灭了,无论言论还是希望,都绝不可能以任何方式在任何地方残存。” “因此如今,”狄翁说道,“让一方在王权统治下享有自由,让另一方享有须承担问责的王权,若有任何违法之举,法律当统辖其余城民及君王自身。在这一切的基础之上,当以纯全健全的心思,在神明的庇佑下设立君王:首先,因着双重的恩德立我的儿子为王,兼具来自我的与来自我父亲的恩德;因为他在当时把城邦从异族人手中解放出来,而我如今两次从僭主手中予以解放,对此你们自己便是见证人。其次,当立与我父亲同名、身为狄奥尼修斯之子的那一位为王,为了他当下的援助与虔敬的品格;他虽生于僭主父亲,却自愿解放城邦,以此为自己和家族赢得了永恒的荣耀,而非短暂且不正义的僭主之位。第三,应当劝请当下统领敌方军队的狄奥尼修斯之子狄奥尼修斯自愿成为叙拉古之王——在城邦甘愿接纳的前提下自愿为王——只要他愿意自愿转入国王的体制,一方面对命运的无常心怀敬畏,另一方面怜悯……”
- 79ὥστʼ οὐδὲ βουλομένοις ἡμῖν κολακεύειν ἐνῆν
非人称动词 ἔνεστι(未完成过去时 ἐνῆν)与人称代词与格 ἡμῖν 及分词 βουλομένοις 搭配,构成“对于愿意者而言是可能的”句式,意为“即便我们想要谄媚,也是不可能的”。
- 79πᾶσι τοίνυν προτέροις ἐστὶ λόγος πρὸς ταῦτα ἢ Πλάτωνι
形容词 πρότερος 与比较连词 ἤ 结合使用(“相较于柏拉图,所有其他人都有对此反驳的言论”),表达排他性的逻辑,即“天下任何人都比柏拉图更有资格反驳,唯独柏拉图没有”。
- 80ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτʼ ἐλπὶς ἐλείπετʼ ἂν οὐδαμῆ οὐδαμῶς
引自柏拉图《第八封信》(355e)。ἔρρουσι 是动词 ἔρρω(灭亡、毁灭)的现在主动分词与格复数,在此用作虚拟条件分句的等价结构(“若是他们在当时覆灭了”),引出与过去事实相反的非真实结论 ἐλείπετʼ ἄν(“无论言论还是希望都绝不会留存”)。
