← 阿里斯·台德斯

致柏拉图:为雄辩术辩护

§73-74

作为实践智慧的修辞术与法篇中的依据

演说者指出修辞术是具备了言辞之力的实践智慧,并引用柏拉图《法篇》中的原话,论证免受侵害的能力使修辞术成为完全的善物,进而揭露了柏拉图将修辞术(说服)与僭主暴政(强暴)混为一谈的谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§73

ἐπιχειροῦντας, εἰ δέ τις λόγῳ ταυτὸν τοῦτο ποιοίη, φαυλίζειν,1 κἂν ὑπὲρ ὧν αὐτὸς πέπονθεν ἐπεξίῃ· οὐδέ γʼ ἐκεῖνο μᾶλλον οὐκ ἔστιν εἰπεῖν,2 ὡς τὸ μὲν τοῖς ὅπλοις ἀμύνεσθαι τοῖς ἐν τοῖς λόγοις βεβιωκόσι τῶν προσηκόντων ἐστὶ, τὸ δὲ αὐτοῖς τοῖς λόγοις ἀμύνεσθαι ἐν ἀλογίᾳ θετέον. οὐδʼ ἂν εἷς εἴποι ταῦτα. καὶ μὴν ὅσῳ κάλλιον φρόνησις ἀνδρείας, τοσούτῳ ῥητορικὴ τῆς κατὰ πόλεμον εὐψυχίας. εἰ γὰρ δεῖ συνελόντα εἰπεῖν, οὐδέν ἐστιν ἄλλο ῥητορικὴ ἢ φρόνησις λόγων δύναμιν προσειληφυῖα, ὡς μὴ μόνον αὐτὸς ἔρδειν τὰ βέλτιστα, ἀλλὰ καὶ ἑτέρους πείθειν ἔχοι. ἡγοῦμαι μὲν τοίνυν καὶ ταῦτʼ ἔχειν πίστεις ἱκανὰς τῆς ἀληθείας, εἰ μὴ καὶ πλείους ἄρα τῶν ἱκανῶν. εἶμι δʼ ἐπʼ αὐτὸν ἤδη τὸν κολοφῶνα τῶν Πλάτωνος, ὡς ἄν τις εἴποι, ῥημάτων. οὐ γὰρ μόνον ἐξ ὧν ἐλέγχεται βούλομαι φανῆναι μαρτυροῦντʼ αὐτὸν, ἀλλὰ καὶ ὥσπερ ἂν εἰ παραστὰς αὐτὸς ἐμαρτύρει τῇ ἑαυτοῦ φωνῇ τοῖς δὲ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη3 πρῶτον τὸ μήτε ἀδικεῖν ἄλλους μήτε ὑφʼ ἑτέρων αὐτοὺς ἀδικεῖσθαι. τούτοιν δὲ τὸ μὲν οὐ πάνυ χαλεπὸν, τοῦ δὲ μὴ ἀδικεῖσθαι κτήσασθαι δύναμιν παγχάλεπον· καὶ οὐκ ἔστιν αὐτὸ τελέως ἔχειν ἄλλως ἢ τελέως γενόμενον ἀγαθόν.4 ἰοῦ ἰοῦ τῆς μαρτυρίας. τούτων ἐδεόμην. ταῦτα λέγει Πλάτων, ὁ τοῦ ἐπιγράμματος μετέχων καὶ διʼ ὃν τὸ Ἀρίστωνος γένος θεῖον ὡς ἀληθῶς. τελέως ἄρα, ὦ δαιμόνιε, ῥητορικὴ καλὸν καὶ οὐ πρὸς παντὸς οὔτε λαβεῖν οὔτε κεκτῆσθαι. φαίνει γὰρ καὶ σὺ τοῦτό γε συγχωρῶν, ὅτι ἐπὶ τῷ μὴ ἀδικεῖσθαι τέτακται. οὐκοῦν ὅτʼ ἀδικεῖν μὲν οὐκ ἐπηνάγκαζεν, ἀδικεῖσθαι δʼ οὐκ ἐᾷ,5 ὡς δʼ ἐκ τοῦ λόγου συνέβαινεν, οὐδέτερον τούτων ἐᾷ, οὔτʼ ἀδικεῖν οὔτʼ ἀδικεῖσθαι, εἰ μὲν καὶ τῆς φιλοσοφίας ὁ αὐτός ἐστιν ὅρος, φιλοσοφία τις οὖσα ἡ ῥητορικὴ φαίνεται. εἰ δʼ ἐξαρκεῖ τῇ φιλοσοφίᾳ μὴ ἀδικεῖν, ἡ ῥητορικὴ τελεώτερον· τὸ γὰρ χαλεπώτερον κτήσασθαι καὶ μεῖζον ἤδη προστίθησιν, ὅπως μηδʼ αὐτὸς ὑπʼ ἄλλων ἀδικήσεται. πῶς οὖν τὸ αὐτὸ ἅμα μὲν τελέως ἀγαθὸν καὶ μέγιστον τῶν ἀγαθῶν, ἅμα δʼ ἔσχατον τῶν κακῶν καὶ κολακεία; καὶ πῶς ἐλάχιστον οἱ ῥήτορες δύνανται, εἴ γε οὗ παγχάλεπον κτήσασθαι δύναμιν, τοῦτʼ αὐτοῖς περίεστιν; ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν. εὐδαίμονες ἄρα, οὐκ ἄθλιοι, κατὰ τὸν Πλάτωνος λόγον οἱ ῥήτορες, εἴ γε ὁ μὲν τελέως ἀγαθὸς εὐδαίμων, τὸ δʼ οὐκ ἔστι κτήσασθαι μὴ τελέως ἀγαθὸν γενόμενον. εἶτʼ ἐλέγχειν μὲν βούλεται ῥητορικὴν, κατηγορεῖ δὲ τῶν τυράννων καὶ δυναστῶν, τὰ ἄμικτα μιγνὺς, ὥσπερ ἂν εἰ ὁ Ἡρακλῆς, ἵλεως δʼ εἴη τῷ παραδείγματι, προσταχθὲν αὐτῷ τὸν ἐν τῇ Νεμέᾳ ἀνελεῖν λέοντα,6 εἶτʼ ὄνῳ συμπλακεὶς καὶ πνίγων τὸν λέοντα ἄγχειν ᾤετο καὶ τοῦθʼ ὅπερ προὔθετο πράττειν. τοσοῦτον δὲ λείπεται τὸ παράδειγμα ὅσον οὗτός γε οὐχ ἕτερον ἀνθʼ ἑτέρου ποιεῖ τοῦτον τὸν τρόπον τῷ λόγῳ χρώμενος, ἀλλὰ καὶ τοῖς ἐναντίοις περιπίπτει. τίς γὰρ οὐκ οἶδεν ὅτι ῥητορικὴ καὶ τυραννὶς τοσοῦτον ἀλλήλων κεχώρισται ὅσον τὸ πείθειν τοῦ βιάζεσθαι; ἀλλὰ μὴν ταῦτά γε οὐδείς ἐστιν ὅστις ἂν τὴν ἐναντίαν φύσιν εἰπὼν ἔχειν αἰσχυνθείη. ὥστʼ εἰ δεινὸν τὸ βιάζεσθαι καὶ πλεονεκτεῖν, τό γε πείθειν καὶ τοῦ δικαίου προεστάναι καλὸν καὶ προσῆκον. οὐκοῦν οὐχ οὕτω ῥητορικὴ κακὸν ὡς τυραννὶς, ἀλλʼ εἰ κακὸν ἡ τυραννὶς, ἡ ῥητορικὴ χρηστὸν ἐκ τῶν αὐτῶν· ἡ μὲν γὰρ βιάζεσθαι πανταχοῦ ζητεῖ, ἡ δὲ τὸ πείθειν τετίμηκεν. ὥσθʼ ὅμοιον ποιεῖ τούτοις ἐκεῖνό γʼ ἐλέγχειν νομίζων ὥσπερ ἂν εἴ τις τὸν ἐν τῇ νυκτὶ σκότον

