- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:77-78
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩者反驳了演说家之间互相对立便会损害修辞术本质的观点,随后着手驳斥柏拉图对雅典四大政治家(米勒提亚德、地米斯托克利、客蒙、伯里克利)的谴责。
ὑποληφθῆναι, τοὺς τῷ λόγῳ πείθειν ἐπιχειροῦντας,1 ἵνα μὴ μάτην ἡ παροιμία τὰς ἐρήμους τρυγᾶν2 ἀγορεύῃ. εἶθʼ ἃ τοῖς ἀδικεῖν ἐπιχειροῦσι λυσιτελεῖ, πῶς ταῦτα συγχωρητέον τοῖς τὰ δίκαια τιμῶσι; πῶς οὖν τἀναντία λέγουσιν ἀλλήλοις οἱ ῥήτορες; —ἔστι μὲν οὐκέτι τοῦτʼ ἐν τοῖς εἰρημένοις ὑπὸ Πλάτωνος, ὅμως δὲ ὑπὲρ τοῦ πανταχῆ διακαθᾶραι τὸν λόγον μηδὲ τοῦθʼ ἡμῖν ἀνεξέταστον ἀφείσθω, καὶ ταῦτʼ ἰσχυρότατον πάντων ὂν σχεδὸν ὡς ἐν ψεύδεσιν ὧν ἐκεῖνος εἴρηκεν.3 —ὅτι, οἶμαι, καὶ ἡμῖν αὐτοῖς ἀπαντῶμεν ἐν τοῖς λόγοις, αὐτὸ τοῦτο ὃ κἀγὼ νῦν πεποίηκα· ἀλλʼ οὐδὲν μᾶλλον ὅ γʼ ἐξ ἀρχῆς λόγος διαφθείρεται, ἐπεὶ καὶ οἱ φιλοσοφεῖν οὕτω λεγόμενοι οὐ τοῖς αὐτοῖς λόγοις ἅπαντες δή που χρῶνται, ἀλλὰ καὶ τοῖς ἐναντιωτάτοις ἀλλήλοις. ἀλλʼ οὐδὲν κωλύει κατὰ τοὺς τυγχάνοντας τῆς ἀληθείας φιλοσοφίαν εἶναι καλὸν, οὐ δή που διπλοῦν ἐστιν οὐδʼ ἐναντίον αὐτὸ ἑαυτῷ. πῶς οὖν ἂν φαίη τις; ἢ φιλοσοφεῖν ἀμφοτέρους φήσομεν τἀναντία λέγοντας; ἢ τὸ φιλοσοφεῖν εἶναι καλὸν οὕτως ὡς ἔφην; ἴδοις δʼ ἂν καὶ κυβερνήτας ἐναντία ἀλλήλοις ναυμαχοῦντας, ἀλλʼ ὅμως τῆς κυβερνητικῆς ἐστι σώζειν τὴν ναῦν. οὕτω τοίνυν καὶ ὅταν οἱ ῥήτορες ἐναντία ἀλλήλοις, ὡς ἄν τις φαίη, λέγωσιν, οὐ κωλύεται τὸ ἐξ ἀρχῆς κεφάλαιον τῆς ῥητορικῆς, ἀλλὰ τὸ συμβαῖνον τῷ λόγῳ χρὴ σκοπεῖν μεμνημένους ὧν ἕνεχʼ εὑρέθη. ὁ μὲν οὖν ὑπὲρ ῥητορικῆς λόγος οὗτος.
