← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§75-76

谄媚与僭主统治的矛盾及修辞术的对立

作者指出柏拉图将修辞术既称为谄媚又等同于僭主统治的自相矛盾,并论证修辞术与僭主制在本质和历史上都是绝对对立的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§75

καταμεμφόμενος καὶ τὰς ἄλλας ἀτοπίας τῆς ἡμέρας ἡγοῖτο κατηγορεῖν. καὶ τοτὲ μὲν κολακείαν εἶναί φησι τὴν ῥητορικὴν, πάλιν δʼ εἰς ταυτὸν τοὺς δυνάστας καὶ τοὺς ῥήτορας τίθησιν, οὐ μόνον οὐδέτερον προσὸν τῇ δυνάμει ταύτῃ λέγων, πρὸς δὲ τῷ μὴ προσεῖναι καὶ παντελῶς ἀλλότριον αὐτῆς, ἀλλὰ καὶ αὐτὰ τὰ ἐναντιώτατα δύο συντιθεὶς ἐγκλήματα.1 πῶς γὰρ ὁμοῦ μὲν κολακεύουσιν οἱ ῥήτορες, ὁμοῦ δʼ ἐν τοῖς δυνάσταις εἰσίν; οἱ μὲν γὰρ κόλακες οἱ μέγιστοι δή που καὶ τελεώτατοι αὐτῶν εἰσὶ τῶν τυράννων πάντη θεραπευταί· εἰσὶ δʼ, οἶμαι, καὶ τῶν τυχόντων τινές· ὥσθʼ ὅπερ δοῦλος πρὸς δεσπότην, τοῦτο κόλαξ πρὸς τύραννον συμβαίνει· οἱ δʼ αὖ τύραννοι τοσοῦτον ἀπέχουσι τοῦ κολακεύειν ὥστε βίᾳ πάντας ὠθοῦσι καὶ οὐδὲ τῶν μετρίων οὐδενός ἐστι παρʼ αὐτῶν τυχεῖν, μή τί γε δὴ τῆς ὑπὲρ τὸ προσῆκον θεραπείας· ὥσθʼ ὁ τύραννος μικροῦ δεῖν καὶ τὸ τοῦ δεσπότου μέτρον παρελήλυθε. κόλακος μὲν γὰρ οὐδέν ἐστι ταπεινότερον οὐδʼ ὅ τι μᾶλλον ᾑρῆσθαι δουλεύειν,2 τυράννου δὲ οὐδὲν ἂν εἴποις ἀγριώτερον οὐδʼ ὅ τι μᾶλλον πρὸς τὸ δεσπόζειν ἐθέλειν ἐστίν. ὥστʼ εἰ μὲν κολακεία ἡ ῥητορικὴ, τὰ τῶν τυράννων ἐγκλήματα οὐ πρὸς αὐτήν ἐστιν, εἰ δʼ ὁμοῦ τῇ τυραννίδι, τὴν κολακείαν μεγάλοις τοῖς ὁρίοις παρελήλυθεν. οὐκοῦν τά γε ἕτερα πάντως ἤδη ψευδῆ. ἐμοὶ μὲν τοίνυν, εἰ καὶ μηδὲν ἔχοιμι χρηστὸν εἰπεῖν περὶ αὐτῆς, ἱκανὸν τοῦτο, εἰ δείκνυμι καὶ οὑτωσὶ μὴ τἀληθῆ λέγοντα· τῷ δὲ, εἰ καὶ θάτερα ὀρθῶς ἐγκέκληκε, περὶ τῶν ἑτέρων λόγος οὐ λείπεται. ἀλλὰ μὴν ὡς οὐκ ὀρθῶς ἅμα ἀμφότερα ὑπὸ τῶν αὐτὸς αὑτοῦ λόγων ἐλέγχεται συγκρουόντων, ὡς δʼ οὐδέτερον ὀρθῶς ἡμεῖς ἀρτίως ἐπεδείξαμεν, ἰδίᾳ μὲν ὡς οὐ κολακεία δείξαντες, πάλιν δʼ ὡς οὐ κοινωνεῖ τῇ τυραννίδι. πῶς οὖν οὐ τρὶς ἡττᾶται, τῷ τε τοῦ συναμφοτέρου λόγῳ καὶ τῷ καθʼ ἕτερον χωρίς; ταυτὸν δὲ ἡμῖν ἐν ἅπασι σώζεται. περί τε γὰρ ἀμφοτέρων ὁμοῦ τοῖς αὐτὸς αὑτοῦ λόγοις περιωθεῖται καὶ πάλιν καθʼ ἕτερον αὐτὸς αὖ μαρτυρεῖ, τῷ τε τὸ πείθειν φανῆναι τῶν χρησίμων ἕν τι παρʼ αὐτῷ καὶ τῷ τῶν βιαζομένων καὶ ὑβριζόντων κατηγοροῦντα παρʼ ὅλον τὸν λόγον φαίνεσθαι. τοσοῦτον γὰρ ἡ ῥητορικὴ κεχώρισται δυναστείας ὅσον, εἰ καὶ τοῦτʼ εἰπεῖν δεῖ, Πλάτων Διονυσίου. ἔστι τοίνυν μαθεῖν καὶ παρʼ αὐτοῦ τοῦ πράγματος καὶ τῶν συμπεπτωκότων ὅσον τὸ διάφορον τούτων ἑκατέρου, καὶ καθʼ ὅσην τινα τὴν ἀνάγκην ἐστί. φανήσεται γὰρ οὔθʼ ὅπου ῥητορικὴ σώζεται τύραννος ἐγγιγνόμενος, μέχρι ἂν σώζηται λόγῳ, οὔτʼ αὖ ῥητορικὴ περιοῦσα ἔνθα τυραννὶς κρατεῖ, ἀλλʼ ὅ τε ῥήτωρ πάντα πράττων ὅπως μηδεὶς τύραννος ἐγγένηται τό τε αὑτοῦ καὶ τὸ κοινὸν ὁμοῦ προορῶν, ὅπως μηδεὶς αὐτὸν τὸ λόγῳ πείθειν παρελόμενος αὐτὸς ἄγῃ κατʼ ἀρχὴν τὰ πράγματα, οἵ τε τύραννοι σκοποῦντες καὶ φοβούμενοι τῶν πάντων οὐδὲν μᾶλλον ἢ μή τις ἐγγένηται λέγειν καὶ πείθειν δυνατὸς, ὅστις συναγαγὼν τὰ πλήθη καὶ σύμβουλος καὶ μηνυτὴς τοῦ προσήκοντος γενόμενος ὁμοῦ τῆς τε ἀρχῆς καὶ τῆς ἐξουσίας ἀκύρους καταστήσει. διόπερ τὴν ἔχθραν ἀλλήλοις ἀναγκαίως ἔχουσιν· ἡ γὰρ τῶν ἑτέρων σωτηρία καὶ δύναμις μὴ εἶναι τοὺς ἑτέρους ἐστὶ τὴν ἀρχήν. ὥστε πόσου ποτʼ ἂν πρίαιντο3 οἱ ῥήτορες, εἰ οἷόν τʼ εἰπεῖν, φανῆναί τινα ὥσπερ ἐν μάχῃ σφίσιν, ἢ Πλάτωνα λέγω, ἢ καὶ ὁντινοῦν ἐπίκουρον καὶ βοηθὸν, τὰ τῶν τυράννων κακὰ εἰς μέσον οἴσοντα καὶ δείξοντα καὶ μηδὲ νύκτωρ ἀνήσοντα λέγοντʼ αὐτοὺς κακῶς. σχεδὸν γὰρ ἤδη τοὺς τῆς ῥητορικῆς αὐτῆς ἀναλώσει καὶ δείξει λόγους ὁ ταῦτα δεικνὺς, καί τινα τρόπον οἴκοθεν τοῖς ῥήτορσιν ἡ βοήθεια ἀφίξεται. οἱ δʼ αὖ τυραννεῖν ἐπιθυμοῦντες πόσου ποτʼ ἂν πρίαιντο ἀπιστηθῆναι τὸ τῶν ῥητόρων ἔθνος ἐν ταῖς πόλεσι καὶ κόλακας καὶ μαγείρων οὐδὲν βελτίους