因为人们绝不能说:在武装冲突中且为了他人的利益,对企图行不义者进行反击是理所应当的,但若有人用言论来做完全相同的事,即便他是为了自己遭受的侵害而追讨公道,也应当加以鄙视;更不能说:使用武器自卫适合于那些终生从事言论的人,而使用言论本身进行自卫却应当被视为荒谬。绝不会有人说出这样的话。而且,智慧比勇敢高尚多少,修辞术就比战阵中的英武优越多少。因为若要概括而言,修辞术不是别的,正是掌握了言辞之力的实践智慧,以使人不仅能亲自践行最善之事,而且能说服他人。因此我认为,这些论据对真理而言也提供了充分的明证,甚至是绰绰有余的。 然而,我现在要进而援引柏拉图的言论中可以说正是绝顶的文字。因为我不仅希望他通过被驳倒的事实显出作证之态,更希望如同他本人就站在身旁、用他自己的声音在作证一般: “对于那些要生活得幸福的人来说,首先必须具备:既不对他人行不义,也不受他人不义之侵害。这两者中,前者并不十分困难,但获得不受不义侵害的能力却是极难的;而且除了彻底成为善人之外,绝不可能完全拥有这种能力。” 天哪,多么有力的见证!这正是我所需要的。这就是柏拉图所说的话——那位分享了那首题赠铭诗、其家族阿里斯同之后代因他而真正被称为神圣的人。那么,尊贵的朋友,修辞术完全是一件美好的事物,绝非任何人都能轻易获致或据有的。因为你显然也赞同这一点:它是为了“不受不义侵害”而设立的。既然修辞术并不强迫人行不义,也不容许人蒙受不义——或者正如从刚才的论证中所归结的那样,它两者皆不容许,既不行不义,也不受不义——如果哲学的定义也是如此,那么修辞术显然就是一种哲学。如果对哲学而言不行不义就已经足够,那么修辞术就是更完全之物;因为它已经增添了那更难获得、更为重大的能力,即设法使自己也不受他人不义之害。那么,同一事物怎能既是彻底的善、最大的善,同时又是极度的恶、是一种谄媚呢?如果演说家们拥有那极难获得的能力,他们又怎能说是权力极微小呢?我反正是百思不得其解。因此,按照柏拉图的论证,演说家们是幸福的,而非不幸的,只要完全的善人是幸福的,且若不彻底成为善人便不可能获得这种能力。可是,他一方面想要反驳修辞术,另一方面却指责僭主和弄权者,将不可相混之物混为一谈,正如赫拉克勒斯——愿他宽恕这个比喻——奉命去诛灭涅墨亚的雄狮,却去缠住一头驴子并扼其咽喉,自以为扼死的是雄狮,正在完成自己预定的任务一样。然而这个比喻甚至还不够贴切,因为柏拉图以这种方式立论,不仅是用一件事替代了另一件事,而且是陷于完全相反的两极。因为谁不知道,修辞术与僭主统治之间的差别,恰如说服与强暴的差别一样悬殊?绝没有任何人在指出这两者具有截然相反的本性时会感到羞愧。因此,如果强暴与贪得无厌是可怕的恶,那么说服与维护正义就是美好而适宜的。所以,修辞术绝非像僭主统治那样是恶;相反,如果僭主统治是恶,修辞术恰恰出于完全相同的理由是善;因为前者处处寻求强暴,而后者推崇说服。所以,他自以为凭这些是在驳倒修辞术,其所作所为正如有人把黑夜中的黑暗……