使那些试图以言语说服人的人被如此看待,以免谚语徒然说出“在荒野中收获”。那么,那些有利于图谋不轨者的事情,尊崇正义的人又怎能加以认同呢?那么,演说家们为何又彼此各执截然相反之辞呢?——这虽已不再包含于柏拉图所说的那些指控之中,但为了从各个方面彻底厘清论证,我们也绝不可让这一点未经考察便被放过,况且就虚妄之论而言,与他所说的一切相比,这几乎算是最强有力的一点了。——我想,这是因为我们也会在论辩中与我们自己交锋,正如我方才自己所做的那样;但这绝不会因此就毁弃了根本的论旨,因为那些所谓的哲学家,想必也绝非所有人都使用相同的论辩,反而彼此持完全相反的说辞。然而,以那些得达真理之人来看,这丝毫不妨碍哲学是一件美好之事,哲学本身绝非双重之物,亦非自相矛盾。那么人们该怎么说呢?难道我们要说持相反意见的双方都在行哲学,还是如我所言,哲学本身是美好的?你也可以看到舵手们在海战中彼此为敌,但保全船只终究是操舵之术的本分。同样,即便演说家们如有人所言彼此各执对立之说,修辞术的首要要旨也并未受阻,人们应当谨记它是为何而被发明,并审察论辩中所产生的实际结果。关于捍卫修辞术的论辩,大体便如上述。
ἐπεὶ δὲ καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους καθήψατο καὶ Κίμωνος καὶ Περικλέους, οὐ πρὸς τὸ βέλτιστον φάσκων προστῆναι τῆς πόλεως, ἔστι μὲν οὐδὲν ἴσως κατεπεῖγον περὶ τούτων νῦν διαφέρεσθαι. οὗτοι μὲν γὰρ, εἰ δίκαια Πλάτων αὐτῶν κατηγόρηκε, δικαίως ἂν φαῦλοι νομίζοιντο· ῥητορικὴ δʼ, εἰ καὶ πάντων μοχθηροτάτους τούτους θείημεν, οὐδὲν μᾶλλον ἐλέγχεται. συγχωρούντων μὲν οὖν ἡμῶν ὅ γε ὑπὲρ ῥητορικῆς οὐκ ἀπόλωλε λόγος. εἰ δὲ δὴ καὶ περὶ τούτων ἐλέγχοιτο οὐ παντάπασιν εὐγνωμόνως τῷ λόγῳ κεχρημένος, πανταχῆ δειχθήσεται φιλονεικῶν. τοῦτʼ ἔστι προὔργου τὸ καὶ περὶ τούτων εἰπεῖν. φέρε δὴ πρὸς Διὸς, εἴ πως ἀναστάντες ἢ λαβόντες αἴσθησιν, ὥσπερ Πλάτωνι Δίων ὑπόκειται πρὸς Συρακοσίους λέγων, ταυτὶ πρὸς αὐτὸν εἴποιεν, ἡμεῖς, ὦ Πλάτων, ἄλλο μὲν οὐδὲν χρηστὸν τὴν Ἀθηναίων πόλιν εἰργασάμεθα· οὐ γὰρ ἦμεν τῆς σῆς ἀρετῆς καὶ σοφίας ἐπιστήμονες, πάντα δʼ οὐ πᾶσιν οἱ θεοὶ διδόασιν· ἃ δʼ εἰς ἡμᾶς ἧκεν, εὔνοια, προθυμία, πίστις, ἀνδρεία, τὰ τοιαῦτα παρεσχόμεθα, ὥσθʼ ὑπερβολὴν ἑτέρῳ μὴ λιπεῖν, ἐν τοῖς τοιούτοις καιροῖς, ὦ Πλάτων, ἐν οἷς ἦν ἐν μὲν τῷ κρατεῖν ἅμα δόξα καὶ σωτηρία καὶ τὰ ἐκ τῶν εὐχῶν, ἡττηθέντας δὲ μηδʼ εἶναι τὸ παράπαν. λαβόντων δὲ ἡμῶν τούτους τοὺς λογισμοὺς καὶ τῶν θεῶν εὐμενῶς συναιρομένων ἐλευθέρα μὲν ἡ σὴ καὶ ἡμετέρα πατρὶς καὶ σώα καὶ ἀθῶος τῆς τῶν βαρβάρων ὕβρεως καὶ παρανομίας, ἐλευθέρα