非难,且自以为是在谴责白昼的其他反常之举。他一时说修辞术是谄媚,一时又把权势者与演说家相提并论,不仅述说着无一属于这一能力的两者——不仅不属于,而且与它全然格格不入——,更是将两桩最为对立的罪名强加在一起。因为演说家们怎能既行谄媚,同时又位列权势者之中呢?因为最重大、最完全的谄媚者,无疑在一切方面都是僭主本人的侍从;我想,也有谄媚平庸之辈的人;因此,奴隶对主人是怎样,谄媚者对僭主也就是怎样。反之,僭主们绝不行谄媚之事,以至于他们用强暴手段排挤所有人,人们甚至无法从他们那里得到哪怕是适度的对待,更不用说超越本分的服侍了;以至于僭主几乎连主人的限度都已逾越。因为没有什么比谄媚者更为卑贱,也没有什么比他更决意为人奴役;但对于僭主,你说不出有什么比他更为残暴,也没有什么比他更热衷于施行统治。因此,若修辞术是谄媚,针对僭主的指控便与它无涉;若它与僭主统治为伍,它就以巨大的差距超越了谄媚。因此,这两者必有一者早已完全虚妄。就我而言,即便我对于修辞术说不出任何好话,只要我以这种方式指出他所言不实,便已足够;而对他而言,即便正确地指控了其中一项,关于另一项也就毫无立论之余地了。 不仅如此,这两项指控绝非同时正确,这已被他自己相互冲突的言论所驳倒;而这两项指控无一正确,也是我们刚才所论证过的,我们分别指出了它既非谄媚,又与僭主统治无涉。那么,无论按照两项合并的论证,还是按照各自独立的论证,他怎能不是连败三次呢?而同样的结论在一切方面都被我们所保有。因为在两项合并的问题上,他被自己的言论所挫败;在各自独立的问题上,他又亲自作证,这既体现在说服在他看来被视为有用之物中的一种,又体现在他通篇言论都在谴责强暴和作恶之人。因为修辞术与专权统治相距之远,恰如——若必须这样说的话——柏拉图与狄奥尼修斯相距之远一样。因此,人们可以从事实本身和过往的历史经验中获知,这两者之间的差异有多么巨大,而这种必然性又是何等确凿。因为显而易见的是,只要修辞术得以留存的地方——只要它在言论中得以留存——就不会产生僭主;反之,在僭主统治称霸的地方,修辞术也无法生存。相反,演说家会穷尽一切手段防止产生任何僭主,同时兼顾自身与公众的利益,以免有人剥夺了他用言语说服的权利而独揽大权来掌控国政;而僭主们在万物之中最警惕、最惧怕的,莫过于出现某个具有演说与说服能力的人,此人若团结起大众,成为正道义理的谏言者与昭示者,便会同时废黜他们的统治与权势。因此,他们彼此之间必然怀有宿怨;因为一方的存续与力量,从根本上说就在于另一方的不复存在。因此,如果可以这么说的话,演说家们无论付出多大代价,都会求之不得地盼望有人——无论是指柏拉图还是指任何其他人——如在战阵之中作为盟友和救兵显现于他们面前,把僭主的恶行公诸于众并加以揭露,甚至在夜晚也不停息对他们的痛斥!因为揭露这些事实的人,几乎就将穷尽并展现修辞术本身的论辩,而在某种程度上,援助将从演说家们自家的宅邸中送达。然而,那些渴望实行僭主统治的人,又何尝不愿付出任何代价,以使演说家这一族群在城邦中失去信任,被视为谄媚者且绝不比厨子高明……