语法注6 条
  1. 73ἐπιχειροῦντας, εἰ δέ τις λόγῳ ταυτὸν τοῦτο ποιοίη, φαυλίζειν

    此处承接上一段落末尾的句式(οὐ γὰρ ἐκεῖνό γε ἔστιν εἰπεῖν, ὡς ἐν μὲν τοῖς ὅπλοις... εἰκός ἐστιν ἀμύνεσθαι τοὺς ἀδικεῖν)。在 ὡς 从句中,前一部分的 μέν 分句(ἀμύνεσθαι)与本部分的 δέ 分句(φαυλίζειν)形成严密对偶,共同充当 ἔστιν εἰπεῖν 的宾语从句内容。不定式 φαυλίζειν 的逻辑主语为泛指的“人”,其省略的宾语则指代条件句中通过言论自卫之人。

  2. 73οὐδέ γʼ ἐκεῖνο μᾶλλον οὐκ ἔστιν εἰπεῖν

    οὐδέ 与 οὐκ 的双重否定并不互相抵消为肯定,而是构成进一步的否定追加:“更不能说……”。副词 μᾶλλον 修饰否定表达 οὐκ ἔστιν,表示一种愈发不可能成立的递进语气('still less is it possible to say')。

  3. 73τοῖς δὲ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη

    直接引自柏拉图《法篇》第8卷(829a)。无人称表达 ἀνάγκη [ἐστί] 统领不定式 ὑπάρχειν,其真正主语是带有定冠词的不定式短语 τὸ μήτε ἀδικεῖν... μήτε... ἀδικεῖσθαι。与格 τοῖς εὐδαιμόνως ζῶσιν 表示所属或关涉(“对于要幸福生活的人而言”)。

  4. 73οὐκ ἔστιν αὐτὸ τελέως ἔχειν ἄλλως ἢ τελέως γενόμενον ἀγαθόν

    宾格分词 γενόμενον 与不定式 ἔχειν 的逻辑主语(泛指的宾格受词/主语)在性和数上保持一致。惯用语 ἄλλως ἤ 意为“除了……之外别无他法”。整句表示一种绝对条件:“除非彻底成为善人,否则不可能完全拥有此能力”。

  5. 73ὅτʼ ἀδικεῖν μὲν οὐκ ἐπηνάγκαζεν, ἀδικεῖσθαι δʼ οὐκ ἐᾷ

    这里的 ὅτε 并非单纯表示时间(“当……时”),而是引导因果或前提分句(“既然……”)。未完成过去时 ἐπηνάγκαζεν(指在此前论证中探讨过的修辞术是否强迫人作恶)与现在时 ἐᾷ(指修辞术本性所起的客观作用)构成了时态上的呼应与对比。

  6. 74προσταχθὲν αὐτῷ τὸν ἐν τῇ Νεμέᾳ ἀνελεῖν λέοντα

    προσταχθέν 是被动过去时中性单数分词构成的“绝对宾格”(accusative absolute),用于无人称动词或短语。其意义上的真正主语是后接的不定式短语 τὸν ἐν τῇ Νεμέᾳ ἀνελεῖν λέοντα(“消灭涅墨亚的雄狮”),表示伴随情境或让步(“当他奉命去……之时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:73-74