δὲ καὶ πᾶσα ἡ Ἑλλὰς, ἐξουσία δὲ καὶ σοὶ φιλοσοφεῖν καὶ τοῖς σοῖς ἑταίροις ἐγένετο καὶ πλεῖν ἐλευθέρως ὅποι ἐβούλεσθε καὶ ἔχειν ἡμῶν μνησθῆναι, καὶ ἔπειτα, εὔγνωμον δʼ ἦν, ὡς ἐπὶ τὰ βελτίω.4 ὡς εἰ τότε ἡμεῖς ἀπειπόντες παρεδώκαμεν ἡμᾶς αὐτοὺς τοῖς βαρβάροις ἀμαχητὶ, τίς ἂν ἡμῶν λόγος κατʼ ἀνθρώπους ἐγένετο; ἀλλʼ οὔτε αὐτοὶ τοιοῦτον οὐδὲν ἐπάθομεν οὔτε τοὺς ἄλλους ἠνεσχόμεθα, οὐδʼ
但既然他又抨击了米勒提亚德、地米斯托克利、客蒙和伯里克利,声称他们并非为了城邦的最佳利益而执政,那么此刻就他们展开争辩或许并不迫切。因为对于这些人,倘若柏拉图对他们的指控是公正的,他们理所当然会被视为卑劣之徒;但修辞术本身,纵使我们将这些人视作万民中最败坏者,也绝不会因此而被驳倒。因此,即便我们对此让步,捍卫修辞术的论证也未尝覆灭。然而,若能证明他关于这些人也完全未曾公正心平气和地运用言论,他便会在各方面被证明纯属好胜争胜。因此,就这些人展开论述也是大有益处的。凭宙斯起誓,且设想一下,倘若他们以某种方式死而复生或重获知觉,正如柏拉图在著作中设想狄翁对叙拉古人说话那样,如果他们对他说出如下这番话:“柏拉图啊,对于雅典人的城邦,我们或许未曾立下任何其他功绩——因为我们并不通晓你的美德与智慧,神明也并非把一切赐予所有人——;然而属于我们分内之事,如善意、热忱、忠信、英勇等项,我们都毫无保留地倾囊相授,以至不给后来者留下超越的余地;而且是在那样的关头,柏拉图啊,在胜者拥有荣耀、生全与一应祈愿所求,而败者则根本荡然无存的危急关头。由于我们作出了这些决断,且蒙神明施恩协助,你与我们的祖国得以自由、完好且免受异族人的蹂躏与践踏,全希腊亦得保自由,而你与你的同伴们也才得享从事哲学、自由航行至任何你们想去之处并怀念我们的权能——并且随之而来的,公正地说,本应是朝着更好方向的赞念。因为若在当时我们自暴自弃,不战而将自身降服于异族人,世人之间关于我们还会留下怎样的评说呢?但我们既未曾蒙受任何此类耻辱,也未曾容忍他人如此,亦未……”
- 77ὑποληφθῆναι, τοὺς τῷ λόγῳ πείθειν ἐπιχειροῦντας
承接上一段落末尾的 πόσου ποτʼ ἂν πρίαιντο ἀπιστηθῆναι τὸ τῶν ῥητόρων ἔθνος... καὶ κόλακας καὶ μαγείρων οὐδὲν βελτίους 的宾格加不定式结构。宾格主语 τοὺς τῷ λόγῳ πείθειν ἐπιχειροῦντας 与被动不定式 ὑποληφθῆναι 搭配,表示“试图以言语说服人的人被如此看待”。
- 77τὰς ἐρήμους τρυγᾶν
希腊语谚语习语,直译为“在荒野(无人照管的葡萄园)中采收”。比喻在毫无阻碍、无人抗争或无人看守之处轻取利益或为所欲为。
- 77καὶ ταῦτʼ ἰσχυρότατον πάντων ὂν σχεδὸν ὡς ἐν ψεύδεσιν ὧν ἐκεῖνος εἴρηκεν
καὶ ταῦτα 是搭配分词(此处为中性主格分词 ὂν)的固定习语,意为“况且/而且尽管这是……”。ὡς ἐν ψεύδεσιν 起限制修饰作用,意为“在虚妄之说的范畴内/就虚妄之词而言”。
- 78ἐλευθέρα μὲν ἡ σὴ καὶ ἡμετέρα πατρὶς ... καὶ ἔπειτα, εὔγνωμον δʼ ἦν, ὡς ἐπὶ τὰ βελτίω
前面的平行分句中省略了系词(ἐστίν 或 ἦν),直至 ἐξουσία 处出现限定动词 ἐγένετο。结尾的 καὶ ἔπειτα, εὔγνωμον δʼ ἦν, ὡς ἐπὶ τὰ βελτίω 承接前面的 ἔχειν ἡμῶν μνησθῆναι(记念我们),构成省略表达,意为“而在其后,公正而言,本应是朝着更好方向(去记念我们)”。