语法注3 条
  1. 75οὐ μόνον οὐδέτερον προσὸν τῇ δυνάμει ταύτῃ λέγων, πρὸς δὲ τῷ μὴ προσεῖναι καὶ παντελῶς ἀλλότριον αὐτῆς, ἀλλὰ καὶ αὐτὰ τὰ ἐναντιώτατα δύο συντιθεὶς ἐγκλήματα

    在 οὐ μόνον... ἀλλὰ καί(不仅……而且……)的并列骨架内,现在分词 λέγων 与 συντιθείς 形成呼应。介词短语 πρὸς δὲ τῷ μὴ προσεῖναι 由 πρός 搭配冠词加与格不定词构成,表示“除不具备之外”,形容词 ἀλλότριον 则充当省略系动词的表语补足成分。

  2. 75οὐδʼ ὅ τι μᾶλλον ᾑρῆσθαι δουλεύειν

    该结构由关系代词 ὅ τι 引导,先行词承接前句省略的 οὐδέν。完成时不定词 ᾑρῆσθαι 在关系分句中表示既定的选择状态,与前半句的 οὐδέν ἐστι ταπεινότερον 形成平行结构,意为“亦无任何事物比其更甘愿选择为奴”。

  3. 76πόσου ποτʼ ἂν πρίαιντο

    由表示代价的属格 πόσου 与包含 ἄν 的潜在希求法 πρίαιντο(动词 πρίαμαι 的过去希求法)结合而成的惯用修辞句式,字面为“他们会以何种代价去求购”,实则强烈表达随后的不定词分句所描述之事的极高渴求度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:75-76